<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:291-307</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:291-307</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="291"><p><said who="#Κρίτων"><milestone n="291" unit="page"/><milestone unit="section" resp="Stephanus" n="291a"/><label>ΚΡ.</label> ποῖος Κτήσιππος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα· ἀλλʼ, ὦ δαιμόνιε Κρίτων, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο; ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ναὶ μὰ Δία, ὦ Σώκρατες· τῶν κρειττόνων μέντοι τις ἐμοὶ δοκεῖ, καὶ πολύ γε. ἀλλὰ μετὰ τοῦτο ἔτι τινὰ ἐζητήσατε τέχνην; καὶ ηὕρετε ἐκείνην ἢ οὐχ ηὕρετε, ἧς ἕνεκα ἐζητεῖτε;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="291b"/><label>ΣΩ.</label> πόθεν, ὦ μακάριε, ηὕρομεν; ἀλλʼ ἦμεν πάνυ γελοῖοι· ὥσπερ τὰ παιδία τὰ τοὺς κορύδους διώκοντα, ἀεὶ ᾠόμεθα ἑκάστην τῶν ἐπιστημῶν αὐτίκα λήψεσθαι, αἱ δʼ ἀεὶ ὑπεξέφευγον. τὰ μὲν οὖν πολλὰ τί ἄν σοι λέγοιμι; ἐπὶ δὲ δὴ τὴν βασιλικὴν ἐλθόντες τέχνην καὶ διασκοπούμενοι αὐτὴν εἰ αὕτη εἴη ἡ τὴν εὐδαιμονίαν παρέχουσά τε καὶ ἀπεργαζομένη, ἐνταῦθα ὥσπερ εἰς λαβύρινθον ἐμπεσόντες, οἰόμενοι ἤδη ἐπὶ τέλει εἶναι, περικάμψαντες πάλιν ὥσπερ ἐν ἀρχῇ τῆς <milestone unit="section" resp="Stephanus" n="291c"/> ζητήσεως ἀνεφάνημεν ὄντες καὶ τοῦ ἴσου δεόμενοι ὅσουπερ ὅτε τὸ πρῶτον ἐζητοῦμεν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> πῶς δὴ τοῦτο ὑμῖν συνέβη, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ φράσω. ἔδοξε γὰρ δὴ ἡμῖν ἡ πολιτικὴ καὶ ἡ βασιλικὴ τέχνη ἡ αὐτὴ εἶναι.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί οὖν δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι. σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ <milestone unit="section" resp="Stephanus" n="291d"/> πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν. αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως· φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν <milestone unit="section" resp="Stephanus" n="291e"/> ἀπεργάζεται ἔργον ἢ οὐδέν; πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους. οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι; ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται; οὐ τὴν ὑγίειαν <add>ἂν</add> φαίης;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="292"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία; πάντων ἄρχουσα <milestone n="292" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="292a"/> ὧν ἄρχει, τί <del>ἔργον</del> ἀπεργάζεται; οὐ τὴν τροφὴν ἂν φαίης τὴν ἐκ τῆς γῆς παρέχειν ἡμῖν;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἡ βασιλικὴ πάντων ἄρχουσα ὧν ἄρχει; τί ἀπεργάζεται; ἴσως οὐ πάνυ γʼ εὐπορεῖς.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> μὰ τὸν Δία, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ γὰρ ἡμεῖς, ὦ Κρίτων· ἀλλὰ τοσόνδε γε οἶσθα, ὅτι εἴπερ ἐστὶν αὕτη ἣν ἡμεῖς ζητοῦμεν, ὠφέλιμον αὐτὴν δεῖ εἶναι.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀγαθόν γέ τι δεῖ ἡμῖν αὐτὴν παραδιδόναι;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἀνάγκη, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="292b"/><label>ΣΩ.</label> ἀγαθὸν δέ γέ που ὡμολογήσαμεν ἀλλήλοις ἐγώ τε καὶ Κλεινίας οὐδὲν εἶναι ἄλλο ἢ ἐπιστήμην τινά.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ναί, οὕτως ἔλεγες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν ἄλλα ἔργα, ἃ φαίη ἄν τις πολιτικῆς εἶναι—πολλὰ δέ που ταῦτʼ ἂν εἴη, οἷον πλουσίους τοὺς πολίτας παρέχειν καὶ ἐλευθέρους καὶ ἀστασιάστους—πάντα ταῦτα οὔτε κακὰ οὔτε ἀγαθὰ ἐφάνη, ἔδει δὲ σοφοὺς ποιεῖν καὶ ἐπιστήμης μεταδιδόναι, εἴπερ ἔμελλεν αὕτη εἶναι ἡ <milestone unit="section" resp="Stephanus" n="292c"/> ὠφελοῦσά τε καὶ εὐδαίμονας ποιοῦσα.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔστι ταῦτα· τότε γοῦν οὕτως ὑμῖν ὡμολογήθη, ὡς σὺ τοὺς λόγους ἀπήγγειλας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡ βασιλικὴ σοφοὺς ποιεῖ τοὺς ἀνθρώπους καὶ ἀγαθούς;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί γὰρ κωλύει, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἆρα πάντας καὶ πάντα ἀγαθούς; καὶ πᾶσαν ἐπιστήμην, σκυτοτομικήν τε καὶ τεκτονικὴν καὶ τὰς ἄλλας ἁπάσας, αὕτη ἡ παραδιδοῦσά ἐστιν;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὐκ οἶμαι ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="292d"/><label>ΣΩ.</label> ἀλλὰ τίνα δὴ ἐπιστήμην; ᾗ τί χρησόμεθα; τῶν μὲν γὰρ ἔργων οὐδενὸς δεῖ αὐτὴν δημιουργὸν εἶναι τῶν μήτε κακῶν μήτε ἀγαθῶν, ἐπιστήμην δὲ παραδιδόναι μηδεμίαν ἄλλην ἢ αὐτὴν ἑαυτήν. λέγωμεν δὴ οὖν τίς ποτέ ἐστιν αὕτη, ᾗ τί χρησόμεθα; βούλει φῶμεν, ὦ Κρίτων, ᾗ ἄλλους ἀγαθοὺς ποιήσομεν;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἳ τί ἔσονται ἡμῖν ἀγαθοὶ καὶ τί χρήσιμοι; ἢ ἔτι λέγωμεν ὅτι ἄλλους ποιήσουσιν, οἱ δὲ ἄλλοι ἐκεῖνοι ἄλλους; <milestone unit="section" resp="Stephanus" n="292e"/> ὅτι δέ ποτε ἀγαθοί εἰσιν, οὐδαμοῦ ἡμῖν φαίνονται, ἐπειδήπερ τὰ ἔργα τὰ λεγόμενα εἶναι τῆς πολιτικῆς ἠτιμάσαμεν, ἀλλʼ ἀτεχνῶς τὸ λεγόμενον ὁ Διὸς Κόρινθος γίγνεται, καὶ ὅπερ ἔλεγον, τοῦ ἴσου ἡμῖν ἐνδεῖ ἢ ἔτι πλέονος πρὸς τὸ εἰδέναι τίς ποτέ ἐστιν ἡ ἐπιστήμη ἐκείνη ἣ ἡμᾶς εὐδαίμονας ποιήσει;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> νὴ τὸν Δία, ὦ Σώκρατες, εἰς πολλήν γε ἀπορίαν, ὡς ἔοικεν, ἀφίκεσθε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="293"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε οὖν καὶ αὐτός, ὦ Κρίτων, ἐπειδὴ ἐν ταύτῃ <milestone n="293" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="293a"/> τῇ ἀπορίᾳ ἐνεπεπτώκη, πᾶσαν ἤδη φωνὴν ἠφίειν, δεόμενος τοῖν ξένοιν ὥσπερ Διοσκούρων ἐπικαλούμενος σῶσαι ἡμᾶς, ἐμέ τε καὶ τὸ μειράκιον, ἐκ τῆς τρικυμίας τοῦ λόγου, καὶ παντὶ τρόπῳ σπουδάσαι, καὶ σπουδάσαντας ἐπιδεῖξαι τίς ποτʼ ἐστὶν ἡ ἐπιστήμη ἧς τυχόντες ἂν καλῶς τὸν ἐπίλοιπον βίον διέλθοιμεν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί οὖν; ἠθέλησέν τι ὑμῖν ἐπιδεῖξαι ὁ Εὐθύδημος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς γὰρ οὔ; καὶ ἤρξατό γε, ὦ ἑταῖρε, πάνυ μεγαλοφρόνως τοῦ λόγου ὧδε— <milestone unit="section" resp="Stephanus" n="293b"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πότερον δή σε,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες, ταύτην τὴν ἐπιστήμην, περὶ ἣν πάλαι ἀπορεῖτε, διδάξω, ἢ ἐπιδείξω ἔχοντα;</said>

<milestone unit="para" ed="P"/> ὦ μακάριε, ἦν δʼ ἐγώ, ἔστι δὲ ἐπὶ σοὶ τοῦτο;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἐπίδειξον τοίνυν με νὴ Δίʼ, ἔφην ἐγώ, ἔχοντα· πολὺ γὰρ ῥᾷον ἢ μανθάνειν τηλικόνδε ἄνδρα.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">φέρε δή μοι ἀπόκριναι,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἔστιν ὅτι ἐπίστασαι;</said>—πάνυ γε, ἦν δʼ ἐγώ, καὶ πολλά, σμικρά γε.—<said who="#Εὐθύδημος" direct="false">ἀρκεῖ,</said> ἔφη. <said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν δοκεῖς οἷόν τέ τι τῶν ὄντων τοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο <milestone unit="section" resp="Stephanus" n="293c"/> μὴ εἶναι;</said>—ἀλλὰ μὰ Δίʼ οὐκ ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν σύ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐπίστασαί τι;</said>—ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἐπιστήμων εἶ, εἴπερ ἐπίστασαι;</said>—πάνυ γε, τούτου γε αὐτοῦ.—<said who="#Εὐθύδημος" direct="false">οὐδὲν διαφέρει· ἀλλʼ οὐκ ἀνάγκη σε ἔχει πάντα ἐπίστασθαι ἐπιστήμονά γε ὄντα;</said>—μὰ Δίʼ, ἔφην ἐγώ· ἐπεὶ πολλὰ ἄλλʼ οὐκ ἐπίσταμαι.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν εἴ τι μὴ ἐπίστασαι, οὐκ ἐπιστήμων εἶ.</said>—ἐκείνου γε, ὦ φίλε, ἦν δʼ ἐγώ.—<said who="#Εὐθύδημος" direct="false">ἧττον οὖν τι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">οὐκ ἐπιστήμων εἶ; ἄρτι δὲ ἐπιστήμων ἔφησθα εἶναι· καὶ οὕτως τυγχάνεις ὢν <milestone unit="section" resp="Stephanus" n="293d"/> αὐτὸς οὗτος ὃς εἶ, καὶ αὖ πάλιν οὐκ εἶ, κατὰ ταὐτὰ ἅμα.</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ, Εὐθύδημε· τὸ γὰρ λεγόμενον, καλὰ δὴ παταγεῖς· πῶς οὖν ἐπίσταμαι ἐκείνην τὴν ἐπιστήμην ἣν ἐζητοῦμεν; ὡς δὴ τοῦτο ἀδύνατόν ἐστιν τὸ αὐτὸ εἶναί τε καὶ μή, εἴπερ ἓν ἐπίσταμαι, ἅπαντα ἐπίσταμαι—οὐ γὰρ ἂν εἴην ἐπιστήμων τε καὶ ἀνεπιστήμων ἅμα—ἐπεὶ δὲ πάντα ἐπίσταμαι, κἀκείνην δὴ τὴν ἐπιστήμην ἔχω· ἆρα οὕτως λέγεις, καὶ τοῦτό ἐστιν τὸ σοφόν; <milestone unit="section" resp="Stephanus" n="293e"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">αὐτὸς σαυτόν γε δὴ ἐξελέγχεις,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/> τί δέ, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, σὺ οὐ πέπονθας τοῦτο τὸ αὐτὸ πάθος; ἐγὼ γάρ τοι μετὰ σοῦ ὁτιοῦν ἂν πάσχων καὶ μετὰ Διονυσοδώρου τοῦδε, φίλης κεφαλῆς, οὐκ ἂν πάνυ ἀγανακτοίην. εἰπέ μοι, σφὼ οὐχὶ τὰ μὲν ἐπίστασθον τῶν ὄντων, τὰ δὲ οὐκ ἐπίστασθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἥκιστά γε,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος.

<milestone unit="para" ed="P"/> πῶς λέγετον; ἔφην ἐγώ· ἀλλʼ οὐδὲν ἄρα ἐπίστασθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ μάλα,</said> ἦ δʼ ὅς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="294"><p><said who="#Σωκράτης"><milestone n="294" unit="page"/><milestone unit="section" resp="Stephanus" n="294a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> πάντʼ ἄρα, ἔφην ἐγώ, ἐπίστασθον, ἐπειδήπερ καὶ ὁτιοῦν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντʼ,</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">καὶ σύ γε πρός, εἴπερ καὶ ἓν ἐπίστασαι, πάντα ἐπίστασαι.
</said>
<milestone unit="para" ed="P"/> ὦ Ζεῦ, ἔφην ἐγώ, ὡς θαυμαστὸν λέγεις καὶ ἀγαθὸν μέγα πεφάνθαι. μῶν καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι πάντʼ ἐπίστανται, ἢ οὐδέν;

	<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐ γὰρ δήπου,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὰ μὲν ἐπίστανται, τὰ δʼ οὐκ ἐπίστανται, καὶ εἰσὶν ἅμα ἐπιστήμονές τε καὶ ἀνεπιστήμονες.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ τί; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντες,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">πάντα ἐπίστανται, εἴπερ καὶ ἕν.</said> <milestone unit="section" resp="Stephanus" n="294b"/>

<milestone unit="para" ed="P"/> ὦ πρὸς τῶν θεῶν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε—δῆλοι γάρ μοί ἐστον ἤδη ὅτι σπουδάζετον, καὶ μόλις ὑμᾶς προυκαλεσάμην σπουδάζειν—αὐτὼ τῷ ὄντι πάντα ἐπίστασθον; οἷον τεκτονικὴν καὶ σκυτικήν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γʼ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ νευρορραφεῖν δυνατώ ἐστον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ ναὶ μὰ Δία καττύειν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ τὰ τοιαῦτα, τοὺς ἀστέρας ὁπόσοι εἰσί, καὶ τὴν ἄμμον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γε,</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">εἶτʼ οὐκ ἂν οἴει ὁμολογῆσαι ἡμᾶς;</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ὑπολαβών· <said who="#Κτήσιππος" direct="false">πρὸς Διός,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">Διονυσόδωρε, <milestone unit="section" resp="Stephanus" n="294c"/> τεκμήριόν τί μοι τούτων ἐπιδείξατον τοιόνδε, ᾧ εἴσομαι ὅτι ἀληθῆ λέγετον.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί ἐπιδείξω;</said> ἔφη.

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">οἶσθα Εὐθύδημον ὁπόσους ὀδόντας ἔχει, καὶ ὁ Εὐθύδημος ὁπόσους σύ;</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ ἐξαρκεῖ σοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀκοῦσαι ὅτι πάντα ἐπιστάμεθα;</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">μηδαμῶς,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ἀλλὰ τοῦτο ἔτι ἡμῖν μόνον εἴπατον καὶ ἐπιδείξατον ὅτι ἀληθῆ λέγετον· καὶ ἐὰν εἴπητον ὁπόσους ἑκάτερος ἔχει ὑμῶν, καὶ φαίνησθε γνόντες ἡμῶν ἀριθμησάντων, ἤδη πεισόμεθα ὑμῖν καὶ τἆλλα.</said> <milestone unit="section" resp="Stephanus" n="294d"/>

<milestone unit="para" ed="P"/> ἡγουμένω οὖν σκώπτεσθαι οὐκ ἠθελέτην, ἀλλʼ ὡμολογησάτην πάντα χρήματα ἐπίστασθαι, καθʼ ἓν ἕκαστον ἐρωτώμενοι ὑπὸ Κτησίππου. ὁ γὰρ Κτήσιππος πάνυ ἀπαρακαλύπτως οὐδὲν ὅτι οὐκ ἠρώτα τελευτῶν, καὶ τὰ αἴσχιστα, εἰ ἐπισταίσθην· τὼ δὲ ἀνδρειότατα ὁμόσε ᾔτην τοῖς ἐρωτήμασιν, ὁμολογοῦντες εἰδέναι, ὥσπερ οἱ κάπροι οἱ πρὸς τὴν πληγὴν ὁμόσε ὠθούμενοι, ὥστʼ ἔγωγε καὶ αὐτός, ὦ Κρίτων, ὑπʼ ἀπιστίας ἠναγκάσθην τελευτῶν ἐρέσθαι <del>τὸν Εὐθύδημον</del> εἰ <milestone unit="section" resp="Stephanus" n="294e"/> καὶ ὀρχεῖσθαι ἐπίσταιτο ὁ Διονυσόδωρος· ὁ δέ, <said who="#Διονυσόδωρος" direct="false">πάνυ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐ δήπου, ἦν δʼ ἐγώ, καὶ ἐς μαχαίρας γε κυβιστᾶν καὶ ἐπὶ τροχοῦ δινεῖσθαι τηλικοῦτος ὤν, οὕτω πόρρω σοφίας ἥκεις;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδέν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὅτι οὔ.</said>

<milestone unit="para" ed="P"/> πότερον δέ, ἦν δʼ ἐγώ, πάντα νῦν μόνον ἐπίστασθον ἢ καὶ ἀεί;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ ἀεί,</said> ἔφη.

<milestone unit="para" ed="P"/> καὶ ὅτε παιδία ἤστην καὶ εὐθὺς γενόμενοι ἠπίστασθε πάντα;

<milestone unit="para" ed="P"/> ἐφάτην ἅμα ἀμφοτέρω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="295"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="295" unit="page"/><milestone unit="section" resp="Stephanus" n="295a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> καὶ ἡμῖν μὲν ἄπιστον ἐδόκει τὸ πρᾶγμα εἶναι· ὁ δʼ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">ἀπιστεῖς,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες;</said>

<milestone unit="para" ed="P"/> πλήν γʼ ὅτι, <add>ἦν δʼ</add> ἐγώ, εἰκὸς ὑμᾶς ἐστι σοφοὺς εἶναι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ ἤν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐθελήσῃς μοι ἀποκρίνεσθαι, ἐγὼ ἐπιδείξω καὶ σὲ ταῦτα τὰ θαυμαστὰ ὁμολογοῦντα.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ μήν, ἦν δʼ ἐγώ, ἥδιστα ταῦτα ἐξελέγχομαι. εἰ γάρ τοι λέληθα ἐμαυτὸν σοφὸς ὤν, σὺ δὲ τοῦτο ἐπιδείξεις ὡς πάντα ἐπίσταμαι καὶ ἀεί, τί μεῖζον ἕρμαιον αὐτοῦ ἂν εὕροιμι ἐν παντὶ τῷ βίῳ;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀποκρίνου δή,</said> ἔφη. <milestone unit="section" resp="Stephanus" n="295b"/>

<milestone unit="para" ed="P"/> ὡς ἀποκρινουμένου ἐρώτα.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες, ἐπιστήμων του εἶ ἢ οὔ;</said>—ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">πότερον οὖν ᾧ ἐπιστήμων εἶ, τούτῳ καὶ ἐπίστασαι, ἢ ἄλλῳ τῳ;</said>—ὧι ἐπιστήμων. οἶμαι γάρ σε τὴν ψυχὴν λέγειν· ἢ οὐ τοῦτο λέγεις;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ αἰσχύνῃ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες; ἐρωτώμενος ἀντερωτᾷς;</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ· ἀλλὰ πῶς ποιῶ; οὕτω γὰρ ποιήσω ὅπως ἂν σὺ κελεύῃς. ὅταν μὴ εἰδῶ ὅτι ἐρωτᾷς, κελεύεις με ὅμως ἀποκρίνεσθαι, ἀλλὰ μὴ ἐπανερέσθαι; <milestone unit="section" resp="Stephanus" n="295c"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ὑπολαμβάνεις γὰρ δήπου τι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὃ λέγω;</said>

<milestone unit="para" ed="P"/> ἔγωγε, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πρὸς τοῦτο τοίνυν ἀποκρίνου ὃ ὑπολαμβάνεις.</said>

<milestone unit="para" ed="P"/> τί οὖν, ἔφην, ἂν σὺ μὲν ἄλλῃ ἐρωτᾷς διανοούμενος, ἐγὼ δὲ ἄλλῃ ὑπολάβω, ἔπειτα πρὸς τοῦτο ἀποκρίνωμαι, ἐξαρκεῖ σοι ἐὰν μηδὲν πρὸς ἔπος ἀποκρίνωμαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἔμοιγε,</said> ἦ δʼ ὅς· <said who="#Εὐθύδημος" direct="false">οὐ μέντοι σοί γε, ὡς ἐγᾦμαι.</said>

<milestone unit="para" ed="P"/> οὐ τοίνυν μὰ Δία ἀποκρινοῦμαι, ἦν δʼ ἐγώ, πρότερον πρὶν ἂν πύθωμαι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ ἀποκρινῇ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πρὸς ἃ ἂν ἀεὶ ὑπολαμβάνῃς, ὅτι ἔχων φλυαρεῖς καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος.</said> <milestone unit="section" resp="Stephanus" n="295d"/>

<milestone unit="para" ed="P"/> κἀγὼ ἔγνων αὐτὸν ὅτι μοι χαλεπαίνοι διαστέλλοντι τὰ λεγόμενα, βουλόμενός με θηρεῦσαι τὰ ὀνόματα περιστήσας. ἀνεμνήσθην οὖν τοῦ Κόννου, ὅτι μοι κἀκεῖνος χαλεπαίνει ἑκάστοτε ὅταν αὐτῷ μὴ ὑπείκω, ἔπειτά μου ἧττον ἐπιμελεῖται ὡς ἀμαθοῦς ὄντος· ἐπεὶ δὲ οὖν διενενοήμην καὶ παρὰ τοῦτον φοιτᾶν, ᾠήθην δεῖν ὑπείκειν, μή με σκαιὸν ἡγησάμενος φοιτητὴν μὴ προσδέχοιτο. εἶπον οὖν· ἀλλʼ εἰ δοκεῖ σοι, <milestone unit="section" resp="Stephanus" n="295e"/> Εὐθύδημε, οὕτω ποιεῖν, ποιητέον· σὺ γὰρ πάντως που κάλλιον ἐπίστασαι διαλέγεσθαι ἢ ἐγώ, τέχνην ἔχων ἰδιώτου ἀνθρώπου. ἐρώτα οὖν πάλιν ἐξ ἀρχῆς.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀποκρίνου δή,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πάλιν, πότερον ἐπίστασαί τῳ ἃ ἐπίστασαι, ἢ οὔ;</said>—ἔγωγε, ἔφην, τῇ γε ψυχῇ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="296"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="296" unit="page"/><milestone unit="section" resp="Stephanus" n="296a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Εὐθύδημος" direct="false">οὗτος αὖ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">προσαποκρίνεται τοῖς ἐρωτωμένοις. οὐ γὰρ ἔγωγε ἐρωτῶ ὅτῳ, ἀλλʼ εἰ ἐπίστασαί τῳ.</said>

<milestone unit="para" ed="P"/> πλέον αὖ, ἔφην ἐγώ, τοῦ δέοντος ἀπεκρινάμην ὑπὸ ἀπαιδευσίας. ἀλλὰ συγγίγνωσκέ μοι· ἀποκρινοῦμαι γὰρ ἤδη ἁπλῶς ὅτι ἐπίσταμαί τῳ ἃ ἐπίσταμαι.—<said who="#Εὐθύδημος" direct="false">πότερον,</said> ἦ δʼ ὅς, <said who="#Εὐθύδημος" direct="false">τῷ αὐτῷ τούτῳ γʼ ἀεί, ἢ ἔστι μὲν ὅτε τούτῳ, ἔστιν δὲ ὅτε ἑτέρῳ;</said>—ἀεί, ὅταν ἐπίστωμαι, ἦν δʼ ἐγώ, τούτῳ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ αὖ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">παύσῃ παραφθεγγόμενος;</said>

<milestone unit="para" ed="P"/> ἀλλʼ ὅπως μή τι ἡμᾶς σφήλῃ τὸ <q>ἀεὶ</q> τοῦτο. <milestone unit="section" resp="Stephanus" n="296b"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὔκουν ἡμᾶς γʼ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ εἴπερ, σέ. ἀλλʼ ἀποκρίνου· ἦ ἀεὶ τούτῳ ἐπίστασαι;</said>—ἀεί, ἦν δʼ ἐγώ, ἐπειδὴ δεῖ ἀφελεῖν τὸ <q>ὅταν.</q>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἀεὶ μὲν τούτῳ ἐπίστασαι· ἀεὶ δʼ ἐπιστάμενος πότερον τὰ μὲν τούτῳ ἐπίστασαι ᾧ ἐπίστασαι, τὰ δʼ ἄλλῳ, ἢ τούτῳ πάντα;</said>—τούτῳ, ἔφην ἐγώ, ἅπαντα, ἅ γʼ ἐπίσταμαι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">τοῦτʼ ἐκεῖνο,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἥκει τὸ αὐτὸ παράφθεγμα.</said>

<milestone unit="para" ed="P"/> ἀλλʼ ἀφαιρῶ, ἔφην ἐγώ, τὸ <q>ἅ γʼ ἐπίσταμαι.</q>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀλλὰ μηδὲ ἕν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἀφέλῃς· οὐδὲν γάρ σου δέομαι. <milestone unit="section" resp="Stephanus" n="296c"/> ἀλλά μοι ἀπόκριναι· δύναιο ἂν ἅπαντα ἐπίστασθαι, εἰ μὴ πάντα ἐπίσταιο;</said>

<milestone unit="para" ed="P"/> τέρας γὰρ ἂν εἴη, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> καὶ ὃς εἶπε· <said who="#Εὐθύδημος" direct="false">Προστίθει τοίνυν ἤδη ὅτι βούλει· ἅπαντα γὰρ ὁμολογεῖς ἐπίστασθαι.</said>

<milestone unit="para" ed="P"/> ἔοικα, ἔφην ἐγώ, ἐπειδήπερ γε οὐδεμίαν ἔχει δύναμιν τὸ <q>ἃ ἐπίσταμαι,</q> πάντα δὲ ἐπίσταμαι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκοῦν καὶ ἀεὶ ὡμολόγηκας ἐπίστασθαι τούτῳ ᾧ ἐπίστασαι, εἴτε ὅταν ἐπίστῃ εἴτε ὅπως βούλει· ἀεὶ γὰρ ὡμολόγηκας ἐπίστασθαι καὶ ἅμα πάντα. δῆλον οὖν ὅτι καὶ παῖς ὢν <milestone unit="section" resp="Stephanus" n="296d"/> ἠπίστω, καὶ ὅτʼ ἐγίγνου, καὶ ὅτʼ ἐφύου· καὶ πρὶν αὐτὸς γενέσθαι, καὶ πρὶν οὐρανὸν καὶ γῆν γενέσθαι, ἠπίστω ἅπαντα, εἴπερ ἀεὶ ἐπίστασαι. καὶ ναὶ μὰ Δία,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">αὐτὸς ἀεὶ ἐπιστήσῃ καὶ ἅπαντα, ἂν ἐγὼ βούλωμαι.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ βουληθείης, ἦν δʼ ἐγώ, ὦ πολυτίμητε Εὐθύδημε, εἰ δὴ τῷ ὄντι ἀληθῆ λέγεις. ἀλλʼ οὔ σοι πάνυ πιστεύω ἱκανῷ εἶναι, εἰ μή σοι συμβουληθείη ὁ ἀδελφός σου οὑτοσὶ Διονυσόδωρος· οὕτω δὲ τάχα ἄν. εἴπετον δέ μοι, ἦν δʼ ἐγώ— <milestone unit="section" resp="Stephanus" n="296e"/> τὰ μὲν γὰρ ἄλλα οὐκ ἔχω ὑμῖν πῶς ἀμφισβητοίην, οὕτως εἰς σοφίαν τερατώδεσιν ἀνθρώποις, ὅπως ἐγὼ οὐ πάντα ἐπίσταμαι, ἐπειδή γε ὑμεῖς φατε—τὰ δὲ τοιάδε πῶς φῶ ἐπίστασθαι, Εὐθύδημε, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἄδικοί εἰσιν; φέρε εἰπέ, τοῦτο ἐπίσταμαι ἢ οὐκ ἐπίσταμαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἐπίστασαι μέντοι,</said> ἔφη.

<milestone unit="para" ed="P"/> τί; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ὅτι οὐκ ἄδικοί εἰσιν οἱ ἀγαθοί.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="297"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="297" unit="page"/><milestone unit="section" resp="Stephanus" n="297a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> πάνυ γε, ἦν δʼ ἐγώ, πάλαι. ἀλλʼ οὐ τοῦτο ἐρωτῶ· ἀλλʼ ὡς ἄδικοί εἰσιν οἱ ἀγαθοί, ποῦ ἐγὼ τοῦτο ἔμαθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδαμοῦ,</said> ἔφη ὁ Διονυσόδωρος.

<milestone unit="para" ed="P"/> οὐκ ἄρα ἐπίσταμαι, ἔφην, τοῦτο ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">διαφθείρεις,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">τὸν λόγον,</said> ὁ Εὐθύδημος πρὸς τὸν Διονυσόδωρον, <said who="#Εὐθύδημος" direct="false">καὶ φανήσεται οὑτοσὶ οὐκ ἐπιστάμενος, καὶ ἐπιστήμων ἅμα ὢν καὶ ἀνεπιστήμων.</said> καὶ ὁ Διονυσόδωρος ἠρυθρίασεν.

<milestone unit="para" ed="P"/> ἀλλὰ σύ, ἦν δʼ ἐγώ, πῶς λέγεις, ὦ Εὐθύδημε; οὐ δοκεῖ <milestone unit="section" resp="Stephanus" n="297b"/> σοι ὀρθῶς ἁδελφὸς λέγειν ὁ πάντʼ εἰδώς;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀδελφὸς γάρ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἐγώ εἰμι Εὐθυδήμου,</said> ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος;

<milestone unit="para" ed="P"/> κἀγὼ εἶπον· ἔασον, ὠγαθέ, ἕως ἂν Εὐθύδημός με διδάξῃ ὡς ἐπίσταμαι τοὺς ἀγαθοὺς ἄνδρας ὅτι ἄδικοί εἰσι, καὶ μή μοι φθονήσῃς τοῦ μαθήματος.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">φεύγεις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">καὶ οὐκ ἐθέλεις ἀποκρίνεσθαι.</said>

<milestone unit="para" ed="P"/> εἰκότως γʼ, εἶπον ἐγώ· ἥττων γάρ εἰμι καὶ τοῦ ἑτέρου ὑμῶν, ὥστε πολλοῦ δέω μὴ οὐ δύο γε φεύγειν. πολὺ γάρ <milestone unit="section" resp="Stephanus" n="297c"/> πού εἰμι φαυλότερος τοῦ Ἡρακλέους, ὃς οὐχ οἷός τε ἦν τῇ τε ὕδρᾳ διαμάχεσθαι, σοφιστρίᾳ οὔσῃ καὶ διὰ τὴν σοφίαν ἀνιείσῃ, εἰ μίαν κεφαλὴν τοῦ λόγου τις ἀποτέμοι, πολλὰς ἀντὶ τῆς μιᾶς, καὶ καρκίνῳ τινὶ ἑτέρῳ σοφιστῇ ἐκ θαλάττης ἀφιγμένῳ, νεωστί, μοι δοκεῖν, καταπεπλευκότι· ὃς ἐπειδὴ αὐτὸν ἐλύπει οὕτως ἐκ τοῦ ἐπʼ ἀριστερὰ λέγων καὶ δάκνων, τὸν Ἰόλεων τὸν ἀδελφιδοῦν βοηθὸν ἐπεκαλέσατο, ὁ δὲ αὐτῷ <milestone unit="section" resp="Stephanus" n="297d"/> ἱκανῶς ἐβοήθησεν. ὁ δʼ ἐμὸς Ἰόλεως <del>Πατροκλῆς</del> εἰ ἔλθοι, πλέον ἂν θάτερον ποιήσειεν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀπόκριναι δή,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ὁπότε σοι ταῦτα ὕμνηται· πότερον ὁ Ἰόλεως τοῦ Ἡρακλέους μᾶλλον ἦν ἀδελφιδοῦς ἢ σός;</said>

<milestone unit="para" ed="P"/> κράτιστον τοίνυν μοι, ὦ Διονυσόδωρε, ἦν δʼ ἐγώ, ἀποκρίνασθαί σοι. οὐ γὰρ μὴ ἀνῇς ἐρωτῶν, σχεδόν τι ἐγὼ τοῦτʼ εὖ οἶδα, φθονῶν καὶ διακωλύων, ἵνα μὴ διδάξῃ με Εὐθύδημος ἐκεῖνο τὸ σοφόν.—<said who="#Διονυσόδωρος" direct="false">ἀποκρίνου δή,</said> ἔφη.—ἀποκρίνομαι δή, εἶπον, ὅτι τοῦ Ἡρακλέους ἦν ὁ Ἰόλεως ἀδελφιδοῦς, <milestone unit="section" resp="Stephanus" n="297e"/> ἐμὸς δʼ, ὡς ἐμοὶ δοκεῖ, οὐδʼ ὁπωστιοῦν. οὐ γὰρ Πατροκλῆς ἦν αὐτῷ πατήρ, ὁ ἐμὸς ἀδελφός, ἀλλὰ παραπλήσιον μὲν τοὔνομα Ἰφικλῆς, ὁ Ἡρακλέους ἀδελφός.—<said who="#Διονυσόδωρος" direct="false">Πατροκλῆς δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">σός;</said>—πάνυ γʼ, ἔφην ἐγώ, ὁμομήτριός γε, οὐ μέντοι ὁμοπάτριος.—<said who="#Διονυσόδωρος" direct="false">ἀδελφὸς ἄρα ἐστί σοι καὶ οὐκ ἀδελφός.</said>—οὐχ ὁμοπάτριός γε, ὦ βέλτιστε, ἔφην· ἐκείνου μὲν γὰρ Χαιρέδημος ἦν πατήρ, ἐμὸς δὲ Σωφρονίσκος.—<said who="#Διονυσόδωρος" direct="false">πατὴρ δὲ ἦν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">Σωφρονίσκος καὶ Χαιρέδημος;</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="298"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
			πάνυ <milestone n="298" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="298a"/> γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός;</said>—τοὐμοῦ γʼ, ἔφην ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ;</said>—δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ἕτερος εἶ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τοῦ λίθου;</said>—ἕτερος μέντοι.—<said who="#Διονυσόδωρος" direct="false">ἄλλο τι οὖν ἕτερος,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ;</said>—ἔστι ταῦτα.—<said who="#Διονυσόδωρος" direct="false">οὔκουν καὶ ὁ Χαιρέδημος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἕτερος ὢν πατρὸς <del>οὐκ ἂν</del> πατήρ ἐστιν.</said>—ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι. <milestone unit="section" resp="Stephanus" n="298b"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">εἰ γὰρ δήπου,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πατήρ ἐστιν ὁ Χαιρέδημος,</said> ὑπολαβὼν ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ.</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, <said who="#Κτήσιππος" direct="false">ὁ δὲ ὑμέτερος,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός;</said>—<said who="#Εὐθύδημος" direct="false">πολλοῦ γʼ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">δεῖ,</said> ὁ Εὐθύδημος.—<said who="#Κτήσιππος" direct="false">ἀλλά,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὁ αὐτός;</said>—<said who="#Εὐθύδημος" direct="false">ὁ αὐτὸς μέντοι.</said>—<said who="#Κτήσιππος" direct="false">οὐκ ἂν συμβουλοίμην. ἀλλὰ <milestone unit="section" resp="Stephanus" n="298c"/> πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων;</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ τῶν ἄλλων,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι;</said>—<said who="#Κτήσιππος" direct="false">ὤιμην δῆτα,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">τί δέ;</said> ἦ δʼ ὅς· <said who="#Εὐθύδημος" direct="false">χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον;</said>—<said who="#Κτήσιππος" direct="false">μὴ γάρ,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ.</said>—<said who="#Εὐθύδημος" direct="false">ἀλλʼ ἔστιν,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">πότερον ἀνθρώπων;</said> ἦ δʼ ὃς ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων;</said> <milestone unit="section" resp="Stephanus" n="298d"/> <said who="#Εὐθύδημος" direct="false">πάντων,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">ἦ καὶ μήτηρ ἡ μήτηρ;</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ ἡ μήτηρ γε.</said>—<said who="#Κτήσιππος" direct="false">καὶ τῶν ἐχίνων ἄρα,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ ἡ σή γʼ,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ γὰρ σύ,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ γὰρ σοί,</said> ἔφη.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">αὐτίκα δέ γε,</said> ἦ δʼ ὃς ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων;</said>—<said who="#Κτήσιππος" direct="false">καὶ μάλα πονηρός,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Διονυσόδωρος" direct="false">ἔστιν οὖν <milestone unit="section" resp="Stephanus" n="298e"/> αὐτῷ κυνίδια;</said>—<said who="#Κτήσιππος" direct="false">καὶ μάλʼ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ἕτερα τοιαῦτα.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων;</said>—<said who="#Κτήσιππος" direct="false">ἔγωγέ τοι εἶδον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">αὐτὸν ὀχεύοντα τὴν κύνα.</said>—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν; οὐ σός ἐστιν ὁ κύων;</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ γʼ,</said> ἔφη.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός;</said>

<milestone unit="para" ed="P"/> καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, <said who="#Διονυσόδωρος" direct="false">καὶ ἔτι γέ μοι μικρόν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον;</said>—καὶ ὁ Κτήσιππος γελάσας, <said who="#Κτήσιππος" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη· <said who="#Κτήσιππος" direct="false">οὐ γὰρ δύναμαι σέ.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν τὸν σαυτοῦ πατέρα,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τύπτεις;</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="299"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="299" unit="page"/><milestone unit="section" resp="Stephanus" n="299a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">πολὺ μέντοι,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">δικαιότερον τὸν ὑμέτερον πατέρʼ ἂ<add>ν</add> τύπτοιμι, ὅτι μαθὼν σοφοὺς ὑεῖς οὕτως ἔφυσεν. ἀλλʼ ἦ που, ὦ Εὐθύδημε</said> <del>ὁ Κτήσιππος</del>, <said who="#Κτήσιππος" direct="false">πόλλʼ ἀγαθὰ ἀπὸ τῆς ὑμετέρας σοφίας ταύτης ἀπολέλαυκεν ὁ πατὴρ ὁ ὑμέτερός τε καὶ τῶν κυνιδίων.</said>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ οὐδὲν δεῖται πολλῶν ἀγαθῶν, ὦ Κτήσιππε, οὔτʼ ἐκεῖνος οὔτε σύ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">οὐδὲ σύ,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε, αὐτός;</said>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐδὲ ἄλλος γε οὐδεὶς ἀνθρώπων. εἰπὲ γάρ μοι, ὦ <milestone unit="section" resp="Stephanus" n="299b"/> Κτήσιππε, εἰ ἀγαθὸν νομίζεις εἶναι ἀσθενοῦντι φάρμακον πιεῖν ἢ οὐκ ἀγαθὸν εἶναι δοκεῖ σοι, ὅταν δέηται· ἢ εἰς πόλεμον ὅταν ἴῃ, ὅπλα ἔχοντα μᾶλλον ἰέναι ἢ ἄνοπλον.</said>—<said who="#Κτήσιππος" direct="false">ἔμοιγε,</said> ἔφη. <said who="#Κτήσιππος" direct="false">καίτοι οἶμαί τί σε τῶν καλῶν ἐρεῖν.</said>—<said who="#Εὐθύδημος" direct="false">σὺ ἄριστα εἴσῃ,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ ἀποκρίνου. ἐπειδὴ γὰρ ὡμολόγεις ἀγαθὸν εἶναι φάρμακον, ὅταν δέῃ, πίνειν ἀνθρώπῳ, ἄλλο τι τοῦτο τὸ ἀγαθὸν ὡς πλεῖστον δεῖ πίνειν, καὶ καλῶς ἐκεῖ ἕξει, ἐάν τις αὐτῷ τρίψας ἐγκεράσῃ ἐλλεβόρου ἅμαξαν;</said>—καὶ ὁ Κτήσιππος εἶπεν· <said who="#Κτήσιππος" direct="false">πάνυ γε σφόδρα, ὦ Εὐθύδημε, ἐὰν ᾖ γε <milestone unit="section" resp="Stephanus" n="299c"/> ὁ πίνων ὅσος ὁ ἀνδριὰς ὁ ἐν Δελφοῖς.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">καὶ ἐν τῷ πολέμῳ ἐπειδὴ ἀγαθόν ἐστιν ὅπλα ἔχειν, ὡς πλεῖστα δεῖ ἔχειν δόρατά τε καὶ ἀσπίδας, ἐπειδήπερ ἀγαθόν ἐστιν;</said>—<said who="#Κτήσιππος" direct="false">μάλα δήπου,</said> ἔφη ὁ Κτήσιππος· <said who="#Κτήσιππος" direct="false">σὺ δʼ οὐκ οἴει, ὦ Εὐθύδημε, ἀλλὰ μίαν καὶ ἓν δόρυ;</said>—<said who="#Εὐθύδημος" direct="false">ἔγωγε.</said>—<said who="#Κτήσιππος" direct="false">ἦ καὶ τὸν Γηρυόνην ἄν,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ τὸν Βριάρεων οὕτως σὺ ὁπλίσαις; ἐγὼ δὲ ᾤμην σὲ δεινότερον εἶναι, ἅτε ὁπλομάχην ὄντα, καὶ τόνδε τὸν ἑταῖρον.</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ μὲν Εὐθύδημος ἐσίγησεν· ὁ δὲ Διονυσόδωρος πρὸς <milestone unit="section" resp="Stephanus" n="299d"/> τὰ πρότερον ἀποκεκριμένα τῷ Κτησίππῳ ἤρετο, <said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ χρυσίον,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἀγαθὸν δοκεῖ σοι εἶναι ἔχειν;</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ, καὶ ταῦτά γε πολύ,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν; ἀγαθὰ οὐ δοκεῖ σοι χρῆναι ἀεί τʼ ἔχειν καὶ πανταχοῦ;</said>—<said who="#Κτήσιππος" direct="false">σφόδρα γʼ,</said> ἔφη.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ τὸ χρυσίον ἀγαθὸν ὁμολογεῖς εἶναι;</said>—<said who="#Κτήσιππος" direct="false">ὡμολόγηκα μὲν οὖν,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἀεὶ δεῖ αὐτὸ ἔχειν καὶ πανταχοῦ καὶ ὡς μάλιστα ἐν ἑαυτῷ; καὶ εἴη ἂν εὐδαιμονέστατος <milestone unit="section" resp="Stephanus" n="299e"/> εἰ ἔχοι χρυσίου μὲν τρία τάλαντα ἐν τῇ γαστρί, τάλαντον δʼ ἐν τῷ κρανίῳ, στατῆρα δὲ χρυσοῦ ἐν ἑκατέρῳ τὠφθαλμῷ;</said>—<said who="#Κτήσιππος" direct="false">φασί γε οὖν, ὦ Εὐθύδημε,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">τούτους εὐδαιμονεστάτους εἶναι Σκυθῶν καὶ ἀρίστους ἄνδρας, οἳ χρυσίον τε ἐν τοῖς κρανίοις ἔχουσιν πολὺ τοῖς ἑαυτῶν, ὥσπερ σὺ νυνδὴ ἔλεγες τὸν κύνα τὸν πατέρα, καὶ ὃ θαυμασιώτερόν γε ἔτι, ὅτι καὶ πίνουσιν ἐκ τῶν ἑαυτῶν κρανίων κεχρυσωμένων, καὶ ταῦτα ἐντὸς καθορῶσιν, τὴν ἑαυτῶν κορυφὴν ἐν ταῖς χερσὶν ἔχοντες.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="300"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="300" unit="page"/><milestone unit="section" resp="Stephanus" n="300a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Εὐθύδημος" direct="false">πότερον δὲ ὁρῶσιν,</said> ἔφη ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">καὶ Σκύθαι τε καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;</said>—<said who="#Κτήσιππος" direct="false">τὰ δυνατὰ δήπου.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν καὶ σύ,</said> ἔφη;—<said who="#Κτήσιππος" direct="false">κἀγώ.</said>—<said who="#Εὐθύδημος" direct="false">ὁρᾷς οὖν τὰ ἡμέτερα ἱμάτια;</said>—<said who="#Κτήσιππος" direct="false">ναί.</said>—<said who="#Εὐθύδημος" direct="false">δυνατὰ οὖν ὁρᾶν ἐστὶν ταῦτα.</said>—<said who="#Κτήσιππος" direct="false">ὑπερφυῶς,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">τί δέ;</said> ἦ δʼ ὅς.—<said who="#Κτήσιππος" direct="false">μηδέν. σὺ δὲ ἴσως οὐκ οἴει αὐτὰ ὁρᾶν· οὕτως ἡδὺς εἶ. ἀλλά μοι δοκεῖς, Εὐθύδημε, οὐ καθεύδων ἐπικεκοιμῆσθαι καί, <add>εἰ</add> οἷόν τε λέγοντα μηδὲν λέγειν, καὶ σὺ τοῦτο ποιεῖν.</said> <milestone unit="section" resp="Stephanus" n="300b"/>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἦ γὰρ οὐχ οἷόν τʼ,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">σιγῶντα λέγειν;</said>—<said who="#Κτήσιππος" direct="false">οὐδʼ ὁπωστιοῦν,</said> ἦ δʼ ὃς ὁ Κτήσιππος.—<said who="#Διονυσόδωρος" direct="false">ἆρʼ οὐδὲ λέγοντα σιγᾶν;</said>—<said who="#Κτήσιππος" direct="false">ἔτι ἧττον,</said> ἔφη.—<said who="#Διονυσόδωρος" direct="false">ὅταν οὖν λίθους λέγῃς καὶ ξύλα καὶ σιδήρια, οὐ σιγῶντα λέγεις;</said>—<said who="#Κτήσιππος" direct="false">οὔκουν εἴ γε ἐγώ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">παρέρχομαι ἐν τοῖς χαλκείοις, ἀλλὰ φθεγγόμενα καὶ βοῶντα μέγιστον τὰ σιδήρια λέγεται, ἐάν τις ἅψηται· ὥστε τοῦτο μὲν ὑπὸ σοφίας ἔλαθες οὐδὲν εἰπών. ἀλλʼ ἔτι μοι τὸ ἕτερον ἐπιδείξατον, ὅπως αὖ ἔστιν λέγοντα σιγᾶν.</said> <milestone unit="section" resp="Stephanus" n="300c"/>

<milestone unit="para" ed="P"/> καί μοι ἐδόκει ὑπεραγωνιᾶν ὁ Κτήσιππος διὰ τὰ παιδικά.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ὅταν σιγᾷς,</said> ἔφη ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">οὐ πάντα σιγᾷς;</said>—<said who="#Κτήσιππος" direct="false">ἔγωγε,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, εἴπερ τῶν ἁπάντων ἐστὶν <del>τὰ λεγόμενα</del>.</said>—<said who="#Κτήσιππος" direct="false">τί δέ;</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">οὐ σιγᾷ πάντα;</said>—<said who="#Εὐθύδημος" direct="false">οὐ δήπου,</said> ἔφη ὁ Εὐθύδημος.—<said who="#Κτήσιππος" direct="false">ἀλλʼ ἄρα, ὦ βέλτιστε, λέγει τὰ πάντα;</said>—<said who="#Εὐθύδημος" direct="false">τά γε δήπου λέγοντα.</said>—<said who="#Κτήσιππος" direct="false">ἀλλά,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ τὰ πάντα σιγᾷ ἢ λέγει;</said> <milestone unit="section" resp="Stephanus" n="300d"/>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδέτερα καὶ ἀμφότερα,</said> ἔφη ὑφαρπάσας ὁ Διονυσόδωρος· <said who="#Διονυσόδωρος" direct="false">εὖ γὰρ οἶδα ὅτι τῇ ἀποκρίσει οὐχ ἕξεις ὅτι χρῇ.</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, ὥσπερ εἰώθει, μέγα πάνυ ἀνακαγχάσας, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ὁ ἀδελφός σου ἐξημφοτέρικεν τὸν λόγον, καὶ ἀπόλωλέ τε καὶ ἥττηται.</said> καὶ ὁ Κλεινίας πάνυ ἥσθη καὶ ἐγέλασεν, ὥστε ὁ Κτήσιππος ἐγένετο πλεῖον ἢ δεκαπλάσιος. ὁ δέ μοι δοκεῖ ἅτε πανοῦργος ὤν, ὁ Κτήσιππος, παρʼ αὐτῶν τούτων αὐτὰ ταῦτα παρηκηκόει· οὐ γάρ ἐστιν ἄλλων τοιαύτη σοφία τῶν νῦν ἀνθρώπων. <milestone unit="section" resp="Stephanus" n="300e"/>

<milestone unit="para" ed="P"/> κἀγὼ εἶπον· τί γελᾷς, ὦ Κλεινία, ἐπὶ σπουδαίοις οὕτω πράγμασιν καὶ καλοῖς;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">σὺ γὰρ ἤδη τι πώποτʼ εἶδες, ὦ Σώκρατες, καλὸν πρᾶγμα;</said> ἔφη ὁ Διονυσόδωρος.

<milestone unit="para" ed="P"/> ἔγωγε, ἔφην, καὶ πολλά γε, ὦ Διονυσόδωρε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="301"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="301" unit="page"/><milestone unit="section" resp="Stephanus" n="301a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">ἆρα ἕτερα ὄντα τοῦ καλοῦ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἢ ταὐτὰ τῷ καλῷ;</said>

<milestone unit="para" ed="P"/> κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ· πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἐὰν οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ;</said>

<milestone unit="para" ed="P"/> εὐφήμει τοῦτό γε, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλὰ τίνα τρόπον,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη;</said> <milestone unit="section" resp="Stephanus" n="301b"/>

<milestone unit="para" ed="P"/> ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς; ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πῶς γὰρ οὐκ ἀπορῶ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι ὃ μὴ ἔστι;</said>

<milestone unit="para" ed="P"/> τί λέγεις, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν;—<said who="#Διονυσόδωρος" direct="false">ἐὰν ἔμοιγε,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">δοκῇ.</said>—οὐκοῦν δοκεῖ;—<said who="#Διονυσόδωρος" direct="false">πάνυ γʼ,</said> ἔφη.—οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον; οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλʼ <milestone unit="section" resp="Stephanus" n="301c"/> ἔγωγε οὐδʼ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν. ἀλλʼ, ὦ Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἶσθα οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν; πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα;</said>—ἔγωγε· ὅτι χαλκέα.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ, κεραμεύειν;</said>—κεραμέα.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν;</said> <milestone unit="section" resp="Stephanus" n="301d"/> μάγειρον, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ἐάν τις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει;</said>—μάλιστα.—<said who="#Διονυσόδωρος" direct="false">προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν; ὡμολόγησας ταῦτα ἢ οὔ;</said>—ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε.—<said who="#Διονυσόδωρος" direct="false">δῆλον τοίνυν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει· καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει.</said> <milestone unit="section" resp="Stephanus" n="301e"/>

<milestone unit="para" ed="P"/> ὦ Πόσειδον, ἦν δʼ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ. ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἐπιγνοίης ἂν αὐτήν, ὦ Σώκρατες,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">οἰκείαν γενομένην;</said>

<milestone unit="para" ed="P"/> ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">τὰ σαυτοῦ οἴει γιγνώσκειν;</said>

<milestone unit="para" ed="P"/> εἰ μή τι σὺ ἄλλο λέγεις· ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δʼ εἰς Εὐθύδημον τόνδε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="302"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">ἆρʼ οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ταῦτα ἡγῇ σὰ εἶναι, ὧν ἂν ἄρξῃς καὶ ἐξῇ <milestone n="302" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="302a"/> σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ; οἷον βοῦς καὶ πρόβατον, ἆρʼ ἂν ἡγοῖο ταῦτα σὰ εἶναι, ἅ σοι ἐξείη καὶ ἀποδόσθαι καὶ δοῦναι καὶ θῦσαι ὅτῳ βούλοιο θεῶν; ἃ δʼ ἂν μὴ οὕτως ἔχῃ, οὐ σά;</said>

<milestone unit="para" ed="P"/> κἀγώ (ᾔδη γὰρ ὅτι ἐξ αὐτῶν καλόν τι ἀνακύψοιτο τῶν ἐρωτημάτων, καὶ ἅμα βουλόμενος ὅτι τάχιστʼ ἀκοῦσαι) πάνυ μὲν οὖν, ἔφην, οὕτως ἔχει· τὰ τοιαῦτά ἐστιν μόνα ἐμά.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ; ζῷα,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">οὐ ταῦτα καλεῖς ἃ ἂν ψυχὴν ἔχῃ;</said> <milestone unit="section" resp="Stephanus" n="302b"/> ναί, ἔφην.—<said who="#Διονυσόδωρος" direct="false">ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἃ ἄν σοι ἐξουσία ᾖ πάντα ταῦτα ποιεῖν ἃ νυνδὴ ἐγὼ ἔλεγον;</said>—ὁμολογῶ.—καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος, <said who="#Διονυσόδωρος" direct="false">εἰπέ μοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος;</said>—καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν, ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος· οὐκ ἔστιν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε.—<said who="#Διονυσόδωρος" direct="false">ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος <milestone unit="section" resp="Stephanus" n="302c"/> εἶ καὶ οὐδὲ Ἀθηναῖος, ᾧ μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν.</said>—ἔα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε. ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων.—<said who="#Διονυσόδωρος" direct="false">εἶτα τοῖς ἄλλοις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος;</said>—οὐκ ἔστιν, ἦν δʼ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθʼ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθʼ ἡμῖν, <milestone unit="section" resp="Stephanus" n="302d"/> ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν· Ζεὺς δʼ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ἀρκεῖ γʼ,</said> ἔφη ὁ Διονυσόδωρος· <said who="#Διονυσόδωρος" direct="false">ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ.</said>—πάνυ, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ οὗτοι σοὶ θεοὶ ἂν εἶεν;</said> ἔφη.—πρόγονοι, ἦν δʼ ἐγώ, καὶ δεσπόται.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ οὖν σοί γε,</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">ἢ οὐ σοὺς ὡμολόγηκας αὐτοὺς εἶναι;</said>—ὡμολόγηκα, ἔφην· τί γὰρ πάθω;—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">καὶ ζῷά εἰσιν οὗτοι οἱ <milestone unit="section" resp="Stephanus" n="302e"/> θεοί; ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι. ἢ οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν;</said>—ἔχουσιν, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ ζῷά εἰσιν;</said>—ζῷα, ἔφην.—<said who="#Διονυσόδωρος" direct="false">τῶν δέ γε ζῴων,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὡμολόγηκας ταῦτʼ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ.</said>—ὡμολόγηκα, ἔφην· οὐκ ἔστιν γάρ μοι ἀνάδυσις, ὦ Εὐθύδημε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="303"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Διονυσόδωρος" direct="false">ἴθι δή μοι εὐθύς,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">εἰπέ· ἐπειδὴ σὸν ὁμολογεῖς εἶναι τὸν Δία <milestone n="303" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="303a"/> καὶ τοὺς ἄλλους θεούς, ἆρα ἔξεστί σοι αὐτοὺς ἀποδόσθαι ἢ δοῦναι ἢ ἄλλʼ ὅτι ἂν βούλῃ χρῆσθαι ὥσπερ τοῖς ἄλλοις ζῴοις;</said>

<milestone unit="para" ed="P"/> ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ὥσπερ πληγεὶς ὑπὸ τοῦ λόγου, ἐκείμην ἄφωνος· ὁ δὲ Κτήσιππός μοι ἰὼν ὡς βοηθήσων, <said who="#Κτήσιππος" direct="false">Πυππὰξ ὦ Ἡράκλεις,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καλοῦ λόγου.</said>—καὶ ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὁ Ἡρακλῆς πυππάξ ἐστιν ἢ ὁ πυππὰξ Ἡρακλῆς;</said>—καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Πόσειδον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">δεινῶν λόγων. ἀφίσταμαι· ἀμάχω τὼ ἄνδρε.</said> <milestone unit="section" resp="Stephanus" n="303b"/>

<milestone unit="para" ed="P"/> ἐνταῦθα μέντοι, ὦ φίλε Κρίτων, οὐδεὶς ὅστις οὐ τῶν παρόντων ὑπερεπῄνεσε τὸν λόγον καὶ τὼ ἄνδρε, καὶ γελῶντες καὶ κροτοῦντες καὶ χαίροντες ὀλίγου παρετάθησαν. ἐπὶ μὲν γὰρ τοῖς ἔμπροσθεν ἐφʼ ἑκάστοις πᾶσι παγκάλως ἐθορύβουν μόνοι οἱ τοῦ Εὐθυδήμου ἐρασταί, ἐνταῦθα δὲ ὀλίγου καὶ οἱ κίονες οἱ ἐν τῷ Λυκείῳ ἐθορύβησάν τʼ ἐπὶ τοῖν ἀνδροῖν καὶ ἥσθησαν. ἐγὼ μὲν οὖν καὶ αὐτὸς οὕτω διετέθην, ὥστε <milestone unit="section" resp="Stephanus" n="303c"/> ὁμολογεῖν μηδένας πώποτε ἀνθρώπους ἰδεῖν οὕτω σοφούς, καὶ παντάπασι καταδουλωθεὶς ὑπὸ τῆς σοφίας αὐτοῖν ἐπὶ τὸ ἐπαινεῖν τε καὶ ἐγκωμιάζειν αὐτὼ ἐτραπόμην, καὶ εἶπον· ὦ μακάριοι σφὼ τῆς θαυμαστῆς φύσεως, οἳ τοσοῦτον πρᾶγμα οὕτω ταχὺ καὶ ἐν ὀλίγῳ χρόνῳ ἐξείργασθον. πολλὰ μὲν οὖν καὶ ἄλλα οἱ λόγοι ὑμῶν καλὰ ἔχουσιν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε· ἐν δὲ τοῖς καὶ τοῦτο μεγαλοπρεπέστατον, ὅτι τῶν πολλῶν ἀνθρώπων καὶ τῶν σεμνῶν δὴ καὶ δοκούντων <milestone unit="section" resp="Stephanus" n="303d"/> τὶ εἶναι οὐδὲν ὑμῖν μέλει, ἀλλὰ τῶν ὁμοίων ὑμῖν μόνον. ἐγὼ γὰρ εὖ οἶδα ὅτι τούτους τοὺς λόγους πάνυ μὲν ἂν ὀλίγοι ἀγαπῷεν ἄνθρωποι ὅμοιοι ὑμῖν, οἱ δʼ ἄλλοι οὕτως ἀγνοοῦσιν αὐτούς, ὥστʼ εὖ οἶδα ὅτι αἰσχυνθεῖεν ἂν μᾶλλον ἐξελέγχοντες τοιούτοις λόγοις τοὺς ἄλλους ἢ αὐτοὶ ἐξελεγχόμενοι. καὶ τόδε αὖ ἕτερον δημοτικόν τι καὶ πρᾷον ἐν τοῖς λόγοις· ὁπόταν φῆτε μήτε καλὸν εἶναι μηδὲν μήτε ἀγαθὸν πρᾶγμα μήτε λευκὸν μηδʼ ἄλλο τῶν τοιούτων μηδέν, μηδὲ τὸ παράπαν <milestone unit="section" resp="Stephanus" n="303e"/> ἑτέρων ἕτερον, ἀτεχνῶς μὲν τῷ ὄντι συρράπτετε τὰ στόματα τῶν ἀνθρώπων, ὥσπερ καὶ φατέ· ὅτι δʼ οὐ μόνον τὰ τῶν ἄλλων, ἀλλὰ δόξαιτε ἂν καὶ τὰ ὑμέτερα αὐτῶν, τοῦτο πάνυ χαρίεν τέ ἐστιν καὶ τὸ ἐπαχθὲς τῶν λόγων ἀφαιρεῖται. τὸ δὲ δὴ μέγιστον, ὅτι ταῦτα οὕτως ἔχει ὑμῖν καὶ τεχνικῶς ἐξηύρηται, ὥστʼ ἐ<add>ν</add> πάνυ ὀλίγῳ χρόνῳ ὁντινοῦν ἂν μαθεῖν ἀνθρώπων· ἔγνων ἔγωγε καὶ τῷ Κτησίππῳ τὸν νοῦν προσέχων ὡς ταχὺ ὑμᾶς ἐκ τοῦ παραχρῆμα μιμεῖσθαι οἷός τε ἦν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="304"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="304" unit="page"/><milestone unit="section" resp="Stephanus" n="304a"/><label>ΣΩ.</label> τοῦτο μὲν οὖν τοῦ πράγματος σφῶν τὸ σοφὸν πρὸς μὲν τὸ ταχὺ παραδιδόναι καλόν, ἐναντίον δʼ ἀνθρώπων διαλέγεσθαι οὐκ ἐπιτήδειον, ἀλλʼ ἄν γέ μοι πείθησθε, εὐλαβήσεσθε μὴ πολλῶν ἐναντίον λέγειν, ἵνα μὴ ταχὺ ἐκμαθόντες ὑμῖν μὴ εἰδῶσιν χάριν. ἀλλὰ μάλιστα μὲν αὐτὼ πρὸς ἀλλήλω μόνω διαλέγεσθον· εἰ δὲ μή, εἴπερ ἄλλου του ἐναντίον, ἐκείνου μόνου ὃς ἂν ὑμῖν διδῷ ἀργύριον. τὰ αὐτὰ δὲ ταῦτα, ἐὰν <milestone unit="section" resp="Stephanus" n="304b"/> σωφρονῆτε, καὶ τοῖς μαθηταῖς συμβουλεύσετε, μηδέποτε μηδενὶ ἀνθρώπων διαλέγεσθαι ἀλλʼ ἢ ὑμῖν τε καὶ αὑτοῖς· τὸ γὰρ σπάνιον, ὦ Εὐθύδημε, τίμιον, τὸ δὲ ὕδωρ εὐωνότατον, ἄριστον ὄν, ὡς ἔφη Πίνδαρος. ἀλλʼ ἄγετε, ἦν δʼ ἐγώ, ὅπως κἀμὲ καὶ Κλεινίαν τόνδε παραδέξεσθον.

<milestone unit="para" ed="P"/> ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα ἄττα ἔτι βραχέα διαλεχθέντες ἀπῇμεν. σκόπει οὖν ὅπως συμφοιτήσεις παρὰ τὼ <milestone unit="section" resp="Stephanus" n="304c"/> ἄνδρε, ὡς ἐκείνω φατὸν οἵω τε εἶναι διδάξαι τὸν ἐθέλοντʼ ἀργύριον διδόναι, καὶ οὔτε φύσιν οὔθʼ ἡλικίαν ἐξείργειν οὐδεμίαν—ὃ δὲ καὶ σοὶ μάλιστα προσήκει ἀκοῦσαι, ὅτι οὐδὲ τοῦ χρηματίζεσθαί φατον διακωλύειν οὐδέν—μὴ οὐ παραλαβεῖν ὁντινοῦν εὐπετῶς τὴν σφετέραν σοφίαν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> καὶ μήν, ὦ Σώκρατες, φιλήκοος μὲν ἔγωγε καὶ ἡδέως ἄν τι μανθάνοιμι, κινδυνεύω μέντοι κἀγὼ εἷς εἶναι τῶν οὐχ ὁμοίων Εὐθυδήμῳ, ἀλλʼ ἐκείνων ὧν δὴ καὶ σὺ <milestone unit="section" resp="Stephanus" n="304d"/> ἔλεγες, τῶν ἥδιον ἂν ἐξελεγχομένων ὑπὸ τῶν τοιούτων λόγων ἢ ἐξελεγχόντων. ἀτὰρ γελοῖον μέν μοι δοκεῖ εἶναι τὸ νουθετεῖν σε, ὅμως δέ, ἅ γʼ ἤκουον, ἐθέλω σοι ἀπαγγεῖλαι. τῶν ἀφʼ ὑμῶν ἀπιόντων ἴσθʼ ὅτι προσελθών τίς μοι περιπατοῦντι, ἀνὴρ οἰόμενος πάνυ εἶναι σοφός, τούτων τις τῶν περὶ τοὺς λόγους τοὺς εἰς τὰ δικαστήρια δεινῶν, <said direct="false">ὦ Κρίτων,</said> ἔφη, <said direct="false">οὐδὲν ἀκροᾷ τῶνδε τῶν σοφῶν;</said>—οὐ μὰ τὸν Δία, ἦν δʼ ἐγώ· οὐ γὰρ οἷός τʼ ἦ προσστὰς κατακούειν ὑπὸ τοῦ ὄχλου.—<said direct="false">καὶ μήν,</said> ἔφη, <said direct="false">ἄξιόν γʼ ἦν ἀκοῦσαι.</said>—τί <milestone unit="section" resp="Stephanus" n="304e"/> δέ; ἦν δʼ ἐγώ.—<said direct="false">ἵνα ἤκουσας ἀνδρῶν διαλεγομένων οἳ νῦν σοφώτατοί εἰσι τῶν περὶ τοὺς τοιούτους λόγους.</said>—κἀγὼ εἶπον· τί οὖν ἐφαίνοντό σοι;—<said direct="false">τί δὲ ἄλλο,</said> ἦ δʼ ὅς, <said direct="false">ἢ οἷάπερ ἀεὶ ἄν τις τῶν τοιούτων ἀκούσαι ληρούντων καὶ περὶ οὐδενὸς ἀξίων ἀναξίαν σπουδὴν ποιουμένων;</said> (οὑτωσὶ γάρ πως καὶ εἶπεν τοῖς ὀνόμασιν).—καὶ ἐγώ, ἀλλὰ μέντοι, ἔφην, χαρίεν γέ τι πρᾶγμά ἐστιν ἡ φιλοσοφία.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="305"><p><said who="#Κρίτων" rend="merge"><label>ΚΡ.</label><said direct="false">ποῖον,</said> ἔφη, <said direct="false">χαρίεν, ὦ <milestone n="305" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="305a"/> μακάριε; οὐδενὸς μὲν οὖν ἄξιον. ἀλλὰ καὶ εἰ νῦν παρεγένου, πάνυ ἄν σε οἶμαι αἰσχυνθῆναι ὑπὲρ τοῦ σεαυτοῦ ἑταίρου· οὕτως ἦν ἄτοπος, ἐθέλων ἑαυτὸν παρέχειν ἀνθρώποις οἷς οὐδὲν μέλει ὅτι ἂν λέγωσιν, παντὸς δὲ ῥήματος ἀντέχονται. καὶ οὗτοι, ὅπερ ἄρτι ἔλεγον, ἐν τοῖς κράτιστοί εἰσι τῶν νῦν. ἀλλὰ γάρ, ὦ Κρίτων,</said> ἔφη, <said direct="false">τὸ πρᾶγμα αὐτὸ καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τῷ πράγματι διατρίβοντες φαῦλοί εἰσιν καὶ καταγέλαστοι.</said> ἐμοὶ δέ, ὦ Σώκρατες, τὸ πρᾶγμα ἐδόκει <milestone unit="section" resp="Stephanus" n="305b"/> οὐκ ὀρθῶς ψέγειν οὔθʼ οὗτος οὔτʼ εἴ τις ἄλλος ψέγει· τὸ μέντοι ἐθέλειν διαλέγεσθαι τοιούτοις ἐναντίον πολλῶν ἀνθρώπων ὀρθῶς μοι ἐδόκει μέμφεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Κρίτων, θαυμάσιοί εἰσιν οἱ τοιοῦτοι ἄνδρες. ἀτὰρ οὔπω οἶδα ὅτι μέλλω ἐρεῖν. ποτέρων ἦν ὁ προσελθών σοι καὶ μεμφόμενος τὴν φιλοσοφίαν; πότερον τῶν ἀγωνίσασθαι δεινῶν ἐν τοῖς δικαστηρίοις, ῥήτωρ τις, ἢ τῶν τοὺς τοιούτους εἰσπεμπόντων, ποιητὴς τῶν λόγων οἷς οἱ ῥήτορες ἀγωνίζονται;</said></p><p><said who="#Κρίτων"><milestone unit="section" resp="Stephanus" n="305c"/><label>ΚΡ.</label> ἥκιστα νὴ τὸν Δία ῥήτωρ, οὐδὲ οἶμαι πώποτʼ αὐτὸν ἐπὶ δικαστήριον ἀναβεβηκέναι· ἀλλʼ ἐπαΐειν αὐτόν φασι περὶ τοῦ πράγματος νὴ τὸν Δία καὶ δεινὸν εἶναι καὶ δεινοὺς λόγους συντιθέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤδη μανθάνω· περὶ τούτων καὶ αὐτὸς νυνδὴ ἔμελλον λέγειν. οὗτοι γάρ εἰσιν μέν, ὦ Κρίτων, οὓς ἔφη Πρόδικος μεθόρια φιλοσόφου τε ἀνδρὸς καὶ πολιτικοῦ, οἴονται δʼ εἶναι πάντων σοφώτατοι ἀνθρώπων, πρὸς δὲ τῷ εἶναι καὶ δοκεῖν πάνυ παρὰ πολλοῖς, ὥστε παρὰ πᾶσιν εὐδοκιμεῖν <milestone unit="section" resp="Stephanus" n="305d"/> ἐμποδὼν σφίσιν εἶναι οὐδένας ἄλλους ἢ τοὺς περὶ φιλοσοφίαν ἀνθρώπους. ἡγοῦνται οὖν, ἐὰν τούτους εἰς δόξαν καταστήσωσιν μηδενὸς δοκεῖν ἀξίους εἶναι, ἀναμφισβητήτως ἤδη παρὰ πᾶσιν τὰ νικητήρια εἰς δόξαν οἴσεσθαι σοφίας πέρι. εἶναι μὲν γὰρ τῇ ἀληθείᾳ σφᾶς σοφωτάτους, ἐν δὲ τοῖς ἰδίοις λόγοις ὅταν ἀποληφθῶσιν, ὑπὸ τῶν ἀμφὶ Εὐθύδημον κολούεσθαι. σοφοὶ δὲ ἡγοῦνται εἶναι πάνυ—εἰκότως· μετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν, μετρίως δὲ πολιτικῶν, <milestone unit="section" resp="Stephanus" n="305e"/> πάνυ ἐξ εἰκότος λόγου—μετέχειν γὰρ ἀμφοτέρων ὅσον ἔδει, ἐκτὸς δὲ ὄντες κινδύνων καὶ ἀγώνων καρποῦσθαι τὴν σοφίαν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί οὖν; δοκοῦσί σοί τι, ὦ Σώκρατες, λέγειν; οὐ γάρ τοι ἀλλὰ ὅ γε λόγος ἔχει τινὰ εὐπρέπειαν τῶν ἀνδρῶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="306"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἔχει ὄντως, ὦ Κρίτων, εὐπρέπειαν μᾶλλον <milestone n="306" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="306a"/> ἢ ἀλήθειαν. οὐ γὰρ ῥᾴδιον αὐτοὺς πεῖσαι ὅτι καὶ ἄνθρωποι καὶ τἆλλα πάντα ὅσα μεταξύ τινοιν δυοῖν ἐστιν καὶ ἀμφοτέροιν τυγχάνει μετέχοντα, ὅσα μὲν ἐκ κακοῦ καὶ ἀγαθοῦ, τοῦ μὲν βελτίω, τοῦ δὲ χείρω γίγνεται· ὅσα δὲ ἐκ δυοῖν ἀγαθοῖν μὴ πρὸς ταὐτόν, ἀμφοῖν χείρω πρὸς ὃ ἂν ἑκάτερον ᾖ χρηστὸν ἐκείνων ἐξ ὧν συνετέθη· ὅσα δʼ ἐκ δυοῖν κακοῖν συντεθέντα μὴ πρὸς τὸ αὐτὸ ὄντοιν ἐν τῷ μέσῳ ἐστίν, ταῦτα <milestone unit="section" resp="Stephanus" n="306b"/> μόνα βελτίω ἑκατέρου ἐκείνων ἐστίν, ὧν ἀμφοτέρων μέρος μετέχουσιν. εἰ μὲν οὖν ἡ φιλοσοφία ἀγαθόν ἐστιν καὶ ἡ πολιτικὴ πρᾶξις, πρὸς ἄλλο δὲ ἑκατέρα, οὗτοι δʼ ἀμφοτέρων μετέχοντες τούτων ἐν μέσῳ εἰσίν, οὐδὲν λέγουσιν—ἀμφοτέρων γάρ εἰσι φαυλότεροι—εἰ δὲ ἀγαθὸν καὶ κακόν, τῶν μὲν βελτίους, τῶν δὲ χείρους· εἰ δὲ κακὰ ἀμφότερα, οὕτως ἄν τι λέγοιεν ἀληθές, ἄλλως δʼ οὐδαμῶς. οὐκ ἂν οὖν οἶμαι <milestone unit="section" resp="Stephanus" n="306c"/> αὐτοὺς ὁμολογῆσαι οὔτε κακὼ αὐτὼ ἀμφοτέρω εἶναι οὔτε τὸ μὲν κακόν, τὸ δὲ ἀγαθόν· ἀλλὰ τῷ ὄντι οὗτοι ἀμφοτέρων μετέχοντες ἀμφοτέρων ἥττους εἰσὶν πρὸς ἑκάτερον πρὸς ὃ ἥ τε πολιτικὴ καὶ ἡ φιλοσοφία ἀξίω λόγου ἐστόν, καὶ τρίτοι ὄντες τῇ ἀληθείᾳ ζητοῦσι πρῶτοι δοκεῖν εἶναι. συγγιγνώσκειν μὲν οὖν αὐτοῖς χρὴ τῆς ἐπιθυμίας καὶ μὴ χαλεπαίνειν, ἡγεῖσθαι μέντοι τοιούτους εἶναι οἷοί εἰσιν· πάντα γὰρ ἄνδρα χρὴ ἀγαπᾶν ὅστις καὶ ὁτιοῦν λέγει ἐχόμενον <milestone unit="section" resp="Stephanus" n="306d"/> φρονήσεως πρᾶγμα καὶ ἀνδρείως ἐπεξιὼν διαπονεῖται.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> καὶ μήν, ὦ Σώκρατες, καὶ αὐτὸς περὶ τῶν ὑέων, ὥσπερ ἀεὶ πρός σε λέγω, ἐν ἀπορίᾳ εἰμὶ τί δεῖ αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν νεώτερος ἔτι καὶ σμικρός ἐστιν, Κριτόβουλος δʼ ἤδη ἡλικίαν ἔχει καὶ δεῖταί τινος ὅστις αὐτὸν ὀνήσει. ἐγὼ μὲν οὖν ὅταν σοὶ συγγένωμαι, οὕτω διατίθεμαι ὥστʼ ἐμοὶ δοκεῖ μανίαν εἶναι τὸ ἕνεκα τῶν παίδων ἄλλων μὲν πολλῶν σπουδὴν τοιαύτην ἐσχηκέναι, καὶ περὶ <milestone unit="section" resp="Stephanus" n="306e"/> τοῦ γάμου ὅπως ἐκ γενναιοτάτης ἔσονται μητρός, καὶ περὶ τῶν χρημάτων ὅπως ὡς πλουσιώτατοι, αὐτῶν δὲ περὶ παιδείας ἀμελῆσαι· ὅταν δὲ εἴς τινα ἀποβλέψω τῶν φασκόντων ἂν παιδεῦσαι ἀνθρώπους, ἐκπέπληγμαι καί μοι δοκεῖ εἷς ἕκαστος αὐτῶν σκοποῦντι πάνυ ἀλλόκοτος εἶναι, <milestone n="307" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="307a"/> ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι· ὥστε οὐκ ἔχω ὅπως προτρέπω τὸ μειράκιον ἐπὶ φιλοσοφίαν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="307"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ φίλε Κρίτων, οὐκ οἶσθα ὅτι ἐν παντὶ ἐπιτηδεύματι οἱ μὲν φαῦλοι πολλοὶ καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλὸν δοκεῖ σοι εἶναι, καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔμοιγε πάντως δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἐν ἑκάστῃ τούτων τοὺς πολλοὺς πρὸς <milestone unit="section" resp="Stephanus" n="307b"/> ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ναὶ μὰ τὸν Δία, καὶ μάλα ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν τούτου ἕνεκα αὐτός τε φεύξῃ πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ ὑεῖ οὐκ ἐπιτρέψεις;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὔκουν δίκαιόν γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλʼ ἐάσας χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ, <milestone unit="section" resp="Stephanus" n="307c"/> ἐὰν μέν σοι φαίνηται φαῦλον ὄν, πάντʼ ἄνδρα ἀπότρεπε, μὴ μόνον τοὺς ὑεῖς· ἐὰν δὲ φαίνηται οἷον οἶμαι αὐτὸ ἐγὼ εἶναι, θαρρῶν δίωκε καὶ ἄσκει, τὸ λεγόμενον δὴ τοῦτο, αὐτός τε καὶ τὰ παιδία.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>