<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:447</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:447</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="447"><p><said who="#Καλλίκλης"><milestone n="447" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="447a"/><label>ΚΑΛ.</label> πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.</said></p><p><said who="#Χαιρεφῶν"><milestone unit="section" resp="Stephanus" n="447b"/><label>ΧΑΙ.</label> οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστʼ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἐπʼ αὐτό γέ τοι τοῦτο πάρεσμεν.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐκοῦν ὅταν βούλησθε παρʼ ἐμὲ ἥκειν οἴκαδε· παρʼ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλʼ ἆρα ἐθελήσειεν ἂν <milestone unit="section" resp="Stephanus" n="447c"/> ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρʼ αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει· τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτʼ ἦν τῆς ἐπιδείξεως· ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> τί ἔρωμαι;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="447d"/><label>ΣΩ.</label> ὅστις ἐστίν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος· ἢ οὐ μανθάνεις ὡς λέγω;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>