<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:290</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:290</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="290"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="290" unit="page"/><milestone unit="section" resp="Stephanus" n="290a"/><label>ΣΩ.</label> ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα· ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὔκ, ἀλλʼ οὕτω μοι φαίνεται,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὡς σὺ λέγεις.</said>

<milestone unit="para" ed="P"/> ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθʼ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">ἐγὼ μὲν οὐκ εὐπορῶ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἀλλʼ, ἦν δʼ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">τίνα;</said> ἔφη ὁ Κλεινίας. <milestone unit="section" resp="Stephanus" n="290b"/>

<milestone unit="para" ed="P"/> ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὐκ ἔμοιγε δοκεῖ.</said>

<milestone unit="para" ed="P"/> πῶς; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων.</said>

<milestone unit="para" ed="P"/> τί δὴ οὖν; ἔφην ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὐδεμία,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι· ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλʼ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ <milestone unit="section" resp="Stephanus" n="290c"/> δʼ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί—θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι· οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν—ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν.</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία· τοῦτο οὕτως ἔχει;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">πάνυ μὲν οὖν. καὶ οἵ γε στρατηγοί,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">οὕτω τὸν αὐτὸν <milestone unit="section" resp="Stephanus" n="290d"/> τρόπον· ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν—αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν—ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν. εἰ οὖν,</said> ἦ δʼ ὅς, <said who="#Κλεινίας" direct="false">δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ζητητέον ἀντὶ τῆς στρατηγικῆς.</said></said></p><p><said who="#Κρίτων"><milestone unit="section" resp="Stephanus" n="290e"/><label>ΚΡ.</label> τί λέγεις σύ, ὦ Σώκρατες; ἐκεῖνο τὸ μειράκιον τοιαῦτʼ ἐφθέγξατο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἴει, ὦ Κρίτων;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> μὰ Δίʼ οὐ μέντοι. οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτʼ εἶπεν, οὔτʼ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτʼ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτʼ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>