<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:470</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:470</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="470"><p><said who="#Σωκράτης"><milestone n="470" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="470a"/><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν διʼ ὅτι μέμφῃ τὴν τοιαύτην δύναμιν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δή; λέγε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὅτι ἀναγκαῖον τὸν οὕτω πράττοντα ζημιοῦσθαί ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ ζημιοῦσθαι οὐ κακόν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ θαυμάσιε, <del>τὸ μέγα δύνασθαι</del> πάλιν αὖ σοι φαίνεται, ἐὰν μὲν πράττοντι ἃ δοκεῖ ἕπηται τὸ ὠφελίμως πράττειν, ἀγαθόν τε εἶναι, καὶ τοῦτο, ὡς ἔοικεν, ἐστὶν τὸ μέγα δύνασθαι· εἰ δὲ μή, κακὸν καὶ σμικρὸν δύνασθαι. <milestone unit="section" resp="Stephanus" n="470b"/> σκεψώμεθα δὲ καὶ τόδε· ἄλλο τι ὁμολογοῦμεν ἐνίοτε μὲν ἄμεινον εἶναι ταῦτα ποιεῖν ἃ νυνδὴ ἐλέγομεν, ἀποκτεινύναι τε καὶ ἐξελαύνειν ἀνθρώπους καὶ ἀφαιρεῖσθαι χρήματα, ἐνίοτε δὲ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν δή, ὡς ἔοικε, καὶ παρὰ σοῦ καὶ παρʼ ἐμοῦ ὁμολογεῖται.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότε οὖν σὺ φῂς ἄμεινον εἶναι ταῦτα ποιεῖν; εἰπὲ τίνα ὅρον ὁρίζῃ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> σὺ μὲν οὖν, ὦ Σώκρατες, ἀπόκριναι <del>ταὐτὸ</del> τοῦτο.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="470c"/><label>ΣΩ.</label> ἐγὼ μὲν τοίνυν φημί, ὦ Πῶλε, εἴ σοι παρʼ ἐμοῦ ἥδιόν ἐστιν ἀκούειν, ὅταν μὲν δικαίως τις ταῦτα ποιῇ, ἄμεινον εἶναι, ὅταν δὲ ἀδίκως, κάκιον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> χαλεπόν γέ σε ἐλέγξαι, ὦ Σώκρατες· ἀλλʼ οὐχὶ κἂν παῖς σε ἐλέγξειεν ὅτι οὐκ ἀληθῆ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλὴν ἄρα ἐγὼ τῷ παιδὶ χάριν ἕξω, ἴσην δὲ καὶ σοί, ἐάν με ἐλέγξῃς καὶ ἀπαλλάξῃς φλυαρίας. ἀλλὰ μὴ κάμῃς φίλον ἄνδρα εὐεργετῶν, ἀλλʼ ἔλεγχε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ μήν, ὦ Σώκρατες, οὐδέν γέ σε δεῖ παλαιοῖς <milestone unit="section" resp="Stephanus" n="470d"/> πράγμασιν ἐλέγχειν· τὰ γὰρ ἐχθὲς καὶ πρώην γεγονότα ταῦτα ἱκανά σε ἐξελέγξαι ἐστὶν καὶ ἀποδεῖξαι ὡς πολλοὶ ἀδικοῦντες ἄνθρωποι εὐδαίμονές εἰσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ ποῖα ταῦτα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> Ἀρχέλαον δήπου τοῦτον τὸν Περδίκκου ὁρᾷς ἄρχοντα Μακεδονίας;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ μή, ἀλλʼ ἀκούω γε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> εὐδαίμων οὖν σοι δοκεῖ εἶναι ἢ ἄθλιος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶδα, ὦ Πῶλε· οὐ γάρ πω συγγέγονα τῷ ἀνδρί.</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="470e"/><label>ΠΩΛ.</label> τί δέ; συγγενόμενος ἂν γνοίης, ἄλλως δὲ αὐτόθεν οὐ γιγνώσκεις ὅτι εὐδαιμονεῖ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὰ Δίʼ οὐ δῆτα.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι οὐδὲ τὸν μέγαν βασιλέα γιγνώσκειν φήσεις εὐδαίμονα ὄντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἀληθῆ γε ἐρῶ· οὐ γὰρ οἶδα παιδείας ὅπως ἔχει καὶ δικαιοσύνης.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; ἐν τούτῳ ἡ πᾶσα εὐδαιμονία ἐστίν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥς γε ἐγὼ λέγω, ὦ Πῶλε· τὸν μὲν γὰρ καλὸν καὶ ἀγαθὸν ἄνδρα καὶ γυναῖκα εὐδαίμονα εἶναί φημι, τὸν δὲ ἄδικον καὶ πονηρὸν ἄθλιον.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>