<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:497</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:497</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="497"><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> φημὶ γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνιώμενον δέ γε χαίρειν δυνατὸν ὡμολόγηκας.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα τὸ χαίρειν ἐστὶν εὖ πράττειν οὐδὲ τὸ ἀνιᾶσθαι κακῶς, ὥστε ἕτερον γίγνεται τὸ ἡδὺ τοῦ ἀγαθοῦ.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐκ οἶδʼ ἅττα σοφίζῃ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα, ἀλλὰ ἀκκίζῃ, ὦ Καλλίκλεις· καὶ πρόιθί γε ἔτι εἰς τὸ ἔμπροσθεν, <del>ὅτι ἔχων ληρεῖς</del> ἵνα εἰδῇς ὡς σοφὸς <milestone unit="section" resp="Stephanus" n="497b"/> ὤν με νουθετεῖς. οὐχ ἅμα διψῶν τε ἕκαστος ἡμῶν πέπαυται καὶ ἅμα ἡδόμενος διὰ τοῦ πίνειν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐκ οἶδα ὅτι λέγεις.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> μηδαμῶς, ὦ Καλλίκλεις, ἀλλʼ ἀποκρίνου καὶ ἡμῶν ἕνεκα, ἵνα περανθῶσιν οἱ λόγοι.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἀλλʼ ἀεὶ τοιοῦτός ἐστιν Σωκράτης, ὦ Γοργία· σμικρὰ καὶ ὀλίγου ἄξια ἀνερωτᾷ καὶ ἐξελέγχει.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ τί σοὶ διαφέρει; πάντως οὐ σὴ αὕτη ἡ τιμή, ὦ Καλλίκλεις· ἀλλʼ ὑπόσχες Σωκράτει ἐξελέγξαι ὅπως ἂν βούληται.</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="497c"/><label>ΚΑΛ.</label> Ἐρώτα δὴ σὺ τὰ σμικρά τε καὶ στενὰ ταῦτα, ἐπείπερ Γοργίᾳ δοκεῖ οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὐδαίμων εἶ, ὦ Καλλίκλεις, ὅτι τὰ μεγάλα μεμύησαι πρὶν τὰ σμικρά· ἐγὼ δʼ οὐκ ᾤμην θεμιτὸν εἶναι. ὅθεν οὖν ἀπέλιπες ἀποκρίνου, εἰ οὐχ ἅμα παύεται διψῶν ἕκαστος ἡμῶν καὶ ἡδόμενος.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ πεινῶν καὶ τῶν ἄλλων ἐπιθυμιῶν καὶ ἡδονῶν ἅμα παύεται;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τῶν λυπῶν <milestone unit="section" resp="Stephanus" n="497d"/> καὶ τῶν ἡδονῶν ἅμα παύεται;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τῶν ἀγαθῶν γε καὶ κακῶν οὐχ ἅμα παύεται, ὡς σὺ ὡμολόγεις· νῦν δὲ οὐχ ὁμολογεῖς;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔγωγε· τί οὖν δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι οὐ τὰ αὐτὰ γίγνεται, ὦ φίλε, τἀγαθὰ τοῖς ἡδέσιν οὐδὲ τὰ κακὰ τοῖς ἀνιαροῖς. τῶν μὲν γὰρ ἅμα παύεται, τῶν δὲ οὔ, ὡς ἑτέρων ὄντων· πῶς οὖν ταὐτὰ ἂν εἴη τὰ ἡδέα τοῖς ἀγαθοῖς ἢ τὰ ἀνιαρὰ τοῖς κακοῖς; ἐὰν δὲ βούλῃ, καὶ τῇδε ἐπίσκεψαι (οἶμαι γάρ σοι οὐδὲ ταύτῃ <milestone unit="section" resp="Stephanus" n="497e"/> ὁμολογεῖσθαι· ἄθρει δέ) τοὺς ἀγαθοὺς οὐχὶ ἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς, ὥσπερ τοὺς καλοὺς οἷς ἂν κάλλος παρῇ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἀγαθοὺς ἄνδρας καλεῖς ἄφρονας καὶ δειλούς; οὐ γὰρ ἄρτι γε, ἀλλὰ τοὺς ἀνδρείους καὶ φρονίμους ἔλεγες· ἢ οὐ τούτους ἀγαθοὺς καλεῖς;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; παῖδα ἀνόητον χαίροντα ἤδη εἶδες;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄνδρα δὲ οὔπω εἶδες ἀνόητον χαίροντα;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οἶμαι ἔγωγε· ἀλλὰ τί τοῦτο;</said></p><p><said who="#Σωκράτης"><milestone n="498" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="498a"/><label>ΣΩ.</label> οὐδέν· ἀλλʼ ἀποκρίνου.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> εἶδον.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>