<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:288</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:288</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="288"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
					εἰ γὰρ μὴ ἐξήμαρτον, οὐδὲ σὺ ἐξελέγξεις, καίπερ σοφὸς ὤν, οὐδʼ ἔχεις ὅτι χρῇ τῷ λόγῳ· εἰ δʼ ἐξήμαρτον, οὐδʼ οὕτως ὀρθῶς <milestone n="288" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="288a"/> λέγεις, φάσκων οὐκ εἶναι ἐξαμαρτάνειν. καὶ ταῦτα οὐ πρὸς ἃ πέρυσιν ἔλεγες λέγω. ἀλλὰ ἔοικεν, ἔφην ἐγώ, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οὗτος μὲν ὁ λόγος ἐν ταὐτῷ μένειν καὶ ἔτι ὥσπερ τὸ παλαιὸν καταβαλὼν πίπτειν, καὶ ὥστε τοῦτο μὴ πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι, καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων.

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">Θαυμάσιά γε λέγετʼ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ὦ ἄνδρες <milestone unit="section" resp="Stephanus" n="288b"/> θούριοι εἴτε Χῖοι εἴθʼ ὁπόθεν καὶ ὅπῃ χαίρετον ὀνομαζόμενοι· ὡς οὐδὲν ὑμῖν μέλει τοῦ παραληρεῖν.
</said>
<milestone unit="para" ed="P"/> καὶ ἐγὼ φοβηθεὶς μὴ λοιδορία γένηται, πάλιν κατεπράυνον τὸν Κτήσιππον καὶ εἶπον· ὦ Κτήσιππε, καὶ νυνδὴ ἃ πρὸς Κλεινίαν ἔλεγον, καὶ πρὸς σὲ ταὐτὰ ταῦτα λέγω, ὅτι οὐ γιγνώσκεις τῶν ξένων τὴν σοφίαν ὅτι θαυμασία ἐστίν. ἀλλʼ οὐκ ἐθέλετον ἡμῖν ἐπιδείξασθαι σπουδάζοντε, ἀλλὰ τὸν Πρωτέα μιμεῖσθον τὸν Αἰγύπτιον σοφιστὴν γοητεύοντε ἡμᾶς. <milestone unit="section" resp="Stephanus" n="288c"/> ἡμεῖς οὖν τὸν Μενέλαον μιμώμεθα, καὶ μὴ ἀφιώμεθα τοῖν ἀνδροῖν ἕως ἂν ἡμῖν ἐκφανῆτον ἐφʼ ᾧ αὐτὼ σπουδάζετον· οἶμαι γάρ τι αὐτοῖν πάγκαλον φανεῖσθαι, ἐπειδὰν ἄρξωνται σπουδάζειν. ἀλλὰ δεώμεθα καὶ παραμυθώμεθα καὶ προσευχώμεθα αὐτοῖν ἐκφανῆναι. ἐγὼ οὖν μοι δοκῶ καὶ αὐτὸς πάλιν ὑφηγήσασθαι οἵω προσεύχομαι αὐτὼ φανῆναί μοι· ὅθεν γὰρ <milestone unit="section" resp="Stephanus" n="288d"/> τὸ πρότερον ἀπέλιπον, τὸ ἑξῆς τούτοις πειράσομαι, ὅπως ἂν δύνωμαι, διελθεῖν, ἐάν πως ἐκκαλέσωμαι καὶ ἐλεήσαντέ με καὶ οἰκτίραντε συντεταμένον καὶ σπουδάζοντα καὶ αὐτὼ σπουδάσητον.

<milestone unit="para" ed="P"/> σὺ δέ, ὦ Κλεινία, ἔφην, ἀνάμνησόν με πόθεν τότʼ ἀπελίπομεν. ὡς μὲν οὖν ἐγᾦμαι, ἐνθένδε ποθέν. φιλοσοφητέον ὡμολογήσαμεν τελευτῶντες· ἦ γάρ;—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἦ δʼ ὅς.—ἡ δέ γε φιλοσοφία κτῆσις ἐπιστήμης· οὐχ οὕτως; ἔφην.—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἔφη.—τίνα ποτʼ οὖν ἂν κτησάμενοι ἐπιστήμην ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="288e"/> κτησαίμεθα; ἆρʼ οὐ τοῦτο μὲν ἁπλοῦν, ὅτι ταύτην ἥτις ἡμᾶς ὀνήσει;—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ</said>, ἔφη.—ἆρʼ οὖν ἄν τι ἡμᾶς ὀνήσειεν, εἰ ἐπισταίμεθα γιγνώσκειν περιιόντες ὅπου τῆς γῆς χρυσίον πλεῖστον κατορώρυκται;—<said who="#Κλεινίας" direct="false">ἴσως,</said> ἔφη.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>