<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:293</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:293</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="293"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε οὖν καὶ αὐτός, ὦ Κρίτων, ἐπειδὴ ἐν ταύτῃ <milestone n="293" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="293a"/> τῇ ἀπορίᾳ ἐνεπεπτώκη, πᾶσαν ἤδη φωνὴν ἠφίειν, δεόμενος τοῖν ξένοιν ὥσπερ Διοσκούρων ἐπικαλούμενος σῶσαι ἡμᾶς, ἐμέ τε καὶ τὸ μειράκιον, ἐκ τῆς τρικυμίας τοῦ λόγου, καὶ παντὶ τρόπῳ σπουδάσαι, καὶ σπουδάσαντας ἐπιδεῖξαι τίς ποτʼ ἐστὶν ἡ ἐπιστήμη ἧς τυχόντες ἂν καλῶς τὸν ἐπίλοιπον βίον διέλθοιμεν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί οὖν; ἠθέλησέν τι ὑμῖν ἐπιδεῖξαι ὁ Εὐθύδημος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς γὰρ οὔ; καὶ ἤρξατό γε, ὦ ἑταῖρε, πάνυ μεγαλοφρόνως τοῦ λόγου ὧδε— <milestone unit="section" resp="Stephanus" n="293b"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πότερον δή σε,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες, ταύτην τὴν ἐπιστήμην, περὶ ἣν πάλαι ἀπορεῖτε, διδάξω, ἢ ἐπιδείξω ἔχοντα;</said>

<milestone unit="para" ed="P"/> ὦ μακάριε, ἦν δʼ ἐγώ, ἔστι δὲ ἐπὶ σοὶ τοῦτο;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἐπίδειξον τοίνυν με νὴ Δίʼ, ἔφην ἐγώ, ἔχοντα· πολὺ γὰρ ῥᾷον ἢ μανθάνειν τηλικόνδε ἄνδρα.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">φέρε δή μοι ἀπόκριναι,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἔστιν ὅτι ἐπίστασαι;</said>—πάνυ γε, ἦν δʼ ἐγώ, καὶ πολλά, σμικρά γε.—<said who="#Εὐθύδημος" direct="false">ἀρκεῖ,</said> ἔφη. <said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν δοκεῖς οἷόν τέ τι τῶν ὄντων τοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο <milestone unit="section" resp="Stephanus" n="293c"/> μὴ εἶναι;</said>—ἀλλὰ μὰ Δίʼ οὐκ ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν σύ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐπίστασαί τι;</said>—ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἐπιστήμων εἶ, εἴπερ ἐπίστασαι;</said>—πάνυ γε, τούτου γε αὐτοῦ.—<said who="#Εὐθύδημος" direct="false">οὐδὲν διαφέρει· ἀλλʼ οὐκ ἀνάγκη σε ἔχει πάντα ἐπίστασθαι ἐπιστήμονά γε ὄντα;</said>—μὰ Δίʼ, ἔφην ἐγώ· ἐπεὶ πολλὰ ἄλλʼ οὐκ ἐπίσταμαι.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν εἴ τι μὴ ἐπίστασαι, οὐκ ἐπιστήμων εἶ.</said>—ἐκείνου γε, ὦ φίλε, ἦν δʼ ἐγώ.—<said who="#Εὐθύδημος" direct="false">ἧττον οὖν τι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">οὐκ ἐπιστήμων εἶ; ἄρτι δὲ ἐπιστήμων ἔφησθα εἶναι· καὶ οὕτως τυγχάνεις ὢν <milestone unit="section" resp="Stephanus" n="293d"/> αὐτὸς οὗτος ὃς εἶ, καὶ αὖ πάλιν οὐκ εἶ, κατὰ ταὐτὰ ἅμα.</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ, Εὐθύδημε· τὸ γὰρ λεγόμενον, καλὰ δὴ παταγεῖς· πῶς οὖν ἐπίσταμαι ἐκείνην τὴν ἐπιστήμην ἣν ἐζητοῦμεν; ὡς δὴ τοῦτο ἀδύνατόν ἐστιν τὸ αὐτὸ εἶναί τε καὶ μή, εἴπερ ἓν ἐπίσταμαι, ἅπαντα ἐπίσταμαι—οὐ γὰρ ἂν εἴην ἐπιστήμων τε καὶ ἀνεπιστήμων ἅμα—ἐπεὶ δὲ πάντα ἐπίσταμαι, κἀκείνην δὴ τὴν ἐπιστήμην ἔχω· ἆρα οὕτως λέγεις, καὶ τοῦτό ἐστιν τὸ σοφόν; <milestone unit="section" resp="Stephanus" n="293e"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">αὐτὸς σαυτόν γε δὴ ἐξελέγχεις,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/> τί δέ, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, σὺ οὐ πέπονθας τοῦτο τὸ αὐτὸ πάθος; ἐγὼ γάρ τοι μετὰ σοῦ ὁτιοῦν ἂν πάσχων καὶ μετὰ Διονυσοδώρου τοῦδε, φίλης κεφαλῆς, οὐκ ἂν πάνυ ἀγανακτοίην. εἰπέ μοι, σφὼ οὐχὶ τὰ μὲν ἐπίστασθον τῶν ὄντων, τὰ δὲ οὐκ ἐπίστασθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἥκιστά γε,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος.

<milestone unit="para" ed="P"/> πῶς λέγετον; ἔφην ἐγώ· ἀλλʼ οὐδὲν ἄρα ἐπίστασθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ μάλα,</said> ἦ δʼ ὅς.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>