<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:296</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:296</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="296"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="296" unit="page"/><milestone unit="section" resp="Stephanus" n="296a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Εὐθύδημος" direct="false">οὗτος αὖ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">προσαποκρίνεται τοῖς ἐρωτωμένοις. οὐ γὰρ ἔγωγε ἐρωτῶ ὅτῳ, ἀλλʼ εἰ ἐπίστασαί τῳ.</said>

<milestone unit="para" ed="P"/> πλέον αὖ, ἔφην ἐγώ, τοῦ δέοντος ἀπεκρινάμην ὑπὸ ἀπαιδευσίας. ἀλλὰ συγγίγνωσκέ μοι· ἀποκρινοῦμαι γὰρ ἤδη ἁπλῶς ὅτι ἐπίσταμαί τῳ ἃ ἐπίσταμαι.—<said who="#Εὐθύδημος" direct="false">πότερον,</said> ἦ δʼ ὅς, <said who="#Εὐθύδημος" direct="false">τῷ αὐτῷ τούτῳ γʼ ἀεί, ἢ ἔστι μὲν ὅτε τούτῳ, ἔστιν δὲ ὅτε ἑτέρῳ;</said>—ἀεί, ὅταν ἐπίστωμαι, ἦν δʼ ἐγώ, τούτῳ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ αὖ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">παύσῃ παραφθεγγόμενος;</said>

<milestone unit="para" ed="P"/> ἀλλʼ ὅπως μή τι ἡμᾶς σφήλῃ τὸ <q>ἀεὶ</q> τοῦτο. <milestone unit="section" resp="Stephanus" n="296b"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὔκουν ἡμᾶς γʼ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ εἴπερ, σέ. ἀλλʼ ἀποκρίνου· ἦ ἀεὶ τούτῳ ἐπίστασαι;</said>—ἀεί, ἦν δʼ ἐγώ, ἐπειδὴ δεῖ ἀφελεῖν τὸ <q>ὅταν.</q>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἀεὶ μὲν τούτῳ ἐπίστασαι· ἀεὶ δʼ ἐπιστάμενος πότερον τὰ μὲν τούτῳ ἐπίστασαι ᾧ ἐπίστασαι, τὰ δʼ ἄλλῳ, ἢ τούτῳ πάντα;</said>—τούτῳ, ἔφην ἐγώ, ἅπαντα, ἅ γʼ ἐπίσταμαι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">τοῦτʼ ἐκεῖνο,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἥκει τὸ αὐτὸ παράφθεγμα.</said>

<milestone unit="para" ed="P"/> ἀλλʼ ἀφαιρῶ, ἔφην ἐγώ, τὸ <q>ἅ γʼ ἐπίσταμαι.</q>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀλλὰ μηδὲ ἕν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἀφέλῃς· οὐδὲν γάρ σου δέομαι. <milestone unit="section" resp="Stephanus" n="296c"/> ἀλλά μοι ἀπόκριναι· δύναιο ἂν ἅπαντα ἐπίστασθαι, εἰ μὴ πάντα ἐπίσταιο;</said>

<milestone unit="para" ed="P"/> τέρας γὰρ ἂν εἴη, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> καὶ ὃς εἶπε· <said who="#Εὐθύδημος" direct="false">Προστίθει τοίνυν ἤδη ὅτι βούλει· ἅπαντα γὰρ ὁμολογεῖς ἐπίστασθαι.</said>

<milestone unit="para" ed="P"/> ἔοικα, ἔφην ἐγώ, ἐπειδήπερ γε οὐδεμίαν ἔχει δύναμιν τὸ <q>ἃ ἐπίσταμαι,</q> πάντα δὲ ἐπίσταμαι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκοῦν καὶ ἀεὶ ὡμολόγηκας ἐπίστασθαι τούτῳ ᾧ ἐπίστασαι, εἴτε ὅταν ἐπίστῃ εἴτε ὅπως βούλει· ἀεὶ γὰρ ὡμολόγηκας ἐπίστασθαι καὶ ἅμα πάντα. δῆλον οὖν ὅτι καὶ παῖς ὢν <milestone unit="section" resp="Stephanus" n="296d"/> ἠπίστω, καὶ ὅτʼ ἐγίγνου, καὶ ὅτʼ ἐφύου· καὶ πρὶν αὐτὸς γενέσθαι, καὶ πρὶν οὐρανὸν καὶ γῆν γενέσθαι, ἠπίστω ἅπαντα, εἴπερ ἀεὶ ἐπίστασαι. καὶ ναὶ μὰ Δία,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">αὐτὸς ἀεὶ ἐπιστήσῃ καὶ ἅπαντα, ἂν ἐγὼ βούλωμαι.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ βουληθείης, ἦν δʼ ἐγώ, ὦ πολυτίμητε Εὐθύδημε, εἰ δὴ τῷ ὄντι ἀληθῆ λέγεις. ἀλλʼ οὔ σοι πάνυ πιστεύω ἱκανῷ εἶναι, εἰ μή σοι συμβουληθείη ὁ ἀδελφός σου οὑτοσὶ Διονυσόδωρος· οὕτω δὲ τάχα ἄν. εἴπετον δέ μοι, ἦν δʼ ἐγώ— <milestone unit="section" resp="Stephanus" n="296e"/> τὰ μὲν γὰρ ἄλλα οὐκ ἔχω ὑμῖν πῶς ἀμφισβητοίην, οὕτως εἰς σοφίαν τερατώδεσιν ἀνθρώποις, ὅπως ἐγὼ οὐ πάντα ἐπίσταμαι, ἐπειδή γε ὑμεῖς φατε—τὰ δὲ τοιάδε πῶς φῶ ἐπίστασθαι, Εὐθύδημε, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἄδικοί εἰσιν; φέρε εἰπέ, τοῦτο ἐπίσταμαι ἢ οὐκ ἐπίσταμαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἐπίστασαι μέντοι,</said> ἔφη.

<milestone unit="para" ed="P"/> τί; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ὅτι οὐκ ἄδικοί εἰσιν οἱ ἀγαθοί.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>