<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:502</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:502</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="502"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἡ τῶν χορῶν διδασκαλία καὶ ἡ τῶν διθυράμβων ποίησις; οὐ τοιαύτη τίς σοι καταφαίνεται; ἢ ἡγῇ τι φροντίζειν Κινησίαν τὸν Μέλητος, ὅπως ἐρεῖ τι τοιοῦτον ὅθεν ἂν οἱ ἀκούοντες βελτίους γίγνοιντο, ἢ ὅτι μέλλει
<milestone n="502" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="502a"/>χαριεῖσθαι τῷ ὄχλῳ τῶν θεατῶν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, Κινησίου γε πέρι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ὁ πατὴρ αὐτοῦ Μέλης; ἦ πρὸς τὸ βέλτιστον βλέπων ἐδόκει σοι κιθαρῳδεῖν; ἢ ἐκεῖνος μὲν οὐδὲ πρὸς τὸ ἥδιστον; ἠνία γὰρ ᾁδων τοὺς θεατάς. ἀλλὰ δὴ σκόπει· οὐχὶ ἥ τε κιθαρῳδικὴ δοκεῖ σοι πᾶσα καὶ ἡ τῶν διθυράμβων ποίησις ἡδονῆς χάριν ηὑρῆσθαι;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="502b"/><label>ΣΩ.</label> τί δὲ δὴ ἡ σεμνὴ αὕτη καὶ θαυμαστή, ἡ τῆς τραγῳδίας ποίησις, ἐφʼ ᾧ ἐσπούδακεν; πότερόν ἐστιν αὐτῆς τὸ ἐπιχείρημα καὶ ἡ σπουδή, ὡς σοὶ δοκεῖ, χαρίζεσθαι τοῖς θεαταῖς μόνον, ἢ καὶ διαμάχεσθαι, ἐάν τι αὐτοῖς ἡδὺ μὲν ᾖ καὶ κεχαρισμένον, πονηρὸν δέ, ὅπως τοῦτο μὲν μὴ ἐρεῖ, εἰ δέ τι τυγχάνει ἀηδὲς καὶ ὠφέλιμον, τοῦτο δὲ καὶ λέξει καὶ ᾁσεται, ἐάντε χαίρωσιν ἐάντε μή; ποτέρως σοι δοκεῖ παρεσκευάσθαι ἡ τῶν τραγῳδιῶν ποίησις;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὅτι πρὸς τὴν <milestone unit="section" resp="Stephanus" n="502c"/> ἡδονὴν μᾶλλον ὥρμηται καὶ τὸ χαρίζεσθαι τοῖς θεαταῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ τοιοῦτον, ὦ Καλλίκλεις, ἔφαμεν νυνδὴ κολακείαν εἶναι;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, εἴ τις περιέλοι τῆς ποιήσεως πάσης τό τε μέλος καὶ τὸν ῥυθμὸν καὶ τὸ μέτρον, ἄλλο τι ἢ λόγοι γίγνονται τὸ λειπόμενον;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν πρὸς πολὺν ὄχλον καὶ δῆμον οὗτοι λέγονται οἱ λόγοι;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δημηγορία ἄρα τίς ἐστιν ἡ ποιητική.</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="502d"/><label>ΚΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ῥητορικὴ δημηγορία ἂν εἴη· ἢ οὐ ῥητορεύειν δοκοῦσί σοι οἱ ποιηταὶ ἐν τοῖς θεάτροις;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν ἄρα ἡμεῖς ηὑρήκαμεν ῥητορικήν τινα πρὸς δῆμον τοιοῦτον οἷον παίδων τε ὁμοῦ καὶ γυναικῶν καὶ ἀνδρῶν, καὶ δούλων καὶ ἐλευθέρων, ἣν οὐ πάνυ ἀγάμεθα· κολακικὴν γὰρ αὐτήν φαμεν εἶναι.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τί δὲ ἡ πρὸς τὸν Ἀθηναίων δῆμον ῥητορικὴ <milestone unit="section" resp="Stephanus" n="502e"/> καὶ τοὺς ἄλλους τοὺς ἐν ταῖς πόλεσιν δήμους τοὺς τῶν ἐλευθέρων ἀνδρῶν, τί ποτε ἡμῖν αὕτη ἐστίν; πότερόν σοι δοκοῦσιν πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι, ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὑτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι, καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ, ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους
<milestone n="503" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="503a"/>διὰ ταῦτα, οὐδὲν φροντίζουσιν;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>