<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:297</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:297</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="297"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="297" unit="page"/><milestone unit="section" resp="Stephanus" n="297a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> πάνυ γε, ἦν δʼ ἐγώ, πάλαι. ἀλλʼ οὐ τοῦτο ἐρωτῶ· ἀλλʼ ὡς ἄδικοί εἰσιν οἱ ἀγαθοί, ποῦ ἐγὼ τοῦτο ἔμαθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδαμοῦ,</said> ἔφη ὁ Διονυσόδωρος.

<milestone unit="para" ed="P"/> οὐκ ἄρα ἐπίσταμαι, ἔφην, τοῦτο ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">διαφθείρεις,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">τὸν λόγον,</said> ὁ Εὐθύδημος πρὸς τὸν Διονυσόδωρον, <said who="#Εὐθύδημος" direct="false">καὶ φανήσεται οὑτοσὶ οὐκ ἐπιστάμενος, καὶ ἐπιστήμων ἅμα ὢν καὶ ἀνεπιστήμων.</said> καὶ ὁ Διονυσόδωρος ἠρυθρίασεν.

<milestone unit="para" ed="P"/> ἀλλὰ σύ, ἦν δʼ ἐγώ, πῶς λέγεις, ὦ Εὐθύδημε; οὐ δοκεῖ <milestone unit="section" resp="Stephanus" n="297b"/> σοι ὀρθῶς ἁδελφὸς λέγειν ὁ πάντʼ εἰδώς;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀδελφὸς γάρ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἐγώ εἰμι Εὐθυδήμου,</said> ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος;

<milestone unit="para" ed="P"/> κἀγὼ εἶπον· ἔασον, ὠγαθέ, ἕως ἂν Εὐθύδημός με διδάξῃ ὡς ἐπίσταμαι τοὺς ἀγαθοὺς ἄνδρας ὅτι ἄδικοί εἰσι, καὶ μή μοι φθονήσῃς τοῦ μαθήματος.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">φεύγεις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">καὶ οὐκ ἐθέλεις ἀποκρίνεσθαι.</said>

<milestone unit="para" ed="P"/> εἰκότως γʼ, εἶπον ἐγώ· ἥττων γάρ εἰμι καὶ τοῦ ἑτέρου ὑμῶν, ὥστε πολλοῦ δέω μὴ οὐ δύο γε φεύγειν. πολὺ γάρ <milestone unit="section" resp="Stephanus" n="297c"/> πού εἰμι φαυλότερος τοῦ Ἡρακλέους, ὃς οὐχ οἷός τε ἦν τῇ τε ὕδρᾳ διαμάχεσθαι, σοφιστρίᾳ οὔσῃ καὶ διὰ τὴν σοφίαν ἀνιείσῃ, εἰ μίαν κεφαλὴν τοῦ λόγου τις ἀποτέμοι, πολλὰς ἀντὶ τῆς μιᾶς, καὶ καρκίνῳ τινὶ ἑτέρῳ σοφιστῇ ἐκ θαλάττης ἀφιγμένῳ, νεωστί, μοι δοκεῖν, καταπεπλευκότι· ὃς ἐπειδὴ αὐτὸν ἐλύπει οὕτως ἐκ τοῦ ἐπʼ ἀριστερὰ λέγων καὶ δάκνων, τὸν Ἰόλεων τὸν ἀδελφιδοῦν βοηθὸν ἐπεκαλέσατο, ὁ δὲ αὐτῷ <milestone unit="section" resp="Stephanus" n="297d"/> ἱκανῶς ἐβοήθησεν. ὁ δʼ ἐμὸς Ἰόλεως <del>Πατροκλῆς</del> εἰ ἔλθοι, πλέον ἂν θάτερον ποιήσειεν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀπόκριναι δή,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ὁπότε σοι ταῦτα ὕμνηται· πότερον ὁ Ἰόλεως τοῦ Ἡρακλέους μᾶλλον ἦν ἀδελφιδοῦς ἢ σός;</said>

<milestone unit="para" ed="P"/> κράτιστον τοίνυν μοι, ὦ Διονυσόδωρε, ἦν δʼ ἐγώ, ἀποκρίνασθαί σοι. οὐ γὰρ μὴ ἀνῇς ἐρωτῶν, σχεδόν τι ἐγὼ τοῦτʼ εὖ οἶδα, φθονῶν καὶ διακωλύων, ἵνα μὴ διδάξῃ με Εὐθύδημος ἐκεῖνο τὸ σοφόν.—<said who="#Διονυσόδωρος" direct="false">ἀποκρίνου δή,</said> ἔφη.—ἀποκρίνομαι δή, εἶπον, ὅτι τοῦ Ἡρακλέους ἦν ὁ Ἰόλεως ἀδελφιδοῦς, <milestone unit="section" resp="Stephanus" n="297e"/> ἐμὸς δʼ, ὡς ἐμοὶ δοκεῖ, οὐδʼ ὁπωστιοῦν. οὐ γὰρ Πατροκλῆς ἦν αὐτῷ πατήρ, ὁ ἐμὸς ἀδελφός, ἀλλὰ παραπλήσιον μὲν τοὔνομα Ἰφικλῆς, ὁ Ἡρακλέους ἀδελφός.—<said who="#Διονυσόδωρος" direct="false">Πατροκλῆς δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">σός;</said>—πάνυ γʼ, ἔφην ἐγώ, ὁμομήτριός γε, οὐ μέντοι ὁμοπάτριος.—<said who="#Διονυσόδωρος" direct="false">ἀδελφὸς ἄρα ἐστί σοι καὶ οὐκ ἀδελφός.</said>—οὐχ ὁμοπάτριός γε, ὦ βέλτιστε, ἔφην· ἐκείνου μὲν γὰρ Χαιρέδημος ἦν πατήρ, ἐμὸς δὲ Σωφρονίσκος.—<said who="#Διονυσόδωρος" direct="false">πατὴρ δὲ ἦν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">Σωφρονίσκος καὶ Χαιρέδημος;</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>