<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:277</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:277</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="277"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> ἐν δὲ τούτῳ ὁ μὲν Κλεινίας τῷ Εὐθυδήμῳ ἀπεκρίνατο ὅτι μανθάνοιεν οἱ μανθάνοντες ἃ οὐκ ἐπίσταιντο· ὁ δὲ ἤρετο <milestone n="277" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="277a"/> αὐτὸν διὰ τῶν αὐτῶν ὧνπερ τὸ πρότερον·<said who="#Εὐθύδημος" direct="false"> τί δέ;</said> ἦ δʼ ὅς, <said who="#Εὐθύδημος" direct="false">οὐκ ἐπίστασαι σὺ γράμματα;</said>—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἔφη.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἅπαντα;</said>—ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">ὅταν οὖν τις ἀποστοματίζῃ ὁτιοῦν, οὐ γράμματα ἀποστοματίζει;</said>—ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ὧν τι σὺ ἐπίστασαι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἀποστοματίζει, εἴπερ πάντα ἐπίστασαι;</said>—καὶ τοῦτο ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">τί οὖν;</said> ἦ δʼ ὅς, <said who="#Εὐθύδημος" direct="false">ἆρα σὺ <add>οὐ</add> μανθάνεις ἅττʼ ἂν ἀποστοματίζῃ τις, ὁ δὲ μὴ ἐπιστάμενος γράμματα μανθάνει;</said>—<said who="#Κλεινίας" direct="false">οὔκ, ἀλλʼ,</said> ἦ δʼ ὅς, <said who="#Κλεινίας" direct="false">μανθάνω.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἃ ἐπίστασαι, ἦ δʼ <milestone unit="section" resp="Stephanus" n="277b"/> ὅς, μανθάνεις, εἴπερ γε ἅπαντα τὰ γράμματα ἐπίστασαι.</said>—ὡμολόγησεν.—<said who="#Εὐθύδημος" direct="false">οὐκ ἄρα ὀρθῶς ἀπεκρίνω,</said> ἔφη.

<milestone unit="para" ed="P"/> καὶ οὔπω σφόδρα τι ταῦτα εἴρητο τῷ Εὐθυδήμῳ, καὶ ὁ Διονυσόδωρος ὥσπερ σφαῖραν ἐκδεξάμενος τὸν λόγον πάλιν ἐστοχάζετο τοῦ μειρακίου, καὶ εἶπεν· <said who="#Διονυσόδωρος" direct="false">Ἐξαπατᾷ σε Εὐθύδημος, ὦ Κλεινία. εἰπὲ γάρ μοι, τὸ μανθάνειν οὐκ ἐπιστήμην ἐστὶ λαμβάνειν τούτου οὗ ἄν τις μανθάνῃ;</said>—ὡμολόγει ὁ Κλεινίας.—<said who="#Διονυσόδωρος" direct="false">τὸ δʼ ἐπίστασθαι,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἄλλο τι ἢ ἔχειν ἐπιστήμην ἤδη ἐστίν;</said>—συνέφη.—<said who="#Διονυσόδωρος" direct="false">τὸ ἄρα μὴ ἐπίστασθαι <milestone unit="section" resp="Stephanus" n="277c"/> μήπω ἔχειν ἐπιστήμην ἐστίν;</said>—ὡμολόγει αὐτῷ.—<said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν εἰσιν οἱ λαμβάνοντες ὁτιοῦν οἱ ἔχοντες ἤδη ἢ οἳ ἂν μὴ ἔχωσιν;</said>—<said who="#Κλεινίας" direct="false">οἳ ἂν μή.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὡμολόγηκας εἶναι τούτων καὶ τοὺς μὴ ἐπισταμένους, τῶν μὴ ἐχόντων;</said>—κατένευσε.—<said who="#Διονυσόδωρος" direct="false">τῶν λαμβανόντων ἄρʼ εἰσὶν οἱ μανθάνοντες, ἀλλʼ οὐ τῶν ἐχόντων;</said>—συνέφη.—<said who="#Διονυσόδωρος" direct="false">οἱ μὴ ἐπιστάμενοι ἄρα, ἔφη, μανθάνουσιν, ὦ Κλεινία, ἀλλʼ οὐχ οἱ ἐπιστάμενοι.</said> <milestone unit="section" resp="Stephanus" n="277d"/>

<milestone unit="para" ed="P"/> ἔτι δὴ ἐπὶ τὸ τρίτον καταβαλῶν ὥσπερ πάλαισμα ὥρμα ὁ Εὐθύδημος τὸν νεανίσκον· καὶ ἐγὼ γνοὺς βαπτιζόμενον τὸ μειράκιον, βουλόμενος ἀναπαῦσαι αὐτό, μὴ ἡμῖν ἀποδειλιάσειε, παραμυθούμενος εἶπον· ὦ Κλεινία, μὴ θαύμαζε εἴ σοι φαίνονται ἀήθεις οἱ λόγοι. ἴσως γὰρ οὐκ αἰσθάνῃ οἷον ποιεῖτον τὼ ξένω περὶ σέ· ποιεῖτον δὲ ταὐτὸν ὅπερ οἱ ἐν τῇ τελετῇ τῶν Κορυβάντων, ὅταν τὴν θρόνωσιν ποιῶσιν περὶ τοῦτον ὃν ἂν μέλλωσι τελεῖν. καὶ γὰρ ἐκεῖ χορεία τίς ἐστι καὶ παιδιά, εἰ ἄρα καὶ τετέλεσαι· καὶ νῦν <milestone unit="section" resp="Stephanus" n="277e"/> τούτω οὐδὲν ἄλλο ἢ χορεύετον περὶ σὲ καὶ οἷον ὀρχεῖσθον παίζοντε, ὡς μετὰ τοῦτο τελοῦντε. νῦν οὖν νόμισον τὰ πρῶτα τῶν ἱερῶν ἀκούειν τῶν σοφιστικῶν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>