<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:495</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:495</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="495"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ γὰρ ἐγὼ ἄγω ἐνταῦθα, ὦ γενναῖε, ἢ ἐκεῖνος ὃς ἂν φῇ ἀνέδην οὕτω τοὺς χαίροντας, ὅπως ἂν χαίρωσιν, <milestone n="495" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="495a"/>εὐδαίμονας εἶναι, καὶ μὴ διορίζηται τῶν ἡδονῶν ὁποῖαι ἀγαθαὶ καὶ κακαί; ἀλλʼ ἔτι καὶ νῦν λέγε πότερον φῂς εἶναι τὸ αὐτὸ ἡδὺ καὶ ἀγαθόν, ἢ εἶναί τι τῶν ἡδέων ὃ οὐκ ἔστιν ἀγαθόν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἵνα δή μοι μὴ ἀνομολογούμενος ᾖ ὁ λόγος, ἐὰν ἕτερον φήσω εἶναι, τὸ αὐτό φημι εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διαφθείρεις, ὦ Καλλίκλεις, τοὺς πρώτους λόγους, καὶ οὐκ ἂν ἔτι μετʼ ἐμοῦ ἱκανῶς τὰ ὄντα ἐξετάζοις, εἴπερ παρὰ τὰ δοκοῦντα σαυτῷ ἐρεῖς.</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="495b"/><label>ΚΑΛ.</label> καὶ γὰρ σύ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τοίνυν ὀρθῶς ποιῶ οὔτʼ ἐγώ, εἴπερ ποιῶ τοῦτο, οὔτε σύ. ἀλλʼ, ὦ μακάριε, ἄθρει μὴ οὐ τοῦτο ᾖ τὸ ἀγαθόν, τὸ πάντως χαίρειν· ταῦτά τε γὰρ τὰ νυνδὴ αἰνιχθέντα πολλὰ καὶ αἰσχρὰ φαίνεται συμβαίνοντα, εἰ τοῦτο οὕτως ἔχει, καὶ ἄλλα πολλά.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ὡς σύ γε οἴει, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δὲ τῷ ὄντι, ὦ Καλλίκλεις, ταῦτα ἰσχυρίζῃ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="495c"/><label>ΣΩ.</label> ἐπιχειρῶμεν ἄρα τῷ λόγῳ ὡς σοῦ σπουδάζοντος;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ γε σφόδρα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή μοι, ἐπειδὴ οὕτω δοκεῖ, διελοῦ τάδε· ἐπιστήμην που καλεῖς τι;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ ἀνδρείαν νυνδὴ ἔλεγές τινα εἶναι μετὰ ἐπιστήμης;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔλεγον γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν ὡς ἕτερον τὴν ἀνδρείαν τῆς ἐπιστήμης δύο ταῦτα ἔλεγες;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἡδονὴν καὶ ἐπιστήμην ταὐτὸν ἢ ἕτερον;</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="495d"/><label>ΚΑΛ.</label> ἕτερον δήπου, ὦ σοφώτατε σύ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ ἀνδρείαν ἑτέραν ἡδονῆς;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ ὅπως μεμνησόμεθα ταῦτα, ὅτι Καλλικλῆς ἔφη Ἀχαρνεὺς ἡδὺ μὲν καὶ ἀγαθὸν ταὐτὸν εἶναι, ἐπιστήμην δὲ καὶ ἀνδρείαν καὶ ἀλλήλων καὶ τοῦ ἀγαθοῦ ἕτερον.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> Σωκράτης δέ γε ἡμῖν ὁ Ἀλωπεκῆθεν οὐχ ὁμολογεῖ ταῦτα. ἢ ὁμολογεῖ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="495e"/><label>ΣΩ.</label> οὐχ ὁμολογεῖ· οἶμαι δέ γε οὐδὲ Καλλικλῆς, ὅταν αὐτὸς αὑτὸν θεάσηται ὀρθῶς. εἰπὲ γάρ μοι, τοὺς εὖ πράττοντας τοῖς κακῶς πράττουσιν οὐ τοὐναντίον ἡγῇ πάθος πεπονθέναι;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν, εἴπερ ἐναντία ἐστὶν ταῦτα ἀλλήλοις, ἀνάγκη περὶ αὐτῶν ἔχειν ὥσπερ περὶ ὑγιείας ἔχει καὶ νόσου; οὐ γὰρ ἅμα δήπου ὑγιαίνει τε καὶ νοσεῖ ὁ ἄνθρωπος, οὐδὲ ἅμα ἀπαλλάττεται ὑγιείας τε καὶ νόσου.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πῶς λέγεις;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>