<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:286</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:286</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="286"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">εἰσὶν ἑκάστῳ τῶν ὄντων λόγοι;</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ γε.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὡς ἔστιν ἕκαστον ἢ ὡς οὐκ ἔστιν;</said> <milestone n="286" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="286a"/>  <said who="#Κτήσιππος" direct="false">ὡς ἔστιν.</said>—<said who="#Διονυσόδωρος" direct="false">εἰ γὰρ μέμνησαι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Κτήσιππε, καὶ ἄρτι ἐπεδείξαμεν μηδένα λέγοντα ὡς οὐκ ἔστι· τὸ γὰρ μὴ ὂν οὐδεὶς ἐφάνη λέγων.</said>—<said who="#Κτήσιππος" direct="false">τί οὖν δὴ τοῦτο;</said> ἦ δʼ ὃς ὁ Κτήσιππος· <said who="#Κτήσιππος" direct="false">ἧττόν τι ἀντιλέγομεν ἐγώ τε καὶ σύ;</said>—<said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἀντιλέγοιμεν ἂν τοῦ αὐτοῦ πράγματος λόγον ἀμφότεροι λέγοντες, ἢ οὕτω μὲν ἂν δήπου ταὐτὰ λέγοιμεν;</said>—συνεχώρει.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ὅταν μηδέτερος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὸν τοῦ πράγματος <milestone unit="section" resp="Stephanus" n="286b"/> λόγον λέγῃ, τότε ἀντιλέγοιμεν ἄν; ἢ οὕτω γε τὸ παράπαν οὐδʼ ἂν μεμνημένος εἴη τοῦ πράγματος οὐδέτερος ἡμῶν;</said>—καὶ τοῦτο συνωμολόγει.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ἄρα, ὅταν ἐγὼ μὲν τὸν τοῦ πράγματος λόγον λέγω, σὺ δὲ ἄλλου τινὸς ἄλλον, τότε ἀντιλέγομεν; ἢ ἐγὼ λέγω μὲν τὸ πρᾶγμα, σὺ δὲ οὐδὲ λέγεις τὸ παράπαν; ὁ δὲ μὴ λέγων τῷ λέγοντι πῶς <add>ἂν</add> ἀντιλέγοι;</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ μὲν Κτήσιππος ἐσίγησεν· ἐγὼ δὲ θαυμάσας τὸν λόγον, πῶς, ἔφην, ὦ Διονυσόδωρε, λέγεις; οὐ γάρ τοι <milestone unit="section" resp="Stephanus" n="286c"/> ἀλλὰ τοῦτόν γε τὸν λόγον πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω—καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῷ καὶ οἱ ἔτι παλαιότεροι· ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν —οἶμαι δὲ αὐτοῦ τὴν ἀλήθειαν παρὰ σοῦ κάλλιστα πεύσεσθαι. ἄλλο τι ψευδῆ λέγειν οὐκ ἔστιν; —τοῦτο γὰρ δύναται ὁ λόγος· ἦ γάρ; —ἀλλʼ ἢ λέγοντʼ ἀληθῆ λέγειν ἢ μὴ λέγειν;

<milestone unit="para" ed="P"/> συνεχώρει. <milestone unit="section" resp="Stephanus" n="286d"/>

<milestone unit="para" ed="P"/> πότερον οὖν ψευδῆ μὲν λέγειν οὐκ ἔστι, δοξάζειν μέντοι ἔστιν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδὲ δοξάζειν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ψευδής, ἦν δʼ ἐγώ, δόξα ἔστι τὸ παράπαν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ἀμαθία οὐδʼ ἀμαθεῖς ἄνθρωποι· ἢ οὐ τοῦτʼ ἂν εἴη ἀμαθία, εἴπερ εἴη, τὸ ψεύδεσθαι τῶν πραγμάτων;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γε,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἀλλὰ τοῦτο οὐκ ἔστιν, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ</said> ἔφη.

<milestone unit="para" ed="P"/> λόγου ἕνεκα, ὦ Διονυσόδωρε, λέγεις τὸν λόγον, ἵνα δὴ ἄτοπον λέγῃς, ἢ ὡς ἀληθῶς δοκεῖ σοι οὐδεὶς εἶναι ἀμαθὴς ἀνθρώπων; <milestone unit="section" resp="Stephanus" n="286e"/>

					<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλὰ σύ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἔλεγξον.</said>

<milestone unit="para" ed="P"/> ἦ καὶ ἔστι τοῦτο κατὰ τὸν σὸν λόγον, ἐξελέγξαι, μηδενὸς ψευδομένου;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ ἔστιν,</said> ἔφη ὁ Εὐθύδημος.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ἐκέλευεν, ἔφην ἐγώ, νυνδὴ Διονυσόδωρος ἐξελέγξαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">τὸ γὰρ μὴ ὂν πῶς ἄν τις κελεύσαι; σὺ δὲ κελεύεις;</said>

<milestone unit="para" ed="P"/> ὅτι, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, τὰ σοφὰ ταῦτα καὶ τὰ εὖ ἔχοντα οὐ πάνυ τι μανθάνω, ἀλλὰ παχέως πως ἐννοῶ. ἴσως μὲν οὖν φορτικώτερόν τι ἐρήσομαι, ἀλλὰ συγγίγνωσκε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>