<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:287</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:287</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="287"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone n="287" unit="page"/><milestone unit="section" resp="Stephanus" n="287a"/> ὅρα δέ· εἰ γὰρ μήτε ψεύδεσθαι ἔστιν μήτε ψευδῆ δοξάζειν μήτε ἀμαθῆ εἶναι, ἄλλο τι οὐδʼ ἐξαμαρτάνειν ἔστιν, ὅταν τίς τι πράττη; πράττοντα γὰρ οὐκ ἔστιν ἁμαρτάνειν τούτου ὃ πράττει· οὐχ οὕτω λέγετε;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πάνυ γʼ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> τοῦτό ἐστιν ἤδη, ἦν δʼ ἐγώ, τὸ φορτικὸν ἐρώτημα. εἰ γὰρ μὴ ἁμαρτάνομεν μήτε πράττοντες μήτε λέγοντες μήτε διανοούμενοι, ὑμεῖς, ὦ πρὸς Διός, εἰ ταῦτα οὕτως ἔχει, τίνος διδάσκαλοι ἥκετε; ἢ οὐκ ἄρτι ἔφατε ἀρετὴν κάλλιστʼ ἂν <milestone unit="section" resp="Stephanus" n="287b"/> παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">εἶτʼ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος ὑπολαβών, <said who="#Διονυσόδωρος" direct="false">οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ, καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δʼ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ;</said>

<milestone unit="para" ed="P"/> καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ—εἰκότως· παρὰ σοφῶν γὰρ λέγονται—ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ <q>οὐκ ἔχω ὅτι χρῶμαι</q> τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς <milestone unit="section" resp="Stephanus" n="287c"/> οὐκ ἔχω ἐξελέγξαι αὐτόν; ἐπεὶ εἰπέ, τί σοι ἄλλο νοεῖ τοῦτο τὸ ῥῆμα, τὸ <q>οὐκ ἔχω ὅτι χρήσωμαι τοῖς λόγοις</q>;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ὃ σὺ λέγεις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false"><del>τούτῳ τῷ πάνυ χαλεπὸν χρῆσθαι·</del> ἐπεὶ ἀπόκριναι.</said>

<milestone unit="para" ed="P"/> πρὶν σὲ ἀποκρίνασθαι, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ ἀποκρίνῃ;</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ δίκαιον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">δίκαιον μέντοι,</said> ἔφη.

<milestone unit="para" ed="P"/> κατὰ τίνα λόγον; ἦν δʼ ἐγώ· ἢ δῆλον ὅτι κατὰ τόνδε, ὅτι σὺ νῦν πάσσοφός τις ἡμῖν ἀφῖξαι περὶ λόγους, καὶ οἶσθα <milestone unit="section" resp="Stephanus" n="287d"/> ὅτε δεῖ ἀποκρίνασθαι καὶ ὅτε μή; καὶ νῦν οὐδʼ ἂν ὁτιοῦν ἀποκρίνῃ, ἅτε γιγνώσκων ὅτι οὐ δεῖ;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">λαλεῖς,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀμελήσας ἀποκρίνασθαι· ἀλλʼ, ὠγαθέ, πείθου καὶ ἀποκρίνου, ἐπειδὴ καὶ ὁμολογεῖς με σοφὸν εἶναι.</said>

<milestone unit="para" ed="P"/> πειστέον τοίνυν, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη, ὡς ἔοικεν· σὺ γὰρ ἄρχεις. ἀλλʼ ἐρώτα.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν ψυχὴν ἔχοντα νοεῖ τὰ νοοῦντα, ἢ καὶ τὰ ἄψυχα;</said>

<milestone unit="para" ed="P"/> τὰ ψυχὴν ἔχοντα.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἶσθα οὖν τι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ῥῆμα ψυχὴν ἔχον;</said>

<milestone unit="para" ed="P"/> μὰ Δία οὐκ ἔγωγε. <milestone unit="section" resp="Stephanus" n="287e"/>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί οὖν ἄρτι ἤρου ὅτι μοι νοοῖ τὸ ῥῆμα;</said>

<milestone unit="para" ed="P"/> τί ἄλλο γε, ἦν δʼ ἐγώ, ἢ ἐξήμαρτον διὰ τὴν βλακείαν; ἢ οὐκ ἐξήμαρτον ἀλλὰ καὶ τοῦτο ὀρθῶς εἶπον, εἰπὼν ὅτι νοεῖ τὰ ῥήματα; πότερα φῂς ἐξαμαρτάνειν με ἢ οὔ;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>