<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:285</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:285</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="285"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Κτήσιππος" direct="false">μὰ Δίʼ οὐκ ἔγωγε,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὦ Διονυσόδωρε, ἐπεὶ φιλῶ σε, ἀλλὰ νουθετῶ σε ὡς ἑταῖρον, καὶ πειρῶμαι πείθειν μηδέποτε ἐναντίον ἐμοῦ οὕτως ἀγροίκως λέγειν ὅτι ἐγὼ τούτους βούλομαι <milestone n="285" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="285a"/> ἐξολωλέναι, οὓς περὶ πλείστου ποιοῦμαι.</said>

<milestone unit="para" ed="P"/> ἐγὼ οὖν, ἐπειδή μοι ἐδόκουν ἀγριωτέρως πρὸς ἀλλήλους ἔχειν, προσέπαιζόν τε τὸν Κτήσιππον καὶ εἶπον ὅτι ὦ Κτήσιππε, ἐμοὶ μὲν δοκεῖ χρῆναι ἡμᾶς παρὰ τῶν ξένων δέχεσθαι ἃ λέγουσιν, ἐὰν ἐθέλωσι διδόναι, καὶ μὴ ὀνόματι διαφέρεσθαι. εἰ γὰρ ἐπίστανται οὕτως ἐξολλύναι ἀνθρώπους, ὥστʼ ἐκ πονηρῶν τε καὶ ἀφρόνων χρηστούς τε καὶ ἔμφρονας ποιεῖν, καὶ τοῦτο εἴτε αὐτὼ ηὑρήκατον εἴτε καὶ <milestone unit="section" resp="Stephanus" n="285b"/> παρʼ ἄλλου του ἐμαθέτην φθόρον τινὰ καὶ ὄλεθρον τοιοῦτον, ὥστε ἀπολέσαντες πονηρὸν ὄντα χρηστὸν πάλιν ἀποφῆναι· εἰ τοῦτο ἐπίστασθον—δῆλον δὲ ὅτι ἐπίστασθον· ἐφάτην γοῦν τὴν τέχνην σφῶν εἶναι τὴν νεωστὶ ηὑρημένην ἀγαθοὺς ποιεῖν τοὺς ἀνθρώπους ἐκ πονηρῶν—συγχωρήσωμεν οὖν αὐτοῖν αὐτό· ἀπολεσάντων ἡμῖν τὸ μειράκιον καὶ φρόνιμον ποιησάντων, καὶ ἅπαντάς γε ἡμᾶς τοὺς ἄλλους. εἰ δὲ ὑμεῖς <milestone unit="section" resp="Stephanus" n="285c"/> οἱ νέοι φοβεῖσθε, ὥσπερ ἐν Καρὶ ἐν ἐμοὶ ἔστω ὁ κίνδυνος· ὡς ἐγώ, ἐπειδὴ καὶ πρεσβύτης εἰμί, παρακινδυνεύειν ἕτοιμος καὶ παραδίδωμι ἐμαυτὸν Διονυσοδώρῳ τούτῳ ὥσπερ τῇ Μηδείᾳ τῇ Κόλχῳ. ἀπολλύτω με, καὶ εἰ μὲν βούλεται, ἑψέτω, εἰ δʼ, ὅτι βούλεται, τοῦτο ποιείτω· μόνον χρηστὸν ἀποφηνάτω.

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἐγὼ μέν,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ αὐτός, ὦ Σώκρατες, ἕτοιμός εἰμι παρέχειν ἐμαυτὸν τοῖς ξένοις, καὶ ἐὰν βούλωνται δέρειν ἔτι μᾶλλον ἢ νῦν δέρουσιν, εἴ μοι ἡ δορὰ μὴ εἰς <milestone unit="section" resp="Stephanus" n="285d"/> ἀσκὸν τελευτήσει, ὥσπερ ἡ τοῦ Μαρσύου, ἀλλʼ εἰς ἀρετήν. καίτοι με οἴεται Διονυσόδωρος οὑτοσὶ χαλεπαίνειν αὐτῷ· ἐγὼ δὲ οὐ χαλεπαίνω, ἀλλʼ ἀντιλέγω πρὸς ταῦτα ἅ μοι δοκεῖ πρός με μὴ καλῶς λέγειν. ἀλλὰ σὺ τὸ ἀντιλέγειν, ἔφη, ὦ γενναῖε Διονυσόδωρε, μὴ κάλει λοιδορεῖσθαι· ἕτερον γάρ τί ἐστι τὸ λοιδορεῖσθαι.</said>

<milestone unit="para" ed="P"/> καὶ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ὡς ὄντος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τοῦ ἀντιλέγειν, ὦ Κτήσιππε, ποιῇ τοὺς λόγους;</said> <milestone unit="section" resp="Stephanus" n="285e"/>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">πάντως δήπου,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ σφόδρα γε· ἢ σύ, ὦ Διονυσόδωρε, οὐκ οἴει εἶναι ἀντιλέγειν;</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὔκουν σύ γʼ ἄν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀποδείξαις πώποτε ἀκούσας οὐδενὸς ἀντιλέγοντος ἑτέρου ἑτέρῳ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">ἀληθῆ λέγεις;</said> ἔφη· <said who="#Κτήσιππος" direct="false">ἀλλὰ ἀκούων μὲν νυνί σοι ἀποδείκνυμι ἀντιλέγοντος Κτησίππου Διονυσοδώρῳ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἦ καὶ ὑπόσχοις ἂν τούτου λόγον;</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">πάνυ,</said> ἔφη.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>