<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2:309-314</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2:309-314</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="309"><p><said who="#Ἑταῖρος"><milestone n="309" unit="page"/><milestone unit="section" resp="Stephanus" n="309a"/><label>ΕΤ.</label> πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, <milestone unit="section" resp="Stephanus" n="309b"/> ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ <add>πρῶτον</add> ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τί οὖν τὰ νῦν; ἦ παρʼ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ· καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπʼ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά. <milestone unit="section" resp="Stephanus" n="309c"/> </said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ πολύ γε.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τί φῄς; ἀστῷ ἢ ξένῳ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ξένῳ.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ποδαπῷ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἀβδηρίτῃ.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς δʼ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἀλλʼ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει; <milestone unit="section" resp="Stephanus" n="309d"/> </said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τρίτην γε ἤδη ἡμέραν.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="310"><p><said who="#Σωκράτης"><milestone n="310" unit="page"/><milestone unit="section" resp="Stephanus" n="310a"/><label>ΣΩ.</label> πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διπλῆ ἂν εἴη ἡ χάρις. ἀλλʼ οὖν ἀκούετε.

<milestone unit="para" ed="P"/>τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν <milestone unit="section" resp="Stephanus" n="310b"/> θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, <said who="#Ἱπποκράτης" direct="false">ὦ Σώκρατες,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ἐγρήγορας ἢ καθεύδεις;</said> καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, <q type="emph">Ἱπποκράτης,</q> ἔφην, <q type="emph">οὗτος· μή τι νεώτερον ἀγγέλλεις;</q> <said who="#Ἱπποκράτης" direct="false">οὐδέν γʼ,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποκράτης" direct="false">εἰ μὴ ἀγαθά γε.</said> <q type="emph">εὖ ἂν λέγοις,</q> ἦν δʼ ἐγώ· <q type="emph">ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;</q> <said who="#Ἱπποκράτης" direct="false">Πρωταγόρας,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ἥκει,</said> στὰς παρʼ ἐμοί. <q type="emph">πρῴην,</q> ἔφην ἐγώ· <q type="emph">σὺ δὲ ἄρτι πέπυσαι;</q> <said who="#Ἱπποκράτης" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ἑσπέρας γε.</said> <milestone unit="section" resp="Stephanus" n="310c"/> καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν· <said who="#Ἱπποκράτης" direct="false">ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα· καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι· ἐπειδὴ <milestone unit="section" resp="Stephanus" n="310d"/> δὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς οὕτω δεῦρο ἐπορευόμην.</said> καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν, <q type="emph">τί οὖν σοι,</q> ἦν δʼ ἐγώ, <q type="emph">τοῦτο; μῶν τί σε ἀδικεῖ Πρωταγόρας;</q> καὶ ὃς γελάσας, <said who="#Ἱπποκράτης" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ.</said> <q type="emph">ἀλλὰ ναὶ μὰ Δία,</q> ἔφην ἐγώ, <q type="emph">ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ σὲ σοφόν.</q> <said who="#Ἱπποκράτης" direct="false">εἰ γάρ,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποκράτης" direct="false">ὦ Ζεῦ καὶ θεοί, ἐν <milestone unit="section" resp="Stephanus" n="310e"/> τούτῳ εἴη· ὡς οὔτʼ ἂν τῶν ἐμῶν ἐπιλίποιμι οὐδὲν οὔτε τῶν φίλων· ἀλλʼ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμοῦ διαλεχθῇς αὐτῷ. ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδʼ ἀκήκοα οὐδέν· ἔτι γὰρ παῖς ἦ ὅτε τὸ πρότερον ἐπεδήμησε.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="311"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Ἱπποκράτης" direct="false" rend="merge">ἀλλὰ γάρ, ὦ Σώκρατες, πάντες τὸν ἄνδρα ἐπαινοῦσιν καί φασιν σοφώτατον εἶναι λέγειν· ἀλλὰ τί οὐ βαδίζομεν παρʼ αὐτόν, ἵνα
<milestone n="311" unit="page"/><milestone unit="section" resp="Stephanus" n="311a"/>ἔνδον καταλάβωμεν; καταλύει δʼ, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου· ἀλλʼ ἴωμεν.</said> καὶ ἐγὼ εἶπον· <q type="emph">μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν—πρῲ γάρ ἐστιν—ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως ἂν φῶς γένηται· εἶτα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν, ὡς τὸ εἰκός, ἔνδον.</q>

<milestone unit="para" ed="P"/>μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν· καὶ ἐγὼ <milestone unit="section" resp="Stephanus" n="311b"/> ἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, εἰπέ μοι, ἔφην ἐγώ, ὦ Ἱππόκρατες, παρὰ Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο· <q type="spoken">εἰπέ μοι, μέλλεις τελεῖν, ὦ Ἱππόκρατες, Ἱπποκράτει <milestone unit="section" resp="Stephanus" n="311c"/> μισθὸν ὡς τίνι ὄντι;</q> τί ἂν ἀπεκρίνω;—<said who="#Ἱπποκράτης" direct="false">εἶπον ἄν,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ὅτι ὡς ἰατρῷ.</said>—<q type="spoken">ὡς τίς γενησόμενος;</q>—<said who="#Ἱπποκράτης" direct="false">ὡς ἰατρός,</said> ἔφη.—εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο· <q type="spoken">τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ;</q> τί ἂν ἀπεκρίνω;—<said who="#Ἱπποκράτης" direct="false">εἶπον ἂν ὡς ἀγαλματοποιοῖς.</said>—<q type="spoken">ὡς τίς δὲ γενησόμενος αὐτός;</q>—<said who="#Ἱπποκράτης" direct="false">δῆλον ὅτι ἀγαλματοποιός.</said>—εἶεν, ἦν δʼ ἐγώ· <milestone unit="section" resp="Stephanus" n="311d"/> παρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ, ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες. εἰ οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο· <q type="spoken">εἰπέ μοι, ὦ Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν;</q> τί ἂν αὐτῷ <milestone unit="section" resp="Stephanus" n="311e"/> ἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρωταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούομεν;—<said who="#Ἱπποκράτης" direct="false">σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὦ Σώκρατες, τὸν ἄνδρα εἶναι,</said> ἔφη.—ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ χρήματα;—<said who="#Ἱπποκράτης" direct="false">μάλιστα.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="312"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label>  
               εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο·
               
<milestone n="312" unit="page"/><milestone unit="section" resp="Stephanus" n="312a"/><q type="spoken">αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχῃ παρὰ τὸν Πρωταγόραν;</q>—καὶ ὃς εἶπεν ἐρυθριάσας—ἤδη γὰρ ὑπέφαινέν τι ἡμέρας, ὥστε καταφανῆ αὐτὸν γενέσθαι—<said who="#Ἱπποκράτης" direct="false">εἰ μέν τι τοῖς ἔμπροσθεν ἔοικεν, δῆλον ὅτι σοφιστὴς γενησόμενος.</said>—σὺ δέ, ἦν δʼ ἐγώ, πρὸς θεῶν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς Ἕλληνας σαυτὸν σοφιστὴν παρέχων;—<said who="#Ἱπποκράτης" direct="false">νὴ τὸν Δία, ὦ Σώκρατες, εἴπερ γε ἃ διανοοῦμαι χρὴ λέγειν.</said>—ἀλλʼ ἄρα, ὦ Ἱππόκρατες, μὴ οὐ τοιαύτην ὑπολαμβάνεις σου τὴν παρὰ Πρωταγόρου μάθησιν <milestone unit="section" resp="Stephanus" n="312b"/> ἔσεσθαι, ἀλλʼ οἵαπερ ἡ παρὰ τοῦ γραμματιστοῦ ἐγένετο καὶ κιθαριστοῦ καὶ παιδοτρίβου; τούτων γὰρ σὺ ἑκάστην οὐκ ἐπὶ τέχνῃ ἔμαθες, ὡς δημιουργὸς ἐσόμενος, ἀλλʼ ἐπὶ παιδείᾳ, ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει.—<said who="#Ἱπποκράτης" direct="false">πάνυ μὲν οὖν μοι δοκεῖ,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">τοιαύτη μᾶλλον εἶναι ἡ παρὰ Πρωταγόρου μάθησις.</said>

<milestone unit="para" ed="P"/>οἶσθα οὖν ὃ μέλλεις νῦν πράττειν, ἤ σε λανθάνει; ἦν δʼ ἐγώ.—<said who="#Ἱπποκράτης" direct="false">τοῦ πέρι;</said>—ὅτι μέλλεις τὴν ψυχὴν τὴν σαυτοῦ παρασχεῖν <milestone unit="section" resp="Stephanus" n="312c"/> θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ· ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμʼ ἂν εἰ οἶσθα. καίτοι εἰ τοῦτʼ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτʼ εἰ ἀγαθῷ οὔτʼ εἰ κακῷ πράγματι.—<said who="#Ἱπποκράτης" direct="false">οἶμαί γʼ,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">εἰδέναι.</said>—λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;—<said who="#Ἱπποκράτης" direct="false">ἐγὼ μέν,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποκράτης" direct="false">ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα.</said>—οὐκοῦν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες· ἀλλʼ <milestone unit="section" resp="Stephanus" n="312d"/> εἴ τις ἔροιτο ἡμᾶς, <q type="spoken">τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπιστήμονες,</q> εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργασίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως. εἰ δέ τις ἐκεῖνο ἔροιτο, <q type="spoken">ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν;</q> τί ἂν ἀποκρινοίμεθα αὐτῷ; ποίας ἐργασίας ἐπιστάτης;—<said who="#Ἱπποκράτης" direct="false">τί ἂν εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι δεινὸν λέγειν;</said>—ἴσως ἄν, ἦν δʼ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ μέντοι ἱκανῶς γε· ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν· ὥσπερ ὁ κιθαριστὴς <milestone unit="section" resp="Stephanus" n="312e"/> δεινὸν δήπου ποιεῖ λέγειν περὶ οὗπερ καὶ ἐπιστήμονα, περὶ κιθαρίσεως· ἦ γάρ;—<said who="#Ἱπποκράτης" direct="false">ναί.</said>—εἶεν· ὁ δὲ δὴ σοφιστὴς περὶ τίνος δεινὸν ποιεῖ λέγειν;—<said who="#Ἱπποκράτης" direct="false">δῆλον ὅτι περὶ οὗπερ καὶ ἐπίστασθαι;</said>—εἰκός γε. τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ;—<said who="#Ἱπποκράτης" direct="false">μὰ Δίʼ,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">οὐκέτι ἔχω σοι λέγειν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="313"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone n="313" unit="page"/><milestone unit="section" resp="Stephanus" n="313a"/><milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον μετὰ τοῦτο· τί οὖν; οἶσθα εἰς οἷόν τινα κίνδυνον ἔρχῃ ὑποθήσων τὴν ψυχήν; ἢ εἰ μὲν τὸ σῶμα ἐπιτρέπειν σε ἔδει τῳ διακινδυνεύοντα ἢ χρηστὸν αὐτὸ γενέσθαι ἢ πονηρόν, πολλὰ ἂν περιεσκέψω εἴτʼ ἐπιτρεπτέον εἴτε οὔ, καὶ εἰς συμβουλὴν τούς τε φίλους ἂν παρεκάλεις καὶ τοὺς οἰκείους σκοπούμενος ἡμέρας συχνάς· ὃ δὲ περὶ πλείονος τοῦ σώματος ἡγῇ, τὴν ψυχήν, καὶ ἐν ᾧ πάντʼ ἐστὶν τὰ σὰ ἢ εὖ ἢ κακῶς πράττειν, χρηστοῦ ἢ πονηροῦ αὐτοῦ γενομένου, περὶ δὲ τούτου οὔτε τῷ πατρὶ οὔτε τῷ ἀδελφῷ <milestone unit="section" resp="Stephanus" n="313b"/> ἐπεκοινώσω οὔτε ἡμῶν τῶν ἑταίρων οὐδενί, εἴτʼ ἐπιτρεπτέον εἴτε καὶ οὐ τῷ ἀφικομένῳ τούτῳ ξένῳ τὴν σὴν ψυχήν, ἀλλʼ ἑσπέρας ἀκούσας, ὡς φῄς, ὄρθριος ἥκων περὶ μὲν τούτου οὐδένα λόγον οὐδὲ συμβουλὴν ποιῇ, εἴτε χρὴ ἐπιτρέπειν σαυτὸν αὐτῷ εἴτε μή, ἕτοιμος δʼ εἶ ἀναλίσκειν τά τε σαυτοῦ καὶ τὰ τῶν φίλων χρήματα, ὡς ἤδη διεγνωκὼς ὅτι πάντως συνεστέον Πρωταγόρᾳ, ὃν οὔτε γιγνώσκεις, ὡς φῄς, οὔτε <milestone unit="section" resp="Stephanus" n="313c"/> διείλεξαι οὐδεπώποτε, σοφιστὴν δʼ ὀνομάζεις, τὸν δὲ σοφιστὴν ὅτι ποτʼ ἔστιν φαίνῃ ἀγνοῶν, ᾧ μέλλεις σαυτὸν ἐπιτρέπειν;—καὶ ὃς ἀκούσας, <said who="#Ἱπποκράτης" direct="false">ἔοικεν,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ὦ Σώκρατες, ἐξ ὧν σὺ λέγεις.</said>—ἆρʼ οὖν, ὦ Ἱππόκρατες, ὁ σοφιστὴς τυγχάνει ὢν ἔμπορός τις ἢ κάπηλος τῶν ἀγωγίμων, ἀφʼ ὧν ψυχὴ τρέφεται; φαίνεται γὰρ ἔμοιγε τοιοῦτός τις.—<said who="#Ἱπποκράτης" direct="false">τρέφεται δέ, ὦ Σώκρατες, ψυχὴ τίνι;</said>—μαθήμασιν δήπου, ἦν δʼ ἐγώ. καὶ ὅπως γε μή, ὦ ἑταῖρε, ὁ σοφιστὴς ἐπαινῶν ἃ πωλεῖ ἐξαπατήσῃ ἡμᾶς, ὥσπερ οἱ περὶ τὴν τοῦ σώματος τροφήν, ὁ <milestone unit="section" resp="Stephanus" n="313d"/> ἔμπορός τε καὶ κάπηλος. καὶ γὰρ οὗτοί που ὧν ἄγουσιν ἀγωγίμων οὔτε αὐτοὶ ἴσασιν ὅτι χρηστὸν ἢ πονηρὸν περὶ τὸ σῶμα, ἐπαινοῦσιν δὲ πάντα πωλοῦντες, οὔτε οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ γυμναστικὸς ἢ ἰατρὸς ὤν. οὕτω δὲ καὶ οἱ τὰ μαθήματα περιάγοντες κατὰ τὰς πόλεις καὶ πωλοῦντες καὶ καπηλεύοντες τῷ ἀεὶ ἐπιθυμοῦντι ἐπαινοῦσιν μὲν πάντα ἃ πωλοῦσιν, τάχα δʼ ἄν τινες, ὦ ἄριστε, καὶ τούτων ἀγνοοῖεν ὧν πωλοῦσιν ὅτι χρηστὸν ἢ πονηρὸν <milestone unit="section" resp="Stephanus" n="313e"/> πρὸς τὴν ψυχήν· ὡς δʼ αὕτως καὶ οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ περὶ τὴν ψυχὴν αὖ ἰατρικὸς ὤν. εἰ μὲν οὖν σὺ τυγχάνεις ἐπιστήμων τούτων τί χρηστὸν καὶ πονηρόν, ἀσφαλές σοι ὠνεῖσθαι μαθήματα καὶ παρὰ Πρωταγόρου καὶ παρʼ ἄλλου ὁτουοῦν· εἰ δὲ μή, ὅρα, ὦ μακάριε,
<milestone n="314" unit="page"/><milestone unit="section" resp="Stephanus" n="314a"/>μὴ περὶ τοῖς φιλτάτοις κυβεύῃς τε καὶ κινδυνεύῃς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="314"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label>  
                καὶ γὰρ δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ ἐν τῇ τῶν σιτίων. σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ τοῦ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀποφέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σῶμα πιόντα ἢ φαγόντα, καταθέμενον οἴκαδε ἔξεστιν συμβουλεύσασθαι, παρακαλέσαντα τὸν ἐπαΐοντα, ὅτι τε ἐδεστέον ἢ ποτέον καὶ ὅτι μή, καὶ ὁπόσον καὶ ὁπότε· ὥστε ἐν τῇ ὠνῇ οὐ μέγας ὁ <milestone unit="section" resp="Stephanus" n="314b"/> κίνδυνος. μαθήματα δὲ οὐκ ἔστιν ἐν ἄλλῳ ἀγγείῳ ἀπενεγκεῖν, ἀλλʼ ἀνάγκη καταθέντα τὴν τιμὴν τὸ μάθημα ἐν αὐτῇ τῇ ψυχῇ λαβόντα καὶ μαθόντα ἀπιέναι ἢ βεβλαμμένον ἢ ὠφελημένον. ταῦτα οὖν σκοπώμεθα καὶ μετὰ τῶν πρεσβυτέρων ἡμῶν· ἡμεῖς γὰρ ἔτι νέοι ὥστε τοσοῦτον πρᾶγμα διελέσθαι. νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοινωσώμεθα· καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, <milestone unit="section" resp="Stephanus" n="314c"/> ἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος—οἶμαι δὲ καὶ πρόδικον τὸν Κεῖον—καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.

<milestone unit="para" ed="P"/>δόξαν ἡμῖν ταῦτα ἐπορευόμεθα· ἐπειδὴ δὲ ἐν τῷ προθύρῳ ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμῖν κατὰ τὴν ὁδὸν ἐνέπεσεν· ἵνʼ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τῷ προθύρῳ διελεγόμεθα ἕως συνωμολογήσαμεν ἀλλήλοις. δοκεῖ οὖν μοι, ὁ θυρωρός, εὐνοῦχός τις, κατήκουεν ἡμῶν, κινδυνεύει δὲ <milestone unit="section" resp="Stephanus" n="314d"/> διὰ τὸ πλῆθος τῶν σοφιστῶν ἄχθεσθαι τοῖς φοιτῶσιν εἰς τὴν οἰκίαν· ἐπειδὴ γοῦν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς, <said direct="false">ἔα,</said> ἔφη, <said direct="false">σοφισταί τινες· οὐ σχολὴ αὐτῷ·</said> καὶ ἅμα ἀμφοῖν τοῖν χεροῖν τὴν θύραν πάνυ προθύμως ὡς οἷός τʼ ἦν ἐπήραξεν. καὶ ἡμεῖς πάλιν ἐκρούομεν, καὶ ὃς ἐγκεκλῃμένης τῆς θύρας ἀποκρινόμενος εἶπεν, <said direct="false">ὦ ἄνθρωποι,</said> ἔφη, <said direct="false">οὐκ ἀκηκόατε ὅτι οὐ σχολὴ αὐτῷ;</said> <q type="spoken">ἀλλʼ ὠγαθέ,</q> ἔφην ἐγώ, <q type="spoken">οὔτε παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν. ἀλλὰ θάρρει· <milestone unit="section" resp="Stephanus" n="314e"/> Πρωταγόραν γάρ τοι δεόμενοι ἰδεῖν ἤλθομεν· εἰσάγγειλον οὖν.</q> μόγις οὖν ποτε ἡμῖν ἅνθρωπος ἀνέῳξεν τὴν θύραν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>