<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:220</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:220</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="220"><p><said who="#Σωκράτης" rend="merge">ἢ ὧδέ πως ἔχει· πᾶσα ἡ τοιαύτη σπουδὴ οὐκ ἐπὶ τούτοις ἐστὶν ἐσπουδασμένη, ἐπὶ τοῖς ἕνεκά του παρασκευαζομένοις, ἀλλʼ ἐπʼ ἐκείνῳ οὗ ἕνεκα πάντα τὰ 
	
						<milestone n="220" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="220a"/> τοιαῦτα παρασκευάζεται. οὐχ ὅτι πολλάκις λέγομεν ὡς περὶ πολλοῦ ποιούμεθα χρυσίον καὶ ἀργύριον· ἀλλὰ μὴ οὐδέν τι μᾶλλον οὕτω τό γε ἀληθὲς ἔχῃ, ἀλλʼ ἐκεῖνό ἐστιν ὃ περὶ παντὸς ποιούμεθα, ὃ ἂν φανῇ ὄν, ὅτου ἕνεκα καὶ χρυσίον καὶ πάντα τὰ παρασκευαζόμενα παρασκευάζεται. ἆρʼ οὕτως φήσομεν;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ περὶ τοῦ φίλου ὁ αὐτὸς λόγος; ὅσα γάρ φαμεν φίλα εἶναι ἡμῖν ἕνεκα φίλου <milestone unit="section" resp="Stephanus" n="220b"/> τινὸς ἑτέρου, ῥήματι φαινόμεθα λέγοντες αὐτό· φίλον δὲ τῷ ὄντι κινδυνεύει ἐκεῖνο αὐτὸ εἶναι, εἰς ὃ πᾶσαι αὗται αἱ λεγόμεναι φιλίαι τελευτῶσιν.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει οὕτως,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔχειν.</said>—οὐκοῦν τό γε τῷ ὄντι φίλον οὐ φίλου τινὸς ἕνεκα φίλον ἐστίν;—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>

						<milestone unit="para" ed="P"/>τοῦτο μὲν δὴ ἀπήλλακται, μὴ φίλου τινὸς ἕνεκα τὸ φίλον φίλον εἶναι· ἀλλʼ ἆρα τὸ ἀγαθόν ἐστιν φίλον;—<said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ.</said>—ἆρʼ οὖν διὰ τὸ κακὸν τὸ ἀγαθὸν φιλεῖται, <milestone unit="section" resp="Stephanus" n="220c"/> καὶ ἔχει ὧδε· εἰ τριῶν ὄντων ὧν νυνδὴ ἐλέγομεν, ἀγαθοῦ καὶ κακοῦ καὶ μήτε ἀγαθοῦ μήτε κακοῦ, τὰ δύο λειφθείη, τὸ δὲ κακὸν ἐκποδὼν ἀπέλθοι καὶ μηδενὸς ἐφάπτοιτο μήτε σώματος μήτε ψυχῆς μήτε τῶν ἄλλων, ἃ δή φαμεν αὐτὰ καθʼ αὑτὰ οὔτε κακὰ εἶναι οὔτε ἀγαθά, ἆρα τότε οὐδὲν ἂν ἡμῖν χρήσιμον εἴη τὸ ἀγαθόν, ἀλλʼ ἄχρηστον ἂν γεγονὸς εἴη; εἰ γὰρ μηδὲν ἡμᾶς ἔτι βλάπτοι, οὐδὲν ἂν οὐδεμιᾶς <milestone unit="section" resp="Stephanus" n="220d"/> ὠφελίας δεοίμεθα, καὶ οὕτω δὴ ἂν τότε γένοιτο κατάδηλον ὅτι διὰ τὸ κακὸν τἀγαθὸν ἠγαπῶμεν καὶ ἐφιλοῦμεν, ὡς φάρμακον ὂν τοῦ κακοῦ τὸ ἀγαθόν, τὸ δὲ κακὸν νόσημα· νοσήματος δὲ μὴ ὄντος οὐδὲν δεῖ φαρμάκου. ἆρʼ οὕτω πέφυκέ τε καὶ φιλεῖται τἀγαθὸν διὰ τὸ κακὸν ὑφʼ ἡμῶν, τῶν μεταξὺ ὄντων τοῦ κακοῦ τε καὶ τἀγαθοῦ, αὐτὸ δʼ ἑαυτοῦ ἕνεκα οὐδεμίαν χρείαν ἔχει;—<said who="#Μενέξενος" direct="false">ἔοικεν,</said> ἦ δʼ ὅς, <said who="#Μενέξενος" direct="false">οὕτως ἔχειν.</said>—τὸ ἄρα φίλον ἡμῖν ἐκεῖνο, εἰς ὃ ἐτελεύτα πάντα τὰ ἄλλα <milestone unit="section" resp="Stephanus" n="220e"/> —ἕνεκα ἑτέρου φίλου φίλα ἔφαμεν εἶναι ἐκεῖνα—οὐδὲν <del>δὲ</del> τούτοις ἔοικεν. ταῦτα μὲν γὰρ φίλου ἕνεκα φίλα κέκληται, τὸ δὲ τῷ ὄντι φίλον πᾶν τοὐναντίον τούτου φαίνεται πεφυκός· φίλον γὰρ ἡμῖν ἀνεφάνη ὂν ἐχθροῦ ἕνεκα, εἰ δὲ τὸ ἐχθρὸν ἀπέλθοι, οὐκέτι, ὡς ἔοικʼ, ἔσθʼ ἡμῖν φίλον.—<said who="#Μενέξενος" direct="false">οὔ μοι δοκεῖ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ὥς γε νῦν λέγεται.</said>—</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>