<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:216</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:216</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="216"><p><said who="#Σωκράτης" rend="merge">τροφὴν γὰρ εἶναι τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου 
						<milestone n="216" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="216a"/> οὐδὲν ἂν ἀπολαῦσαι. καὶ μέντοι, ὦ ἑταῖρε, καὶ κομψὸς ἐδόκει εἶναι ταῦτα λέγων· εὖ γὰρ ἔλεγεν. ὑμῖν δέ, ἦν δʼ ἐγώ, πῶς δοκεῖ λέγειν;—<said who="#Μενέξενος" direct="false">εὖ γε,</said> ἔφη ὁ Μενέξενος, <said who="#Μενέξενος" direct="false">ὥς γε οὑτωσὶ ἀκοῦσαι.</said>—φῶμεν ἄρα τὸ ἐναντίον τῷ ἐναντίῳ μάλιστα φίλον εἶναι;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—εἶεν, ἦν δʼ ἐγώ· οὐκ ἀλλόκοτον, ὦ Μενέξενε; καὶ ἡμῖν εὐθὺς ἅσμενοι ἐπιπηδήσονται οὗτοι οἱ πάσσοφοι ἄνδρες, οἱ ἀντιλογικοί, καὶ ἐρήσονται εἰ <milestone unit="section" resp="Stephanus" n="216b"/> οὐκ ἐναντιώτατον ἔχθρα φιλίᾳ; οἷς τί ἀποκρινούμεθα; ἢ οὐκ ἀνάγκη ὁμολογεῖν ὅτι ἀληθῆ λέγουσιν;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—ἆρʼ οὖν, φήσουσιν, τὸ ἐχθρὸν τῷ φίλῳ φίλον ἢ τὸ φίλον τῷ ἐχθρῷ;—<said who="#Μενέξενος" direct="false">οὐδέτερα,</said> ἔφη.—ἀλλὰ τὸ δίκαιον τῷ ἀδίκῳ, ἢ τὸ σῶφρον τῷ ἀκολάστῳ, ἢ τὸ ἀγαθὸν τῷ κακῷ;—<said who="#Μενέξενος" direct="false">οὐκ ἄν μοι δοκεῖ οὕτως ἔχειν.</said>—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, εἴπερ γε κατὰ τὴν ἐναντιότητά τί τῳ <del>φίλῳ</del> φίλον ἐστίν, ἀνάγκη καὶ ταῦτα φίλα εἶναι.—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—οὔτε ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ οὔτε τὸ ἐναντίον τῷ ἐναντίῳ φίλον.—<said who="#Μενέξενος" direct="false">οὐκ ἔοικεν.</said> <milestone unit="section" resp="Stephanus" n="216c"/> 

						<milestone unit="para" ed="P"/>ἔτι δὲ καὶ τόδε σκεψώμεθα, μὴ ἔτι μᾶλλον ἡμᾶς λανθάνει τὸ φίλον ὡς ἀληθῶς οὐδὲν τούτων ὄν, ἀλλὰ τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον οὕτω ποτὲ γιγνόμενον τοῦ ἀγαθοῦ.—<said who="#Μενέξενος" direct="false">πῶς,</said> ἦ δʼ ὅς, <said who="#Μενέξενος" direct="false">λέγεις;</said>—ἀλλὰ μὰ Δία, ἦν δʼ ἐγώ, οὐκ οἶδα, ἀλλὰ τῷ ὄντι αὐτὸς εἰλιγγιῶ ὑπὸ τῆς τοῦ λόγου ἀπορίας, καὶ κινδυνεύει κατὰ τὴν ἀρχαίαν παροιμίαν τὸ καλὸν φίλον εἶναι. ἔοικε γοῦν μαλακῷ τινι καὶ λείῳ καὶ λιπαρῷ· <milestone unit="section" resp="Stephanus" n="216d"/> διὸ καὶ ἴσως ῥᾳδίως διολισθαίνει καὶ διαδύεται ἡμᾶς, ἅτε τοιοῦτον ὄν. λέγω γὰρ τἀγαθὸν καλὸν εἶναι· σὺ δʼ οὐκ οἴει;—<said who="#Μενέξενος" direct="false">ἔγωγε.</said>—λέγω τοίνυν ἀπομαντευόμενος, τοῦ καλοῦ τε καὶ ἀγαθοῦ φίλον εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν· πρὸς ἃ δὲ λέγων μαντεύομαι, ἄκουσον. δοκεῖ μοι ὡσπερεὶ τρία ἄττα εἶναι γένη, τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν, τὸ δʼ οὔτʼ ἀγαθὸν οὔτε κακόν· τί δὲ σοί;—<said who="#Μενέξενος" direct="false">καὶ ἐμοί,</said> ἔφη.—καὶ οὔτε τἀγαθὸν τἀγαθῷ οὔτε τὸ κακὸν τῷ κακῷ οὔτε τἀγαθὸν τῷ <milestone unit="section" resp="Stephanus" n="216e"/> κακῷ φίλον εἶναι, ὥσπερ οὐδʼ ὁ ἔμπροσθεν λόγος ἐᾷ· λείπεται δή, εἴπερ τῴ τί ἐστιν φίλον, τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον εἶναι ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ τοιούτου οἷον αὐτό ἐστιν. οὐ γὰρ ἄν που τῷ κακῷ φίλον ἄν τι γένοιτο.—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>—οὐδὲ μὴν τὸ ὅμοιον τῷ ὁμοίῳ ἔφαμεν ἄρτι· ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκ ἄρα ἔσται τῷ μήτε ἀγαθῷ μήτε κακῷ τὸ τοιοῦτον φίλον οἷον αὐτό.—<said who="#Μενέξενος" direct="false">οὐ φαίνεται.</said>—</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>