<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:516</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:516</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="516"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τάδε οὐκέτι ἀκούω, ἀλλʼ οἶδα σαφῶς καὶ ἐγὼ καὶ σύ, ὅτι τὸ μὲν πρῶτον ηὐδοκίμει Περικλῆς καὶ οὐδεμίαν αἰσχρὰν δίκην κατεψηφίσαντο αὐτοῦ Ἀθηναῖοι, ἡνίκα χείρους ἦσαν· ἐπειδὴ δὲ καλοὶ κἀγαθοὶ ἐγεγόνεσαν
<milestone n="516" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="516a"/>ὑπʼ αὐτοῦ, ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους, κλοπὴν αὐτοῦ κατεψηφίσαντο, ὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν, δῆλον ὅτι ὡς πονηροῦ ὄντος.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> τί οὖν; τούτου ἕνεκα κακὸς ἦν Περικλῆς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὄνων γοῦν ἂν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας ἑαυτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ἅπαντα ποιοῦντας διʼ ἀγριότητα. ἢ οὐ δοκεῖ σοι <milestone unit="section" resp="Stephanus" n="516b"/> κακὸς εἶναι ἐπιμελητὴς ὁστισοῦν ὁτουοῦν ζῴου, ὃς ἂν παραλαβὼν ἡμερώτερα ἀποδείξῃ ἀγριώτερα ἢ παρέλαβε; δοκεῖ ἢ οὔ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ γε, ἵνα σοι χαρίσωμαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τόδε τοίνυν μοι χάρισαι ἀποκρινάμενος· πότερον καὶ ὁ ἄνθρωπος ἓν τῶν ζῴων ἐστὶν ἢ οὔ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀνθρώπων Περικλῆς ἐπεμέλετο;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἔδει αὐτούς, ὡς ἄρτι ὡμολογοῦμεν, δικαιοτέρους γεγονέναι ἀντὶ ἀδικωτέρων ὑπʼ ἐκείνου, εἴπερ <milestone unit="section" resp="Stephanus" n="516c"/> ἐκεῖνος ἐπεμελεῖτο αὐτῶν ἀγαθὸς ὢν τὰ πολιτικά;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος· σὺ δὲ τί φῄς; οὐχ οὕτως;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἀγριωτέρους γε αὐτοὺς ἀπέφηνεν ἢ οἵους παρέλαβεν, καὶ ταῦτʼ εἰς αὑτόν, ὃν ἥκιστʼ ἂν ἐβούλετο.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> βούλει σοι ὁμολογήσω;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δοκῶ γε σοι ἀληθῆ λέγειν.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔστω δὴ ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴπερ ἀγριωτέρους, ἀδικωτέρους τε καὶ χείρους;</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="516d"/><label>ΚΑΛ.</label> ἔστω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρʼ ἀγαθὸς τὰ πολιτικὰ Περικλῆς ἦν ἐκ τούτου τοῦ λόγου.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐ σύ γε φῄς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὰ Δίʼ οὐδέ γε σὺ ἐξ ὧν ὡμολόγεις. πάλιν δὲ λέγε μοι περὶ Κίμωνος· οὐκ ἐξωστράκισαν αὐτὸν οὗτοι οὓς ἐθεράπευεν, ἵνα αὐτοῦ δέκα ἐτῶν μὴ ἀκούσειαν τῆς φωνῆς; καὶ Θεμιστοκλέα ταὐτὰ ταῦτα ἐποίησαν καὶ φυγῇ προσεζημίωσαν; Μιλτιάδην δὲ τὸν Μαραθῶνι εἰς τὸ βάραθρον <milestone unit="section" resp="Stephanus" n="516e"/> ἐμβαλεῖν ἐψηφίσαντο, καὶ εἰ μὴ διὰ τὸν πρύτανιν, ἐνέπεσεν ἄν; καίτοι οὗτοι, εἰ ἦσαν ἄνδρες ἀγαθοί, ὡς σὺ φῄς, οὐκ ἄν ποτε ταῦτα ἔπασχον. οὔκουν οἵ γε ἀγαθοὶ ἡνίοχοι κατʼ ἀρχὰς μὲν οὐκ ἐκπίπτουσιν ἐκ τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσιν τοὺς ἵππους καὶ αὐτοὶ ἀμείνους γένωνται ἡνίοχοι, τότʼ ἐκπίπτουσιν· οὐκ ἔστι ταῦτʼ οὔτʼ ἐν ἡνιοχείᾳ οὔτʼ ἐν ἄλλῳ ἔργῳ οὐδενί· ἢ δοκεῖ σοι;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐκ ἔμοιγε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>