<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:215</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:215</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="215"><p><said who="#Σωκράτης" rend="merge">ἢ τί ἂν παθεῖν, ὃ μὴ καὶ ὑφʼ 
			
	<milestone n="215" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="215a"/> αὑτοῦ πάθοι; τὰ δὴ τοιαῦτα πῶς ἂν ὑπʼ ἀλλήλων ἀγαπηθείη, μηδεμίαν ἐπικουρίαν ἀλλήλοις ἔχοντα; ἔστιν ὅπως;—<said who="#Λύσις" direct="false">οὐκ ἔστιν.</said>—ὃ δὲ μὴ ἀγαπῷτο, πῶς φίλον;—<said who="#Λύσις" direct="false">οὐδαμῶς.</said>—ἀλλὰ δὴ ὁ μὲν ὅμοιος τῷ ὁμοίῳ οὐ φίλος· ὁ δὲ ἀγαθὸς τῷ ἀγαθῷ καθʼ ὅσον ἀγαθός, οὐ καθʼ ὅσον ὅμοιος, φίλος ἂν εἴη;—<said who="#Λύσις" direct="false">ἴσως.</said>—τί δέ; οὐχ ὁ ἀγαθός, καθʼ ὅσον ἀγαθός, κατὰ τοσοῦτον ἱκανὸς ἂν εἴη αὑτῷ;—<said who="#Λύσις" direct="false">ναί.</said>—ὁ δέ γε ἱκανὸς οὐδενὸς δεόμενος κατὰ τὴν ἱκανότητα.—<said who="#Λύσις" direct="false">πῶς γὰρ οὔ;</said>—ὁ δὲ μή του <milestone unit="section" resp="Stephanus" n="215b"/> δεόμενος οὐδέ τι ἀγαπῴη ἄν.—<said who="#Λύσις" direct="false">οὐ γὰρ οὖν.</said>—ὃ δὲ μὴ ἀγαπῴη, οὐδʼ ἂν φιλοῖ.—<said who="#Λύσις" direct="false">οὐ δῆτα.</said>—ὁ δὲ μὴ φιλῶν γε οὐ φίλος.—<said who="#Λύσις" direct="false">οὐ φαίνεται.</said>—πῶς οὖν οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς ἡμῖν φίλοι ἔσονται τὴν ἀρχήν, οἳ μήτε ἀπόντες ποθεινοὶ ἀλλήλοις—ἱκανοὶ γὰρ ἑαυτοῖς καὶ χωρὶς ὄντες—μήτε παρόντες χρείαν αὑτῶν ἔχουσιν; τοὺς δὴ τοιούτους τίς μηχανὴ περὶ πολλοῦ ποιεῖσθαι ἀλλήλους;—<said who="#Λύσις" direct="false">οὐδεμία,</said> ἔφη.—φίλοι <milestone unit="section" resp="Stephanus" n="215c"/> δέ γε οὐκ ἂν εἶεν μὴ περὶ πολλοῦ ποιούμενοι ἑαυτούς.—<said who="#Λύσις" direct="false">ἀληθῆ.</said>

	<milestone unit="para" ed="P"/>ἄθρει δή, ὦ Λύσι, πῇ παρακρουόμεθα. ἆρά γε ὅλῳ τινὶ ἐξαπατώμεθα;—<said who="#Λύσις" direct="false">πῶς δή;</said> ἔφη.—ἤδη ποτέ του ἤκουσα λέγοντος, καὶ ἄρτι ἀναμιμνῄσκομαι, ὅτι τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ καὶ οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς πολεμιώτατοι εἶεν· καὶ δὴ καὶ τὸν Ἡσίοδον ἐπήγετο μάρτυρα, λέγων ὡς ἄρα—<quote type="verse"><l met="dactylic">καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ἀοιδὸς ἀοιδῷ</l></quote> <milestone unit="section" resp="Stephanus" n="215d"/> <cit><quote type="verse"><l met="c">καὶ πτωχὸς πτωχῷ, <gap reason="lost"/></l></quote><bibl>Hes. WD 25</bibl></cit>καὶ τἆλλα δὴ πάντα οὕτως ἔφη ἀναγκαῖον εἶναι μάλιστα τὰ ὁμοιότατα <add>πρὸς</add> ἄλληλα φθόνου τε καὶ φιλονικίας καὶ ἔχθρας ἐμπίμπλασθαι, τὰ δʼ ἀνομοιότατα φιλίας· τὸν γὰρ πένητα τῷ πλουσίῳ ἀναγκάζεσθαι φίλον εἶναι καὶ τὸν ἀσθενῆ τῷ ἰσχυρῷ τῆς ἐπικουρίας ἕνεκα, καὶ τὸν κάμνοντα τῷ ἰατρῷ, καὶ πάντα δὴ τὸν μὴ εἰδότα ἀγαπᾶν τὸν εἰδότα καὶ φιλεῖν. <milestone unit="section" resp="Stephanus" n="215e"/> καὶ δὴ καὶ ἔτι ἐπεξῄει τῷ λόγῳ μεγαλοπρεπέστερον, λέγων ὡς ἄρα παντὸς δέοι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον εἶναι, ἀλλʼ αὐτὸ τὸ ἐναντίον εἴη τούτου· τὸ γὰρ ἐναντιώτατον τῷ ἐναντιωτάτῳ εἶναι μάλιστα φίλον. ἐπιθυμεῖν γὰρ τοῦ τοιούτου ἕκαστον, ἀλλʼ οὐ τοῦ ὁμοίου· τὸ μὲν γὰρ ξηρὸν ὑγροῦ, τὸ δὲ ψυχρὸν θερμοῦ, τὸ δὲ πικρὸν γλυκέος, τὸ δὲ ὀξὺ ἀμβλέος, τὸ δὲ κενὸν πληρώσεως, καὶ τὸ πλῆρες δὲ κενώσεως, καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>