<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:505</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:505</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="505"><p><said who="#Καλλίκλης"><milestone n="505" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="505a"/><label>ΚΑΛ.</label> ἔστω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ οἶμαι λυσιτελεῖ μετὰ μοχθηρίας σώματος ζῆν ἀνθρώπῳ· ἀνάγκη γὰρ οὕτω καὶ ζῆν μοχθηρῶς. ἢ οὐχ οὕτως;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὰς ἐπιθυμίας ἀποπιμπλάναι, οἷον πεινῶντα φαγεῖν ὅσον βούλεται ἢ διψῶντα πιεῖν, ὑγιαίνοντα μὲν ἐῶσιν οἱ ἰατροὶ ὡς τὰ πολλά, κάμνοντα δὲ ὡς ἔπος εἰπεῖν οὐδέποτʼ ἐῶσιν ἐμπίμπλασθαι ὧν ἐπιθυμεῖ; συγχωρεῖς τοῦτό γε καὶ σύ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="505b"/><label>ΣΩ.</label> περὶ δὲ ψυχήν, ὦ ἄριστε, οὐχ ὁ αὐτὸς τρόπος; ἕως μὲν ἂν πονηρὰ ᾖ, ἀνόητός τε οὖσα καὶ ἀκόλαστος καὶ ἄδικος καὶ ἀνόσιος, εἴργειν αὐτὴν δεῖ τῶν ἐπιθυμιῶν καὶ μὴ ἐπιτρέπειν ἄλλʼ ἄττα ποιεῖν ἢ ἀφʼ ὧν βελτίων ἔσται· φῂς ἢ οὔ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτω γάρ που αὐτῇ ἄμεινον τῇ ψυχῇ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ εἴργειν ἐστὶν ἀφʼ ὧν ἐπιθυμεῖ κολάζειν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ κολάζεσθαι ἄρα τῇ ψυχῇ ἄμεινόν ἐστιν ἢ ἡ ἀκολασία, ὥσπερ σὺ νυνδὴ ᾤου.</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="505c"/><label>ΚΑΛ.</label> οὐκ οἶδʼ ἅττα λέγεις, ὦ Σώκρατες, ἀλλʼ ἄλλον τινὰ ἐρώτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτος ἀνὴρ οὐχ ὑπομένει ὠφελούμενος καὶ αὐτὸς τοῦτο πάσχων περὶ οὗ ὁ λόγος ἐστί, κολαζόμενος.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐδέ γέ μοι μέλει οὐδὲν ὧν σὺ λέγεις, καὶ ταῦτά σοι Γοργίου χάριν ἀπεκρινάμην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τί οὖν δὴ ποιήσομεν; μεταξὺ τὸν λόγον καταλύομεν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> αὐτὸς γνώσῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐδὲ τοὺς μύθους φασὶ μεταξὺ θέμις εἶναι <milestone unit="section" resp="Stephanus" n="505d"/> καταλείπειν, ἀλλʼ ἐπιθέντας κεφαλήν, ἵνα μὴ ἄνευ κεφαλῆς περιίῃ. ἀπόκριναι οὖν καὶ τὰ λοιπά, ἵνα ἡμῖν ὁ λόγος κεφαλὴν λάβῃ.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ὡς βίαιος εἶ, ὦ Σώκρατες. ἐὰν δὲ ἐμοὶ πείθῃ, ἐάσεις χαίρειν τοῦτον τὸν λόγον, ἢ καὶ ἄλλῳ τῳ διαλέξῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ἄλλος ἐθέλει; μὴ γάρ τοι ἀτελῆ γε τὸν λόγον καταλίπωμεν.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> αὐτὸς δὲ οὐκ ἂν δύναιο διελθεῖν τὸν λόγον, ἢ λέγων κατὰ σαυτὸν ἢ ἀποκρινόμενος σαυτῷ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="505e"/><label>ΣΩ.</label> ἵνα μοι τὸ τοῦ Ἐπιχάρμου γένηται, ἃ <q>πρὸ τοῦ δύο ἄνδρες ἔλεγον,</q> εἷς ὢν ἱκανὸς γένωμαι. ἀτὰρ κινδυνεύει ἀναγκαιότατον εἶναι οὕτως. εἰ μέντοι ποιήσομεν, οἶμαι ἔγωγε χρῆναι πάντας ἡμᾶς φιλονίκως ἔχειν πρὸς τὸ εἰδέναι τὸ ἀληθὲς τί ἐστιν περὶ ὧν λέγομεν καὶ τί ψεῦδος· κοινὸν γὰρ ἀγαθὸν ἅπασι φανερὸν γενέσθαι αὐτό.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>