<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:283</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:283</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="283"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="283" unit="page"/><milestone unit="section" resp="Stephanus" n="283a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> ἐγὼ μὲν οὖν ταῦτα εἶπον, ὦ Κρίτων· τῷ δὲ μετὰ τοῦτο ἐσομένῳ πάνυ σφόδρα προσεῖχον τὸν νοῦν, καὶ ἐπεσκόπουν τίνα ποτὲ τρόπον ἅψοιντο τοῦ λόγου καὶ ὁπόθεν ἄρξοιντο παρακελευόμενοι τῷ νεανίσκῳ σοφίαν τε καὶ ἀρετὴν ἀσκεῖν. ὁ οὖν πρεσβύτερος αὐτῶν, ὁ Διονυσόδωρος, πρότερος ἤρχετο τοῦ λόγου, καὶ ἡμεῖς πάντες ἐβλέπομεν πρὸς αὐτὸν ὡς αὐτίκα μάλα ἀκουσόμενοι θαυμασίους τινὰς λόγους. ὅπερ <milestone unit="section" resp="Stephanus" n="283b"/> οὖν καὶ συνέβη ἡμῖν· θαυμαστὸν γάρ τινα, ὦ Κρίτων, ἁνὴρ κατῆρχεν λόγον, οὗ σοὶ ἄξιον ἀκοῦσαι, ὡς παρακελευστικὸς ὁ λόγος ἦν ἐπʼ ἀρετήν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">εἰπέ μοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατές τε καὶ ὑμεῖς οἱ ἄλλοι, ὅσοι φατὲ ἐπιθυμεῖν τόνδε τὸν νεανίσκον σοφὸν γενέσθαι, πότερον παίζετε ταῦτα λέγοντες ἢ ὡς ἀληθῶς ἐπιθυμεῖτε καὶ σπουδάζετε;</said>

<milestone unit="para" ed="P"/> κἀγὼ διενοήθην ὅτι ᾠηθήτην ἄρα ἡμᾶς τὸ πρότερον παίζειν, ἡνίκα ἐκελεύομεν διαλεχθῆναι τῷ νεανίσκῳ αὐτώ, καὶ διὰ ταῦτα προσεπαισάτην τε καὶ οὐκ ἐσπουδασάτην· <milestone unit="section" resp="Stephanus" n="283c"/> ταῦτα οὖν διανοηθεὶς ἔτι μᾶλλον εἶπον ὅτι θαυμαστῶς σπουδάζοιμεν.

<milestone unit="para" ed="P"/> καὶ ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">σκόπει μήν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ὅπως μὴ ἔξαρνος ἔσῃ ἃ νῦν λέγεις.</said>—ἔσκεμμαι, ἦν δʼ ἐγώ· οὐ γὰρ μή ποτʼ ἔξαρνος γένωμαι.—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">φατὲ βούλεσθαι αὐτὸν σοφὸν γενέσθαι;</said>—πάνυ μὲν οὖν.—<said who="#Διονυσόδωρος" direct="false">νῦν δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">Κλεινίας πότερον σοφός ἐστιν ἢ οὔ;</said>—οὔκουν φησί γέ πω· ἔστιν δέ, ἦν δʼ ἐγώ, οὐκ ἀλαζών.—<said who="#Διονυσόδωρος" direct="false">ὑμεῖς δέ,</said> <milestone unit="section" resp="Stephanus" n="283d"/> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">βούλεσθε γενέσθαι αὐτὸν σοφόν, ἀμαθῆ δὲ μὴ εἶναι;</said>—ὡμολογοῦμεν.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὃς μὲν οὐκ ἔστιν, βούλεσθε αὐτὸν γενέσθαι, ὃς δʼ ἔστι νῦν, μηκέτι εἶναι.</said>—καὶ ἐγὼ ἀκούσας ἐθορυβήθην· ὁ δέ μου θορυβουμένου ὑπολαβών, <said who="#Διονυσόδωρος" direct="false">ἄλλο τι οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἐπεὶ βούλεσθε αὐτὸν ὃς νῦν ἐστὶν μηκέτι εἶναι, βούλεσθε αὐτόν, ὡς ἔοικεν, ἀπολωλέναι; καίτοι πολλοῦ ἂν ἄξιοι οἱ τοιοῦτοι εἶεν φίλοι τε καὶ ἐρασταί, οἵτινες τὰ παιδικὰ περὶ παντὸς ἂν ποιήσαιντο ἐξολωλέναι.</said> <milestone unit="section" resp="Stephanus" n="283e"/>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν· <said who="#Κτήσιππος" direct="false">ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ἦν εἰπεῖν, εἶπον ἄν· <q>σοὶ εἰς κεφαλήν,</q> ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδʼ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>