<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:301-303</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:301-303</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="301"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="301" unit="page"/><milestone unit="section" resp="Stephanus" n="301a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">ἆρα ἕτερα ὄντα τοῦ καλοῦ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἢ ταὐτὰ τῷ καλῷ;</said>

<milestone unit="para" ed="P"/> κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ· πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἐὰν οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ;</said>

<milestone unit="para" ed="P"/> εὐφήμει τοῦτό γε, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλὰ τίνα τρόπον,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη;</said> <milestone unit="section" resp="Stephanus" n="301b"/>

<milestone unit="para" ed="P"/> ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς; ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πῶς γὰρ οὐκ ἀπορῶ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι ὃ μὴ ἔστι;</said>

<milestone unit="para" ed="P"/> τί λέγεις, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν;—<said who="#Διονυσόδωρος" direct="false">ἐὰν ἔμοιγε,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">δοκῇ.</said>—οὐκοῦν δοκεῖ;—<said who="#Διονυσόδωρος" direct="false">πάνυ γʼ,</said> ἔφη.—οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον; οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλʼ <milestone unit="section" resp="Stephanus" n="301c"/> ἔγωγε οὐδʼ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν. ἀλλʼ, ὦ Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἶσθα οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν; πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα;</said>—ἔγωγε· ὅτι χαλκέα.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ, κεραμεύειν;</said>—κεραμέα.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν;</said> <milestone unit="section" resp="Stephanus" n="301d"/> μάγειρον, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ἐάν τις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει;</said>—μάλιστα.—<said who="#Διονυσόδωρος" direct="false">προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν; ὡμολόγησας ταῦτα ἢ οὔ;</said>—ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε.—<said who="#Διονυσόδωρος" direct="false">δῆλον τοίνυν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει· καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει.</said> <milestone unit="section" resp="Stephanus" n="301e"/>

<milestone unit="para" ed="P"/> ὦ Πόσειδον, ἦν δʼ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ. ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἐπιγνοίης ἂν αὐτήν, ὦ Σώκρατες,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">οἰκείαν γενομένην;</said>

<milestone unit="para" ed="P"/> ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">τὰ σαυτοῦ οἴει γιγνώσκειν;</said>

<milestone unit="para" ed="P"/> εἰ μή τι σὺ ἄλλο λέγεις· ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δʼ εἰς Εὐθύδημον τόνδε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="302"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">ἆρʼ οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ταῦτα ἡγῇ σὰ εἶναι, ὧν ἂν ἄρξῃς καὶ ἐξῇ <milestone n="302" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="302a"/> σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ; οἷον βοῦς καὶ πρόβατον, ἆρʼ ἂν ἡγοῖο ταῦτα σὰ εἶναι, ἅ σοι ἐξείη καὶ ἀποδόσθαι καὶ δοῦναι καὶ θῦσαι ὅτῳ βούλοιο θεῶν; ἃ δʼ ἂν μὴ οὕτως ἔχῃ, οὐ σά;</said>

<milestone unit="para" ed="P"/> κἀγώ (ᾔδη γὰρ ὅτι ἐξ αὐτῶν καλόν τι ἀνακύψοιτο τῶν ἐρωτημάτων, καὶ ἅμα βουλόμενος ὅτι τάχιστʼ ἀκοῦσαι) πάνυ μὲν οὖν, ἔφην, οὕτως ἔχει· τὰ τοιαῦτά ἐστιν μόνα ἐμά.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ; ζῷα,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">οὐ ταῦτα καλεῖς ἃ ἂν ψυχὴν ἔχῃ;</said> <milestone unit="section" resp="Stephanus" n="302b"/> ναί, ἔφην.—<said who="#Διονυσόδωρος" direct="false">ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἃ ἄν σοι ἐξουσία ᾖ πάντα ταῦτα ποιεῖν ἃ νυνδὴ ἐγὼ ἔλεγον;</said>—ὁμολογῶ.—καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος, <said who="#Διονυσόδωρος" direct="false">εἰπέ μοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος;</said>—καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν, ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος· οὐκ ἔστιν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε.—<said who="#Διονυσόδωρος" direct="false">ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος <milestone unit="section" resp="Stephanus" n="302c"/> εἶ καὶ οὐδὲ Ἀθηναῖος, ᾧ μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν.</said>—ἔα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε. ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων.—<said who="#Διονυσόδωρος" direct="false">εἶτα τοῖς ἄλλοις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος;</said>—οὐκ ἔστιν, ἦν δʼ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθʼ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθʼ ἡμῖν, <milestone unit="section" resp="Stephanus" n="302d"/> ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν· Ζεὺς δʼ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ἀρκεῖ γʼ,</said> ἔφη ὁ Διονυσόδωρος· <said who="#Διονυσόδωρος" direct="false">ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ.</said>—πάνυ, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ οὗτοι σοὶ θεοὶ ἂν εἶεν;</said> ἔφη.—πρόγονοι, ἦν δʼ ἐγώ, καὶ δεσπόται.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ οὖν σοί γε,</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">ἢ οὐ σοὺς ὡμολόγηκας αὐτοὺς εἶναι;</said>—ὡμολόγηκα, ἔφην· τί γὰρ πάθω;—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">καὶ ζῷά εἰσιν οὗτοι οἱ <milestone unit="section" resp="Stephanus" n="302e"/> θεοί; ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι. ἢ οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν;</said>—ἔχουσιν, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ ζῷά εἰσιν;</said>—ζῷα, ἔφην.—<said who="#Διονυσόδωρος" direct="false">τῶν δέ γε ζῴων,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὡμολόγηκας ταῦτʼ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ.</said>—ὡμολόγηκα, ἔφην· οὐκ ἔστιν γάρ μοι ἀνάδυσις, ὦ Εὐθύδημε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="303"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Διονυσόδωρος" direct="false">ἴθι δή μοι εὐθύς,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">εἰπέ· ἐπειδὴ σὸν ὁμολογεῖς εἶναι τὸν Δία <milestone n="303" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="303a"/> καὶ τοὺς ἄλλους θεούς, ἆρα ἔξεστί σοι αὐτοὺς ἀποδόσθαι ἢ δοῦναι ἢ ἄλλʼ ὅτι ἂν βούλῃ χρῆσθαι ὥσπερ τοῖς ἄλλοις ζῴοις;</said>

<milestone unit="para" ed="P"/> ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ὥσπερ πληγεὶς ὑπὸ τοῦ λόγου, ἐκείμην ἄφωνος· ὁ δὲ Κτήσιππός μοι ἰὼν ὡς βοηθήσων, <said who="#Κτήσιππος" direct="false">Πυππὰξ ὦ Ἡράκλεις,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καλοῦ λόγου.</said>—καὶ ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὁ Ἡρακλῆς πυππάξ ἐστιν ἢ ὁ πυππὰξ Ἡρακλῆς;</said>—καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Πόσειδον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">δεινῶν λόγων. ἀφίσταμαι· ἀμάχω τὼ ἄνδρε.</said> <milestone unit="section" resp="Stephanus" n="303b"/>

<milestone unit="para" ed="P"/> ἐνταῦθα μέντοι, ὦ φίλε Κρίτων, οὐδεὶς ὅστις οὐ τῶν παρόντων ὑπερεπῄνεσε τὸν λόγον καὶ τὼ ἄνδρε, καὶ γελῶντες καὶ κροτοῦντες καὶ χαίροντες ὀλίγου παρετάθησαν. ἐπὶ μὲν γὰρ τοῖς ἔμπροσθεν ἐφʼ ἑκάστοις πᾶσι παγκάλως ἐθορύβουν μόνοι οἱ τοῦ Εὐθυδήμου ἐρασταί, ἐνταῦθα δὲ ὀλίγου καὶ οἱ κίονες οἱ ἐν τῷ Λυκείῳ ἐθορύβησάν τʼ ἐπὶ τοῖν ἀνδροῖν καὶ ἥσθησαν. ἐγὼ μὲν οὖν καὶ αὐτὸς οὕτω διετέθην, ὥστε <milestone unit="section" resp="Stephanus" n="303c"/> ὁμολογεῖν μηδένας πώποτε ἀνθρώπους ἰδεῖν οὕτω σοφούς, καὶ παντάπασι καταδουλωθεὶς ὑπὸ τῆς σοφίας αὐτοῖν ἐπὶ τὸ ἐπαινεῖν τε καὶ ἐγκωμιάζειν αὐτὼ ἐτραπόμην, καὶ εἶπον· ὦ μακάριοι σφὼ τῆς θαυμαστῆς φύσεως, οἳ τοσοῦτον πρᾶγμα οὕτω ταχὺ καὶ ἐν ὀλίγῳ χρόνῳ ἐξείργασθον. πολλὰ μὲν οὖν καὶ ἄλλα οἱ λόγοι ὑμῶν καλὰ ἔχουσιν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε· ἐν δὲ τοῖς καὶ τοῦτο μεγαλοπρεπέστατον, ὅτι τῶν πολλῶν ἀνθρώπων καὶ τῶν σεμνῶν δὴ καὶ δοκούντων <milestone unit="section" resp="Stephanus" n="303d"/> τὶ εἶναι οὐδὲν ὑμῖν μέλει, ἀλλὰ τῶν ὁμοίων ὑμῖν μόνον. ἐγὼ γὰρ εὖ οἶδα ὅτι τούτους τοὺς λόγους πάνυ μὲν ἂν ὀλίγοι ἀγαπῷεν ἄνθρωποι ὅμοιοι ὑμῖν, οἱ δʼ ἄλλοι οὕτως ἀγνοοῦσιν αὐτούς, ὥστʼ εὖ οἶδα ὅτι αἰσχυνθεῖεν ἂν μᾶλλον ἐξελέγχοντες τοιούτοις λόγοις τοὺς ἄλλους ἢ αὐτοὶ ἐξελεγχόμενοι. καὶ τόδε αὖ ἕτερον δημοτικόν τι καὶ πρᾷον ἐν τοῖς λόγοις· ὁπόταν φῆτε μήτε καλὸν εἶναι μηδὲν μήτε ἀγαθὸν πρᾶγμα μήτε λευκὸν μηδʼ ἄλλο τῶν τοιούτων μηδέν, μηδὲ τὸ παράπαν <milestone unit="section" resp="Stephanus" n="303e"/> ἑτέρων ἕτερον, ἀτεχνῶς μὲν τῷ ὄντι συρράπτετε τὰ στόματα τῶν ἀνθρώπων, ὥσπερ καὶ φατέ· ὅτι δʼ οὐ μόνον τὰ τῶν ἄλλων, ἀλλὰ δόξαιτε ἂν καὶ τὰ ὑμέτερα αὐτῶν, τοῦτο πάνυ χαρίεν τέ ἐστιν καὶ τὸ ἐπαχθὲς τῶν λόγων ἀφαιρεῖται. τὸ δὲ δὴ μέγιστον, ὅτι ταῦτα οὕτως ἔχει ὑμῖν καὶ τεχνικῶς ἐξηύρηται, ὥστʼ ἐ<add>ν</add> πάνυ ὀλίγῳ χρόνῳ ὁντινοῦν ἂν μαθεῖν ἀνθρώπων· ἔγνων ἔγωγε καὶ τῷ Κτησίππῳ τὸν νοῦν προσέχων ὡς ταχὺ ὑμᾶς ἐκ τοῦ παραχρῆμα μιμεῖσθαι οἷός τε ἦν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>