<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:474</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:474</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="474"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Πῶλε, οὐκ εἰμὶ τῶν πολιτικῶν, καὶ πέρυσι βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, <milestone n="474" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="474a"/>γέλωτα παρεῖχον καὶ οὐκ ἠπιστάμην ἐπιψηφίζειν. μὴ οὖν μηδὲ νῦν με κέλευε ἐπιψηφίζειν τοὺς παρόντας, ἀλλʼ εἰ μὴ ἔχεις τούτων βελτίω ἔλεγχον, ὅπερ νυνδὴ ἐγὼ ἔλεγον, ἐμοὶ ἐν τῷ μέρει παράδος, καὶ πείρασαι τοῦ ἐλέγχου οἷον ἐγὼ οἶμαι δεῖν εἶναι. ἐγὼ γὰρ ὧν ἂν λέγω ἕνα μὲν παρασχέσθαι μάρτυρα ἐπίσταμαι, αὐτὸν πρὸς ὃν ἄν μοι ὁ λόγος ᾖ, τοὺς δὲ πολλοὺς ἐῶ χαίρειν, καὶ ἕνα ἐπιψηφίζειν ἐπίσταμαι, τοῖς δὲ <milestone unit="section" resp="Stephanus" n="474b"/> πολλοῖς οὐδὲ διαλέγομαι. ὅρα οὖν εἰ ἐθελήσεις ἐν τῷ μέρει διδόναι ἔλεγχον ἀποκρινόμενος τὰ ἐρωτώμενα. ἐγὼ γὰρ δὴ οἶμαι καὶ ἐμὲ καὶ σὲ καὶ τοὺς ἄλλους ἀνθρώπους τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον ἡγεῖσθαι καὶ τὸ μὴ διδόναι δίκην τοῦ διδόναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐγὼ δέ γε οὔτʼ ἐμὲ οὔτʼ ἄλλον ἀνθρώπων οὐδένα. ἐπεὶ σὺ δέξαιʼ ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ σύ γʼ ἂν καὶ οἱ ἄλλοι πάντες.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πολλοῦ γε δεῖ, ἀλλʼ οὔτʼ ἐγὼ οὔτε σὺ οὔτʼ ἄλλος οὐδείς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="474c"/><label>ΣΩ.</label> οὔκουν ἀποκρινῇ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν· καὶ γὰρ ἐπιθυμῶ εἰδέναι ὅτι ποτʼ ἐρεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι, ἵνʼ εἰδῇς, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς σε ἠρώτων· πότερον δοκεῖ σοι, ὦ Πῶλε, κάκιον εἶναι, τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τὸ ἀδικεῖσθαι ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; αἴσχιον πότερον τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι; ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τὸ ἀδικεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ κάκιον, εἴπερ αἴσχιον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἥκιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνω· οὐ <milestone unit="section" resp="Stephanus" n="474d"/> ταὐτὸν ἡγῇ σύ, ὡς ἔοικας, καλόν τε καὶ ἀγαθὸν καὶ κακὸν καὶ αἰσχρόν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τόδε; τὰ καλὰ πάντα, οἷον καὶ σώματα καὶ χρώματα καὶ σχήματα καὶ φωνὰς καὶ ἐπιτηδεύματα, εἰς οὐδὲν ἀποβλέπων καλεῖς ἑκάστοτε καλά; οἷον πρῶτον τὰ σώματα τὰ καλὰ οὐχὶ ἤτοι κατὰ τὴν χρείαν λέγεις καλὰ εἶναι, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο, ἢ κατὰ ἡδονήν τινα, ἐὰν ἐν τῷ θεωρεῖσθαι χαίρειν ποιῇ τοὺς θεωροῦντας; ἔχεις τι ἐκτὸς τούτων λέγειν περὶ σώματος κάλλους;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="474e"/><label>ΠΩΛ.</label> οὐκ ἔχω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τἆλλα πάντα οὕτω καὶ σχήματα καὶ χρώματα ἢ διὰ ἡδονήν τινα ἢ διὰ ὠφελίαν ἢ διʼ ἀμφότερα καλὰ προσαγορεύεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ τὰς φωνὰς καὶ τὰ κατὰ τὴν μουσικὴν πάντα ὡσαύτως;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τά γε κατὰ τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα οὐ δήπου ἐκτὸς τούτων ἐστίν, τὰ καλά, τοῦ ἢ ὠφέλιμα εἶναι ἢ ἡδέα ἢ ἀμφότερα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>