<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:276</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:276</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="276"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> καὶ αὐτοῦ μεταξὺ ταῦτα λέγοντος ὁ Κλεινίας ἔτυχεν ἀποκρινάμενος, ὥστε οὐδὲ παρακελεύσασθαί μοι ἐξεγένετο <milestone n="276" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="276a"/> εὐλαβηθῆναι τῷ μειρακίῳ, ἀλλʼ ἀπεκρίνατο ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες. <milestone unit="para" ed="P"/> καὶ ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">καλεῖς δέ τινας,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">διδασκάλους, ἢ οὔ;</said>—ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν τῶν μανθανόντων οἱ διδάσκαλοι διδάσκαλοί εἰσιν, ὥσπερ ὁ κιθαριστὴς καὶ ὁ γραμματιστὴς διδάσκαλοι δήπου ἦσαν σοῦ καὶ τῶν ἄλλων παίδων, ὑμεῖς δὲ μαθηταί;</said>—συνέφη.—<said who="#Εὐθύδημος" direct="false">ἄλλο τι οὖν, ἡνίκα ἐμανθάνετε, οὔπω ἠπίστασθε ταῦτα ἃ ἐμανθάνετε;</said>—<said who="#Κλεινίας" direct="false">οὐκ</said> ἔφη.—<said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν <milestone unit="section" resp="Stephanus" n="276b"/> σοφοὶ ἦτε, ὅτε ταῦτα οὐκ ἠπίστασθε;</said>—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν εἰ μὴ σοφοί, ἀμαθεῖς;</said>—<said who="#Κλεινίας" direct="false">πάνυ γε.</said>—<said who="#Εὐθύδημος" direct="false">ὑμεῖς ἄρα μανθάνοντες ἃ οὐκ ἠπίστασθε, ἀμαθεῖς ὄντες ἐμανθάνετε.</said>—ἐπένευσε τὸ μειράκιον.—<said who="#Εὐθύδημος" direct="false">οἱ ἀμαθεῖς ἄρα μανθάνουσιν, ὦ Κλεινία, ἀλλʼ οὐχ οἱ σοφοί, ὡς σὺ οἴει.</said> 
		<milestone unit="para" ed="P"/> ταῦτʼ οὖν εἰπόντος αὐτοῦ, ὥσπερ ὑπὸ διδασκάλου χορὸς ἀποσημήναντος, ἅμα ἀνεθορύβησάν τε καὶ ἐγέλασαν οἱ ἑπόμενοι <milestone unit="section" resp="Stephanus" n="276c"/> ἐκεῖνοι μετὰ τοῦ Διονυσοδώρου τε καὶ Εὐθυδήμου· καὶ πρὶν ἀναπνεῦσαι καλῶς τε καὶ εὖ τὸ μειράκιον, ἐκδεξάμενος ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">τί δέ, ὦ Κλεινία,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι ἐμάνθανον τῶν παίδων τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς;</said>—<said who="#Κλεινίας" direct="false">οἱ σοφοί,</said> ἔφη ὁ Κλεινίας.—<said who="#Διονυσόδωρος" direct="false">οἱ σοφοὶ ἄρα μανθάνουσιν ἀλλʼ οὐχ οἱ ἀμαθεῖς, καὶ οὐκ εὖ σὺ ἄρτι Εὐθυδήμῳ ἀπεκρίνω.</said> <milestone unit="section" resp="Stephanus" n="276d"/> 
		<milestone unit="para" ed="P"/> ἐνταῦθα δὴ καὶ πάνυ μέγα ἐγέλασάν τε καὶ ἐθορύβησαν οἱ ἐρασταὶ τοῖν ἀνδροῖν, ἀγασθέντες τῆς σοφίας αὐτοῖν· οἱ δʼ ἄλλοι ἡμεῖς ἐκπεπληγμένοι ἐσιωπῶμεν. γνοὺς δὲ ἡμᾶς ὁ Εὐθύδημος ἐκπεπληγμένους, ἵνʼ ἔτι μᾶλλον θαυμάζοιμεν αὐτόν, οὐκ ἀνίει τὸ μειράκιον, ἀλλʼ ἠρώτα, καὶ ὥσπερ οἱ ἀγαθοὶ ὀρχησταί, διπλᾶ ἔστρεφε τὰ ἐρωτήματα περὶ τοῦ αὐτοῦ, καὶ ἔφη· <said who="#Εὐθύδημος" direct="false">πότερον γὰρ οἱ μανθάνοντες μανθάνουσιν ἃ ἐπίστανται ἢ ἃ μὴ ἐπίστανται;</said> 
		<milestone unit="para" ed="P"/> καὶ ὁ Διονυσόδωρος πάλιν μικρὸν πρός με ψιθυρίσας, <milestone unit="section" resp="Stephanus" n="276e"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ τοῦτʼ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ἕτερον τοιοῦτον οἷον τὸ πρότερον.</said> 
		<milestone unit="para" ed="P"/> ὦ Ζεῦ, ἔφην ἐγώ, ἦ μὴν καὶ τὸ πρότερόν γε καλὸν ἡμῖν ἐφάνη τὸ ἐρώτημα. 
		<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντʼ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, τοιαῦτα ἡμεῖς ἐρωτῶμεν ἄφυκτα.</said> 
		<milestone unit="para" ed="P"/> τοιγάρτοι, ἦν δʼ ἐγώ, δοκεῖτέ μοι εὐδοκιμεῖν παρὰ τοῖς μαθηταῖς.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>