<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:219</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:219</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="219"><p><said who="#Σωκράτης" rend="merge"><said who="#Μενέξενος" direct="false">ἀγαθόν,</said><milestone n="219" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="219a"/> ἔφη.—ἐλέγομεν δʼ ἄρα, ὡς ἔοικεν, ὅτι τὸ σῶμα, οὔτε ἀγαθὸν οὔτε κακὸν <add>ὄν</add>, διὰ τὴν νόσον, τοῦτο δὲ διὰ τὸ κακόν, τῆς ἰατρικῆς φίλον ἐστίν, ἀγαθὸν δὲ ἰατρική· ἕνεκα δὲ τῆς ὑγιείας τὴν φιλίαν ἡ ἰατρικὴ ἀνῄρηται, ἡ δὲ ὑγίεια ἀγαθόν. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—φίλον δὲ ἢ οὐ φίλον ἡ ὑγίεια;—<said who="#Μενέξενος" direct="false">φίλον.</said>—ἡ δὲ νόσος ἐχθρόν.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—τὸ οὔτε κακὸν οὔτε <milestone unit="section" resp="Stephanus" n="219b"/> ἀγαθὸν ἄρα διὰ τὸ κακὸν καὶ τὸ ἐχθρὸν τοῦ ἀγαθοῦ φίλον ἐστὶν ἕνεκα τοῦ ἀγαθοῦ καὶ φίλου.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—ἕνεκα ἄρα τοῦ φίλου <add>τοῦ φίλου</add> τὸ φίλον φίλον διὰ τὸ ἐχθρόν.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>

	<milestone unit="para" ed="P"/>εἶεν, ἦν δʼ ἐγώ. ἐπειδὴ ἐνταῦθα ἥκομεν, ὦ παῖδες, πρόσσχωμεν τὸν νοῦν μὴ ἐξαπατηθῶμεν. ὅτι μὲν γὰρ φίλον τοῦ φίλου τὸ φίλον γέγονεν, ἐῶ χαίρειν, καὶ τοῦ ὁμοίου γε τὸ ὅμοιον φίλον γίγνεται, ὅ φαμεν ἀδύνατον εἶναι· ἀλλʼ ὅμως τόδε σκεψώμεθα, μὴ ἡμᾶς ἐξαπατήσῃ τὸ νῦν λεγόμενον. <milestone unit="section" resp="Stephanus" n="219c"/> ἡ ἰατρική, φαμέν, ἕνεκα τῆς ὑγιείας φίλον.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκοῦν καὶ ἡ ὑγίεια φίλον;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—εἰ ἄρα φίλον, ἕνεκά του.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—φίλου γέ τινος δή, εἴπερ ἀκολουθήσει τῇ πρόσθεν ὁμολογίᾳ.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ ἐκεῖνο φίλον αὖ ἔσται ἕνεκα φίλου;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—ἆρʼ οὖν οὐκ ἀνάγκη ἀπειπεῖν ἡμᾶς οὕτως ἰόντας ἢ ἀφικέσθαι ἐπί τινα ἀρχήν, ἣ οὐκέτʼ ἐπανοίσει ἐπʼ ἄλλο φίλον, ἀλλʼ ἥξει ἐπʼ ἐκεῖνο ὅ ἐστιν <milestone unit="section" resp="Stephanus" n="219d"/> πρῶτον φίλον, οὗ ἕνεκα καὶ τὰ ἄλλα φαμὲν πάντα φίλα εἶναι;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—τοῦτο δή ἐστιν ὃ λέγω, μὴ ἡμᾶς τἆλλα πάντα ἃ εἴπομεν ἐκείνου ἕνεκα φίλα εἶναι, ὥσπερ εἴδωλα ἄττα ὄντα αὐτοῦ, ἐξαπατᾷ, ᾖ δʼ ἐκεῖνο τὸ πρῶτον, ὃ ὡς ἀληθῶς ἐστι φίλον. ἐννοήσωμεν γὰρ οὑτωσί· ὅταν τίς τι περὶ πολλοῦ ποιῆται, οἷόνπερ ἐνίοτε πατὴρ ὑὸν ἀντὶ πάντων τῶν ἄλλων χρημάτων προτιμᾷ, ὁ δὴ τοιοῦτος ἕνεκα τοῦ τὸν <milestone unit="section" resp="Stephanus" n="219e"/> ὑὸν περὶ παντὸς ἡγεῖσθαι ἆρα καὶ ἄλλο τι ἂν περὶ πολλοῦ ποιοῖτο; οἷον εἰ αἰσθάνοιτο αὐτὸν κώνειον πεπωκότα, ἆρα περὶ πολλοῦ ποιοῖτʼ ἂν οἶνον, εἴπερ τοῦτο ἡγοῖτο τὸν ὑὸν σώσειν;—<said who="#Μενέξενος" direct="false">τί μήν;</said> ἔφη.—οὐκοῦν καὶ τὸ ἀγγεῖον, ἐν ᾧ ὁ οἶνος ἐνείη;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—ἆρʼ οὖν τότε οὐδὲν περὶ πλείονος ποιεῖται, κύλικα κεραμέαν ἢ τὸν ὑὸν τὸν αὑτοῦ, οὐδὲ τρεῖς κοτύλας οἴνου ἢ τὸν ὑόν;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>