<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:213</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:213</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="213"><p><said who="#Σωκράτης" rend="merge">
τὸ φιλούμενον ἄρα τῷ φιλοῦντι φίλον ἐστίν, ὡς ἔοικεν, ὦ Μενέξενε, ἐάντε φιλῇ ἐάντε καὶ μισῇ· οἷον καὶ τὰ νεωστὶ γεγονότα παιδία, τὰ μὲν οὐδέπω φιλοῦντα, τὰ 
	
	<milestone n="213" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="213a"/> δὲ καὶ μισοῦντα, ὅταν κολάζηται ὑπὸ τῆς μητρὸς ἢ ὑπὸ τοῦ πατρός, ὅμως καὶ μισοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ πάντων μάλιστά ἐστι τοῖς γονεῦσι φίλτατα.—<said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">οὕτως ἔχειν.</said>—οὐκ ἄρα ὁ φιλῶν φίλος ἐκ τούτου τοῦ λόγου, ἀλλʼ ὁ φιλούμενος.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>—καὶ ὁ μισούμενος ἐχθρὸς ἄρα, ἀλλʼ οὐχ ὁ μισῶν.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—πολλοὶ ἄρα ὑπὸ τῶν ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μισοῦνται, καὶ τοῖς <milestone unit="section" resp="Stephanus" n="213b"/> μὲν ἐχθροῖς φίλοι εἰσίν, τοῖς δὲ φίλοις ἐχθροί, εἰ τὸ φιλούμενον φίλον ἐστὶν ἀλλὰ μὴ τὸ φιλοῦν. καίτοι πολλὴ ἀλογία, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οἶμαι καὶ ἀδύνατον, τῷ τε φίλῳ ἐχθρὸν καὶ τῷ ἐχθρῷ φίλον εἶναι.—<said who="#Μενέξενος" direct="false">ἀληθῆ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔοικας λέγειν, ὦ Σώκρατες.</said>—οὐκοῦν εἰ τοῦτʼ ἀδύνατον, τὸ φιλοῦν ἂν εἴη φίλον τοῦ φιλουμένου.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—τὸ μισοῦν ἄρα πάλιν ἐχθρὸν τοῦ μισουμένου.—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—οὐκοῦν ταὐτὰ ἡμῖν συμβήσεται ἀναγκαῖον εἶναι ὁμολογεῖν, <milestone unit="section" resp="Stephanus" n="213c"/> ἅπερ ἐπὶ τῶν πρότερον, πολλάκις φίλον εἶναι μὴ φίλου, πολλάκις δὲ καὶ ἐχθροῦ, ὅταν ἢ μὴ φιλοῦν τις φιλῇ ἢ καὶ μισοῦν φιλῇ· πολλάκις δʼ ἐχθρὸν εἶναι μὴ ἐχθροῦ ἢ καὶ φίλου, ὅταν ἢ <add>μὴ</add> μισοῦν τις μισῇ ἢ καὶ φιλοῦν μισῇ.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—τί οὖν δὴ χρησώμεθα, ἦν δʼ ἐγώ, εἰ μήτε οἱ φιλοῦντες φίλοι ἔσονται μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντές τε καὶ φιλούμενοι; ἀλλὰ καὶ παρὰ ταῦτα ἄλλους τινὰς ἔτι φήσομεν εἶναι φίλους ἀλλήλοις γιγνομένους;—<said who="#Μενέξενος" direct="false">οὐ μὰ τὸν Δία,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ὦ Σώκρατες, οὐ πάνυ εὐπορῶ ἔγωγε.</said> <milestone unit="section" resp="Stephanus" n="213d"/>—ἆρα μή, ἦν δʼ ἐγώ, ὦ Μενέξενε, τὸ παράπαν οὐκ ὀρθῶς ἐζητοῦμεν;—<said who="#Λύσις" direct="false">οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες,</said> ἔφη, ὁ Λύσις, καὶ ἅμα εἰπὼν ἠρυθρίασεν· ἐδόκει γάρ μοι ἄκοντʼ αὐτὸν ἐκφεύγειν τὸ λεχθὲν διὰ τὸ σφόδρα προσέχειν τὸν νοῦν τοῖς λεγομένοις, δῆλος δʼ ἦν καὶ ὅτε ἠκροᾶτο οὕτως ἔχων.

<milestone unit="para" ed="P"/>ἐγὼ οὖν βουλόμενος τόν τε Μενέξενον ἀναπαῦσαι καὶ ἐκείνου ἡσθεὶς τῇ φιλοσοφίᾳ, οὕτω μεταβαλὼν πρὸς τὸν <milestone unit="section" resp="Stephanus" n="213e"/> λύσιν ἐποιούμην τοὺς λόγους, καὶ εἶπον· ὦ Λύσι, ἀληθῆ μοι δοκεῖς λέγειν ὅτι εἰ ὀρθῶς ἡμεῖς ἐσκοποῦμεν, οὐκ ἄν ποτε οὕτως ἐπλανώμεθα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>