<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:271</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:271</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="271"><p><said who="#Κρίτων"><milestone n="271" unit="page"/><milestone unit="section" resp="Stephanus" n="271a"/><label>ΚΡ.</label> τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστʼ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τʼ ἦ ἀκοῦσαι σαφές· ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου. τίς ἦν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων; οὐ γὰρ εἷς ἀλλὰ δύʼ ἤστην.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς τρίτος ἀπὸ σοῦ καθῆστο· <milestone unit="section" resp="Stephanus" n="271b"/> ἐν μέσῳ δʼ ὑμῶν τὸ Ἀξιόχου μειράκιον ἦν. καὶ μάλα πολύ, ὦ Σώκρατες, ἐπιδεδωκέναι μοι ἔδοξεν, καὶ τοῦ ἡμετέρου οὐ πολύ τι τὴν ἡλικίαν διαφέρειν Κριτοβούλου. ἀλλʼ ἐκεῖνος μὲν σκληφρός, οὗτος δὲ προφερὴς καὶ καλὸς καὶ ἀγαθὸς τὴν ὄψιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Εὐθύδημος οὗτός ἐστιν, ὦ Κρίτων, ὃν ἐρωτᾷς, ὁ δὲ παρʼ ἐμὲ καθήμενος ἐξ ἀριστερᾶς ἀδελφὸς τούτου, Διονυσόδωρος· μετέχει δὲ καὶ οὗτος τῶν λόγων.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὐδέτερον γιγνώσκω, ὦ Σώκρατες. καινοί τινες αὖ <milestone unit="section" resp="Stephanus" n="271c"/> οὗτοι, ὡς ἔοικε, σοφισταί· ποδαποί; καὶ τίς ἡ σοφία;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτοι τὸ μὲν γένος, ὡς ἐγᾦμαι, ἐντεῦθέν ποθέν εἰσιν ἐκ Χίου, ἀπῴκησαν δὲ ἐς Θουρίους, φεύγοντες δὲ ἐκεῖθεν πόλλʼ ἤδη ἔτη περὶ τούσδε τοὺς τόπους διατρίβουσιν. ὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν, θαυμασία, ὦ Κρίτων· πάσσοφοι ἀτεχνῶς τώ γε, οὐδʼ ᾔδη πρὸ τοῦ ὅτι εἶεν οἱ παγκρατιασταί. τούτω γάρ ἐστον κομιδῇ παμμάχω. οὐ κατὰ τὼ Ἀκαρνᾶνε ἐγενέσθην τὼ παγκρατιαστὰ ἀδελφώ· ἐκείνω <milestone unit="section" resp="Stephanus" n="271d"/> μὲν γὰρ τῷ σώματι μόνον οἵω τε μάχεσθαι, τούτω δὲ πρῶτον μὲν τῷ σώματι δεινοτάτω ἐστὸν <del>καὶ μάχῃ, ᾗ πάντων ἔστι κρατεῖν</del></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>