<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:469</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:469</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="469"><p><said who="#Πῶλος"><milestone n="469" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="469a"/><label>ΠΩΛ.</label> ὁπότερʼ ἂν ποιῇ, οὐκ ἀμφοτέρως ζηλωτόν ἐστιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὐφήμει, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι οὐ χρὴ οὔτε τοὺς ἀζηλώτους ζηλοῦν οὔτε τοὺς ἀθλίους, ἀλλʼ ἐλεεῖν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; οὕτω σοι δοκεῖ ἔχειν περὶ ὧν ἐγὼ λέγω τῶν ἀνθρώπων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὅστις οὖν ἀποκτείνυσιν ὃν ἂν δόξῃ αὐτῷ, δικαίως ἀποκτεινύς, ἄθλιος δοκεῖ σοι εἶναι καὶ ἐλεινός;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἔμοιγε, οὐδὲ μέντοι ζηλωτός.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἄρτι ἄθλιον ἔφησθα εἶναι;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="469b"/><label>ΣΩ.</label> τὸν ἀδίκως γε, ὦ ἑταῖρε, ἀποκτείναντα, καὶ ἐλεινόν γε πρός· τὸν δὲ δικαίως ἀζήλωτον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἦ που ὅ γε ἀποθνῄσκων ἀδίκως ἐλεινός τε καὶ ἄθλιός ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧττον ἢ ὁ ἀποκτεινύς, ὦ Πῶλε, καὶ ἧττον ἢ ὁ δικαίως ἀποθνῄσκων.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς δῆτα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτως, ὡς μέγιστον τῶν κακῶν τυγχάνει ὂν τὸ ἀδικεῖν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἦ γὰρ τοῦτο μέγιστον; οὐ τὸ ἀδικεῖσθαι μεῖζον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἥκιστά γε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="469c"/><label>ΣΩ.</label> βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα· εἰ δʼ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἔγωγε τοῦτο λέγω ὅπερ ἄρτι, ἐξεῖναι ἐν τῇ πόλει, ὃ ἂν δοκῇ αὐτῷ, ποιεῖν τοῦτο, καὶ ἀποκτεινύντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὐτοῦ δόξαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μακάριε, ἐμοῦ δὴ λέγοντος τῷ λόγῳ ἐπιλαβοῦ. <milestone unit="section" resp="Stephanus" n="469d"/> εἰ γὰρ ἐγὼ ἐν ἀγορᾷ πληθούσῃ λαβὼν ὑπὸ μάλης ἐγχειρίδιον λέγοιμι πρὸς σὲ ὅτι <q>ὦ Πῶλε, ἐμοὶ δύναμίς τις καὶ τυραννὶς θαυμασία ἄρτι προσγέγονεν· ἐὰν γὰρ ἄρα ἐμοὶ δόξῃ τινὰ τουτωνὶ τῶν ἀνθρώπων ὧν σὺ ὁρᾷς αὐτίκα μάλα δεῖν τεθνάναι, τεθνήξει οὗτος ὃν ἂν δόξῃ· κἄν τινα δόξῃ μοι τῆς κεφαλῆς αὐτῶν καταγῆναι δεῖν, κατεαγὼς ἔσται αὐτίκα μάλα, κἂν θοἰμάτιον διεσχίσθαι, διεσχισμένον ἔσται—οὕτω <milestone unit="section" resp="Stephanus" n="469e"/> μέγα ἐγὼ δύναμαι ἐν τῇδε τῇ πόλει,</q> εἰ οὖν ἀπιστοῦντί σοι δείξαιμι τὸ ἐγχειρίδιον, ἴσως ἂν εἴποις ἰδὼν ὅτι <q>ὦ Σώκρατες, οὕτω μὲν πάντες ἂν μέγα δύναιντο, ἐπεὶ κἂν ἐμπρησθείη οἰκία τούτῳ τῷ τρόπῳ ἥντινά σοι δοκοῖ, καὶ τά γε Ἀθηναίων νεώρια καὶ αἱ τριήρεις καὶ τὰ πλοῖα πάντα καὶ τὰ δημόσια καὶ τὰ ἴδια·</q> ἀλλʼ οὐκ ἄρα τοῦτʼ ἔστιν τὸ μέγα δύνασθαι, τὸ ποιεῖν ἃ δοκεῖ αὐτῷ· ἢ δοκεῖ σοι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ δῆτα οὕτω γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>