<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:280</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:280</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="280"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> τί δέ; στρατευόμενος μετὰ ποτέρου ἂν ἥδιον τοῦ κινδύνου τε καὶ τῆς <milestone n="280" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="280a"/> τύχης μετέχοις, μετὰ σοφοῦ στρατηγοῦ ἢ μετὰ ἀμαθοῦς;—<said who="#Κλεινίας" direct="false">μετὰ σοφοῦ.</said>—τί δέ; ἀσθενῶν μετὰ ποτέρου ἂν ἡδέως κινδυνεύοις, μετὰ σοφοῦ ἰατροῦ ἢ μετὰ ἀμαθοῦς;—<said who="#Κλεινίας" direct="false">μετὰ σοφοῦ.</said>—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι εὐτυχέστερον ἂν οἴει πράττειν μετὰ σοφοῦ πράττων ἢ μετὰ ἀμαθοῦς;—συνεχώρει.—ἡ σοφία ἄρα πανταχοῦ εὐτυχεῖν ποιεῖ τοὺς ἀνθρώπους. οὐ γὰρ δήπου ἁμαρτάνοι γʼ ἄν ποτέ τι σοφία, ἀλλʼ ἀνάγκη ὀρθῶς πράττειν καὶ τυγχάνειν· ἦ γὰρ ἂν οὐκέτι σοφία εἴη. <milestone unit="section" resp="Stephanus" n="280b"/>

<milestone unit="para" ed="P"/> συνωμολογησάμεθα τελευτῶντες οὐκ οἶδʼ ὅπως ἐν κεφαλαίῳ οὕτω τοῦτο ἔχειν, σοφίας παρούσης, ᾧ ἂν παρῇ, μηδὲν προσδεῖσθαι εὐτυχίας· ἐπειδὴ δὲ τοῦτο συνωμολογησάμεθα, πάλιν ἐπυνθανόμην αὐτοῦ τὰ πρότερον ὡμολογημένα πῶς ἂν ἡμῖν ἔχοι. ὡμολογήσαμεν γάρ, ἔφην, εἰ ἡμῖν ἀγαθὰ πολλὰ παρείη, εὐδαιμονεῖν ἂν καὶ εὖ πράττειν.—συνέφη.—ἆρʼ οὖν εὐδαιμονοῖμεν ἂν διὰ τὰ παρόντα ἀγαθά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ ἢ εἰ ὠφελοῖ;—<said who="#Κλεινίας" direct="false">εἰ ὠφελοῖ,</said> ἔφη.—ἆρʼ οὖν ἄν <milestone unit="section" resp="Stephanus" n="280c"/> τι ὠφελοῖ, εἰ εἴη μόνον ἡμῖν, χρῴμεθα δʼ αὐτοῖς μή; οἷον σιτία εἰ ἡμῖν εἴη πολλά, ἐσθίοιμεν δὲ μή, ἢ ποτόν, πίνοιμεν δὲ μή, ἔσθʼ ὅτι ὠφελοίμεθʼ ἄν;—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα,</said> ἔφη.—τί δέ; οἱ δημιουργοὶ πάντες, εἰ αὐτοῖς εἴη πάντα τὰ ἐπιτήδεια παρεσκευασμένα ἑκάστῳ εἰς τὸ ἑαυτοῦ ἔργον, χρῷντο δὲ αὐτοῖς μή, ἆρʼ ἂν οὗτοι εὖ πράττοιεν διὰ τὴν κτῆσιν, ὅτι κεκτημένοι εἶεν πάντα ἃ δεῖ κεκτῆσθαι τὸν δημιουργόν; οἷον τέκτων, εἰ παρεσκευασμένος εἴη τά τε ὄργανα ἅπαντα καὶ ξύλα ἱκανά, τεκταίνοιτο δὲ μή, ἔσθʼ ὅτι ὠφελοῖτʼ ἂν <milestone unit="section" resp="Stephanus" n="280d"/> ἀπὸ τῆς κτήσεως;—<said who="#Κλεινίας" direct="false">οὐδαμῶς,</said> ἔφη.—τί δέ, εἴ τις κεκτημένος εἴη πλοῦτόν τε καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα τὰ ἀγαθά, χρῷτο δὲ αὐτοῖς μή, ἆρʼ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων κτῆσιν τῶν ἀγαθῶν;—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα, ὦ Σώκρατες.</said>—δεῖ ἄρα, ἔφην, ὡς ἔοικεν, μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ χρῆσθαι αὐτοῖς· ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται.—<said who="#Κλεινίας" direct="false">ἀληθῆ λέγεις.</said>—ἆρʼ <milestone unit="section" resp="Stephanus" n="280e"/> οὖν, ὦ Κλεινία, ἤδη τοῦτο ἱκανὸν πρὸς τὸ εὐδαίμονα ποιῆσαί τινα, τό τε κεκτῆσθαι τἀγαθὰ καὶ τὸ χρῆσθαι αὐτοῖς;—<said who="#Κλεινίας" direct="false">ἔμοιγε δοκεῖ.</said>—πότερον, ἦν δʼ ἐγώ, ἐὰν ὀρθῶς χρῆταί τις ἢ καὶ ἐὰν μή;—<said who="#Κλεινίας" direct="false">ἐὰν ὀρθῶς.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>