<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:486</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:486</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="486"><p><said who="#Καλλίκλης" rend="merge"><label>ΚΑΛ.</label> καὶ γὰρ ἐμοὶ τοιαῦτʼ ἄττα ἐπέρχεται πρὸς σὲ λέγειν, οἷάπερ ἐκεῖνος πρὸς τὸν ἀδελφόν, ὅτι <q>ἀμελεῖς, ὦ Σώκρατες, ὧν δεῖ σε ἐπιμελεῖσθαι, καὶ φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει <milestone n="486" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="486a"/>τινὶ διατρέπεις μορφώματι, καὶ οὔτʼ ἂν δίκης βουλαῖσι προσθεῖʼ ἂν ὀρθῶς λόγον, οὔτʼ εἰκὸς ἂν καὶ πιθανὸν ἂν λάβοις, οὔθʼ ὑπὲρ ἄλλου νεανικὸν βούλευμα βουλεύσαιο.</q> καίτοι, ὦ φίλε Σώκρατες—καί μοι μηδὲν ἀχθεσθῇς· εὐνοίᾳ γὰρ ἐρῶ τῇ σῇ—οὐκ αἰσχρὸν δοκεῖ σοι εἶναι οὕτως ἔχειν ὡς ἐγὼ σὲ οἶμαι ἔχειν καὶ τοὺς ἄλλους τοὺς πόρρω ἀεὶ φιλοσοφίας ἐλαύνοντας; νῦν γὰρ εἴ τις σοῦ λαβόμενος ἢ ἄλλου ὁτουοῦν τῶν τοιούτων εἰς τὸ δεσμωτήριον ἀπάγοι, φάσκων ἀδικεῖν μηδὲν ἀδικοῦντα, οἶσθʼ ὅτι οὐκ ἂν ἔχοις ὅτι <milestone unit="section" resp="Stephanus" n="486b"/> χρήσαιο σαυτῷ, ἀλλʼ ἰλιγγιῴης ἂν καὶ χασμῷο οὐκ ἔχων ὅτι εἴποις, καὶ εἰς τὸ δικαστήριον ἀναβάς, κατηγόρου τυχὼν πάνυ φαύλου καὶ μοχθηροῦ, ἀποθάνοις ἄν, εἰ βούλοιτο θανάτου σοι τιμᾶσθαι. καίτοι πῶς σοφὸν τοῦτό ἐστιν, ὦ Σώκρατες, <quote type="prose">ἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτα ἔθηκε χείρονα</quote>, μήτε αὐτὸν αὑτῷ δυνάμενον βοηθεῖν μηδʼ ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων μήτε ἑαυτὸν μήτε ἄλλον μηδένα, ὑπὸ δὲ <milestone unit="section" resp="Stephanus" n="486c"/> τῶν ἐχθρῶν περισυλᾶσθαι πᾶσαν τὴν οὐσίαν, ἀτεχνῶς δὲ ἄτιμον ζῆν ἐν τῇ πόλει; τὸν δὲ τοιοῦτον, εἴ τι καὶ ἀγροικότερον εἰρῆσθαι, ἔξεστιν ἐπὶ κόρρης τύπτοντα μὴ διδόναι δίκην. ἀλλʼ ὠγαθέ, ἐμοὶ πείθου, <quote type="prose">παῦσαι δὲ ἐλέγχων, πραγμάτων δʼ εὐμουσίαν ἄσκει</quote>, καὶ ἄσκει ὁπόθεν δόξεις φρονεῖν, <quote type="prose">ἄλλοις τὰ κομψὰ ταῦτα ἀφείς</quote>, εἴτε ληρήματα χρὴ φάναι εἶναι εἴτε φλυαρίας, <quote type="prose">ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις</quote>· ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τὰ μικρὰ <milestone unit="section" resp="Stephanus" n="486d"/> ταῦτα, ἀλλʼ οἷς ἔστιν καὶ βίος καὶ δόξα καὶ ἄλλα πολλὰ ἀγαθά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχήν, ὦ Καλλίκλεις, οὐκ ἂν οἴει με ἅσμενον εὑρεῖν τούτων τινὰ τῶν λίθων ᾗ βασανίζουσιν τὸν χρυσόν, τὴν ἀρίστην, πρὸς ἥντινα ἔμελλον προσαγαγὼν αὐτήν, εἴ μοι ὁμολογήσειεν ἐκείνη καλῶς τεθεραπεῦσθαι τὴν ψυχήν, εὖ εἴσεσθαι ὅτι ἱκανῶς ἔχω καὶ οὐδέν με δεῖ ἄλλης βασάνου;</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="486e"/><label>ΚΑΛ.</label> πρὸς τί δὴ τοῦτο ἐρωτᾷς, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ· νῦν οἶμαι ἐγὼ σοὶ ἐντετυχηκὼς τοιούτῳ ἑρμαίῳ ἐντετυχηκέναι.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> τί δή;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>