<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:303</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:303</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="303"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Διονυσόδωρος" direct="false">ἴθι δή μοι εὐθύς,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">εἰπέ· ἐπειδὴ σὸν ὁμολογεῖς εἶναι τὸν Δία <milestone n="303" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="303a"/> καὶ τοὺς ἄλλους θεούς, ἆρα ἔξεστί σοι αὐτοὺς ἀποδόσθαι ἢ δοῦναι ἢ ἄλλʼ ὅτι ἂν βούλῃ χρῆσθαι ὥσπερ τοῖς ἄλλοις ζῴοις;</said>

<milestone unit="para" ed="P"/> ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ὥσπερ πληγεὶς ὑπὸ τοῦ λόγου, ἐκείμην ἄφωνος· ὁ δὲ Κτήσιππός μοι ἰὼν ὡς βοηθήσων, <said who="#Κτήσιππος" direct="false">Πυππὰξ ὦ Ἡράκλεις,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καλοῦ λόγου.</said>—καὶ ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὁ Ἡρακλῆς πυππάξ ἐστιν ἢ ὁ πυππὰξ Ἡρακλῆς;</said>—καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Πόσειδον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">δεινῶν λόγων. ἀφίσταμαι· ἀμάχω τὼ ἄνδρε.</said> <milestone unit="section" resp="Stephanus" n="303b"/>

<milestone unit="para" ed="P"/> ἐνταῦθα μέντοι, ὦ φίλε Κρίτων, οὐδεὶς ὅστις οὐ τῶν παρόντων ὑπερεπῄνεσε τὸν λόγον καὶ τὼ ἄνδρε, καὶ γελῶντες καὶ κροτοῦντες καὶ χαίροντες ὀλίγου παρετάθησαν. ἐπὶ μὲν γὰρ τοῖς ἔμπροσθεν ἐφʼ ἑκάστοις πᾶσι παγκάλως ἐθορύβουν μόνοι οἱ τοῦ Εὐθυδήμου ἐρασταί, ἐνταῦθα δὲ ὀλίγου καὶ οἱ κίονες οἱ ἐν τῷ Λυκείῳ ἐθορύβησάν τʼ ἐπὶ τοῖν ἀνδροῖν καὶ ἥσθησαν. ἐγὼ μὲν οὖν καὶ αὐτὸς οὕτω διετέθην, ὥστε <milestone unit="section" resp="Stephanus" n="303c"/> ὁμολογεῖν μηδένας πώποτε ἀνθρώπους ἰδεῖν οὕτω σοφούς, καὶ παντάπασι καταδουλωθεὶς ὑπὸ τῆς σοφίας αὐτοῖν ἐπὶ τὸ ἐπαινεῖν τε καὶ ἐγκωμιάζειν αὐτὼ ἐτραπόμην, καὶ εἶπον· ὦ μακάριοι σφὼ τῆς θαυμαστῆς φύσεως, οἳ τοσοῦτον πρᾶγμα οὕτω ταχὺ καὶ ἐν ὀλίγῳ χρόνῳ ἐξείργασθον. πολλὰ μὲν οὖν καὶ ἄλλα οἱ λόγοι ὑμῶν καλὰ ἔχουσιν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε· ἐν δὲ τοῖς καὶ τοῦτο μεγαλοπρεπέστατον, ὅτι τῶν πολλῶν ἀνθρώπων καὶ τῶν σεμνῶν δὴ καὶ δοκούντων <milestone unit="section" resp="Stephanus" n="303d"/> τὶ εἶναι οὐδὲν ὑμῖν μέλει, ἀλλὰ τῶν ὁμοίων ὑμῖν μόνον. ἐγὼ γὰρ εὖ οἶδα ὅτι τούτους τοὺς λόγους πάνυ μὲν ἂν ὀλίγοι ἀγαπῷεν ἄνθρωποι ὅμοιοι ὑμῖν, οἱ δʼ ἄλλοι οὕτως ἀγνοοῦσιν αὐτούς, ὥστʼ εὖ οἶδα ὅτι αἰσχυνθεῖεν ἂν μᾶλλον ἐξελέγχοντες τοιούτοις λόγοις τοὺς ἄλλους ἢ αὐτοὶ ἐξελεγχόμενοι. καὶ τόδε αὖ ἕτερον δημοτικόν τι καὶ πρᾷον ἐν τοῖς λόγοις· ὁπόταν φῆτε μήτε καλὸν εἶναι μηδὲν μήτε ἀγαθὸν πρᾶγμα μήτε λευκὸν μηδʼ ἄλλο τῶν τοιούτων μηδέν, μηδὲ τὸ παράπαν <milestone unit="section" resp="Stephanus" n="303e"/> ἑτέρων ἕτερον, ἀτεχνῶς μὲν τῷ ὄντι συρράπτετε τὰ στόματα τῶν ἀνθρώπων, ὥσπερ καὶ φατέ· ὅτι δʼ οὐ μόνον τὰ τῶν ἄλλων, ἀλλὰ δόξαιτε ἂν καὶ τὰ ὑμέτερα αὐτῶν, τοῦτο πάνυ χαρίεν τέ ἐστιν καὶ τὸ ἐπαχθὲς τῶν λόγων ἀφαιρεῖται. τὸ δὲ δὴ μέγιστον, ὅτι ταῦτα οὕτως ἔχει ὑμῖν καὶ τεχνικῶς ἐξηύρηται, ὥστʼ ἐ<add>ν</add> πάνυ ὀλίγῳ χρόνῳ ὁντινοῦν ἂν μαθεῖν ἀνθρώπων· ἔγνων ἔγωγε καὶ τῷ Κτησίππῳ τὸν νοῦν προσέχων ὡς ταχὺ ὑμᾶς ἐκ τοῦ παραχρῆμα μιμεῖσθαι οἷός τε ἦν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>