<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:466</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:466</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="466"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἐὰν μὲν οὖν καὶ <milestone n="466" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="466a"/>ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι, ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι· δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον. ἀλλʼ οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε; τί τάχα δράσεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἆρʼ οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="466b"/><label>ΣΩ.</label> ἐρώτημα τοῦτʼ ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐρωτῶ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ νομίζεσθαι ἔμοιγε δοκοῦσιν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς οὐ νομίζεσθαι; οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ μὴν λέγω γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε <milestone unit="section" resp="Stephanus" n="466c"/> ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἔγωγε σὲ ἐρωτῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν, ὦ φίλε· ἔπειτα δύο ἅμα με ἐρωτᾷς;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς δύο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρτι οὕτω πως ἔλεγες· <q>ἦ οὐχὶ ἀποκτεινύασιν <milestone unit="section" resp="Stephanus" n="466d"/> οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;</q></said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω τοίνυν σοι ὅτι δύο ταῦτʼ ἐστιν τὰ ἐρωτήματα, καὶ ἀποκρινοῦμαί γέ σοι πρὸς ἀμφότερα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσιν σμικρότατον, ὥσπερ νυνδὴ ἔλεγον· οὐδὲν <milestone unit="section" resp="Stephanus" n="466e"/> γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅτι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκοῦν τοῦτο ἔστιν τὸ μέγα δύνασθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔχ, ὥς γέ φησιν πῶλος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐγὼ οὔ φημι; φημὶ μὲν οὖν ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὰ τὸν—οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φημὶ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγαθὸν οὖν οἴει εἶναι, ἐάν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σὺ μέγα δύνασθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἔγωγε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>