<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:218</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:218</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="218"><p><said who="#Σωκράτης" rend="merge">
					οὐ γὰρ ἔτι ἐστὶν 
	
					<milestone n="218" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="218a"/> οὔτε κακὸν οὔτε ἀγαθόν, ἀλλὰ κακόν· φίλον δὲ ἀγαθῷ κακὸν οὐκ ἦν.—<said who="#Μενέξενος" direct="false">οὐ γὰρ οὖν.</said>—διὰ ταῦτα δὴ φαῖμεν ἂν καὶ τοὺς ἤδη σοφοὺς μηκέτι φιλοσοφεῖν, εἴτε θεοὶ εἴτε ἄνθρωποί εἰσιν οὗτοι· οὐδʼ αὖ ἐκείνους φιλοσοφεῖν τοὺς οὕτως ἄγνοιαν ἔχοντας ὥστε κακοὺς εἶναι· κακὸν γὰρ καὶ ἀμαθῆ οὐδένα φιλοσοφεῖν. λείπονται δὴ οἱ ἔχοντες μὲν τὸ κακὸν τοῦτο, τὴν ἄγνοιαν, μήπω δὲ ὑπʼ αὐτοῦ ὄντες ἀγνώμονες μηδὲ <milestone unit="section" resp="Stephanus" n="218b"/> ἀμαθεῖς, ἀλλʼ ἔτι ἡγούμενοι μὴ εἰδέναι ἃ μὴ ἴσασιν. διὸ δὴ καὶ φιλοσοφοῦσιν οἱ οὔτε ἀγαθοὶ οὔτε κακοί πω ὄντες, ὅσοι δὲ κακοὶ οὐ φιλοσοφοῦσιν, οὐδὲ οἱ ἀγαθοί· οὔτε γὰρ τὸ ἐναντίον τοῦ ἐναντίου οὔτε τὸ ὅμοιον τοῦ ὁμοίου φίλον ἡμῖν ἐφάνη ἐν τοῖς ἔμπροσθεν λόγοις. ἢ οὐ μέμνησθε;—<said who="#Μενέξενος #Λύσις" direct="false">πάνυ γε,</said> ἐφάτην.—νῦν ἄρα, ἦν δʼ ἐγώ, ὦ Λύσι τε καὶ Μενέξενε, παντὸς μᾶλλον ἐξηυρήκαμεν ὃ ἔστιν τὸ φίλον καὶ οὔ. φαμὲν γὰρ αὐτό, καὶ κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ <milestone unit="section" resp="Stephanus" n="218c"/> σῶμα καὶ πανταχοῦ, τὸ μήτε κακὸν μήτε ἀγαθὸν διὰ κακοῦ παρουσίαν τοῦ ἀγαθοῦ φίλον εἶναι.—παντάπασιν ἐφάτην τε καὶ συνεχωρείτην οὕτω τοῦτʼ ἔχειν.

<milestone unit="para" ed="P"/>καὶ δὴ καὶ αὐτὸς ἐγὼ πάνυ ἔχαιρον, ὥσπερ θηρευτής τις, ἔχων ἀγαπητῶς ὃ ἐθηρευόμην. κἄπειτʼ οὐκ οἶδʼ ὁπόθεν μοι ἀτοπωτάτη τις ὑποψία εἰσῆλθεν ὡς οὐκ ἀληθῆ εἴη τὰ ὡμολογημένα ἡμῖν, καὶ εὐθὺς ἀχθεσθεὶς εἶπον· βαβαῖ, ὦ Λύσι τε καὶ Μενέξενε, κινδυνεύομεν ὄναρ πεπλουτηκέναι. <milestone unit="section" resp="Stephanus" n="218d"/> 

<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">τί μάλιστα;</said> ἔφη ὁ Μενέξενος.

<milestone unit="para" ed="P"/>φοβοῦμαι, ἦν δʼ ἐγώ, μὴ ὥσπερ ἀνθρώποις ἀλαζόσιν λόγοις τισὶν τοιούτοις <del>ψευδέσιν</del> ἐντετυχήκαμεν περὶ τοῦ φίλου.

<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">πῶς δή;</said> ἔφη.

						<milestone unit="para" ed="P"/>ὧδε, ἦν δʼ ἐγώ, σκοπῶμεν· φίλος ὃς ἂν εἴη, πότερόν ἐστίν τῳ φίλος ἢ οὔ;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη,</said> ἔφη.—πότερον οὖν οὐδενὸς ἕνεκα καὶ διʼ οὐδέν, ἢ ἕνεκά του καὶ διά τι;—<said who="#Μενέξενος" direct="false">ἕνεκά του καὶ διά τι.</said>—πότερον φίλου ὄντος ἐκείνου τοῦ πράγματος, οὗ ἕνεκα φίλος ὁ φίλος τῷ φίλῳ, ἢ οὔτε φίλου οὔτε ἐχθροῦ;—<milestone unit="section" resp="Stephanus" n="218e"/> <said who="#Μενέξενος" direct="false">οὐ πάνυ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἕπομαι.</said>—εἰκότως γε, ἦν δʼ ἐγώ· ἀλλʼ ὧδε ἴσως ἀκολουθήσεις, οἶμαι δὲ καὶ ἐγὼ μᾶλλον εἴσομαι ὅτι λέγω. ὁ κάμνων, νυνδὴ ἔφαμεν, τοῦ ἰατροῦ φίλος· οὐχ οὕτως;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκοῦν διὰ νόσον ἕνεκα ὑγιείας τοῦ ἰατροῦ φίλος;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—ἡ δέ γε νόσος κακόν;—<said who="#Μενέξενος" direct="false">πῶς δʼ οὔ;</said>—τί δὲ ὑγίεια; ἦν δʼ ἐγώ· ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερα;—</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>