<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:302</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:302</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="302"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">ἆρʼ οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ταῦτα ἡγῇ σὰ εἶναι, ὧν ἂν ἄρξῃς καὶ ἐξῇ <milestone n="302" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="302a"/> σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ; οἷον βοῦς καὶ πρόβατον, ἆρʼ ἂν ἡγοῖο ταῦτα σὰ εἶναι, ἅ σοι ἐξείη καὶ ἀποδόσθαι καὶ δοῦναι καὶ θῦσαι ὅτῳ βούλοιο θεῶν; ἃ δʼ ἂν μὴ οὕτως ἔχῃ, οὐ σά;</said>

<milestone unit="para" ed="P"/> κἀγώ (ᾔδη γὰρ ὅτι ἐξ αὐτῶν καλόν τι ἀνακύψοιτο τῶν ἐρωτημάτων, καὶ ἅμα βουλόμενος ὅτι τάχιστʼ ἀκοῦσαι) πάνυ μὲν οὖν, ἔφην, οὕτως ἔχει· τὰ τοιαῦτά ἐστιν μόνα ἐμά.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ; ζῷα,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">οὐ ταῦτα καλεῖς ἃ ἂν ψυχὴν ἔχῃ;</said> <milestone unit="section" resp="Stephanus" n="302b"/> ναί, ἔφην.—<said who="#Διονυσόδωρος" direct="false">ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἃ ἄν σοι ἐξουσία ᾖ πάντα ταῦτα ποιεῖν ἃ νυνδὴ ἐγὼ ἔλεγον;</said>—ὁμολογῶ.—καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος, <said who="#Διονυσόδωρος" direct="false">εἰπέ μοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος;</said>—καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν, ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος· οὐκ ἔστιν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε.—<said who="#Διονυσόδωρος" direct="false">ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος <milestone unit="section" resp="Stephanus" n="302c"/> εἶ καὶ οὐδὲ Ἀθηναῖος, ᾧ μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν.</said>—ἔα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε. ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων.—<said who="#Διονυσόδωρος" direct="false">εἶτα τοῖς ἄλλοις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος;</said>—οὐκ ἔστιν, ἦν δʼ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθʼ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθʼ ἡμῖν, <milestone unit="section" resp="Stephanus" n="302d"/> ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν· Ζεὺς δʼ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ἀρκεῖ γʼ,</said> ἔφη ὁ Διονυσόδωρος· <said who="#Διονυσόδωρος" direct="false">ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ.</said>—πάνυ, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ οὗτοι σοὶ θεοὶ ἂν εἶεν;</said> ἔφη.—πρόγονοι, ἦν δʼ ἐγώ, καὶ δεσπόται.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ οὖν σοί γε,</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">ἢ οὐ σοὺς ὡμολόγηκας αὐτοὺς εἶναι;</said>—ὡμολόγηκα, ἔφην· τί γὰρ πάθω;—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">καὶ ζῷά εἰσιν οὗτοι οἱ <milestone unit="section" resp="Stephanus" n="302e"/> θεοί; ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι. ἢ οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν;</said>—ἔχουσιν, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ ζῷά εἰσιν;</said>—ζῷα, ἔφην.—<said who="#Διονυσόδωρος" direct="false">τῶν δέ γε ζῴων,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὡμολόγηκας ταῦτʼ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ.</said>—ὡμολόγηκα, ἔφην· οὐκ ἔστιν γάρ μοι ἀνάδυσις, ὦ Εὐθύδημε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>