<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:212</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:212</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="212"><p><said who="#Σωκράτης" rend="merge">
				ὑμᾶς 
	<milestone n="212" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="212a"/> οὖν ὁρῶν, σέ τε καὶ Λύσιν, ἐκπέπληγμαι καὶ εὐδαιμονίζω ὅτι οὕτω νέοι ὄντες οἷοι τʼ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι, καὶ σύ τε τοῦτον οὕτω φίλον ἐκτήσω ταχύ τε καὶ σφόδρα, καὶ αὖ οὗτος σέ· ἐγὼ δὲ οὕτω πόρρω εἰμὶ τοῦ κτήματος, ὥστε οὐδʼ ὅντινα τρόπον γίγνεται φίλος ἕτερος ἑτέρου οἶδα, ἀλλὰ ταῦτα δὴ αὐτά σε βούλομαι ἐρέσθαι ἅτε ἔμπειρον.

						<milestone unit="para" ed="P"/>καί μοι εἰπέ· ἐπειδάν τίς τινα φιλῇ, πότερος ποτέρου <milestone unit="section" resp="Stephanus" n="212b"/> φίλος γίγνεται, ὁ φιλῶν τοῦ φιλουμένου ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος· ἢ οὐδὲν διαφέρει;—<said who="#Μενέξενος" direct="false">οὐδέν,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ διαφέρειν.</said>—πῶς λέγεις; ἦν δʼ ἐγώ· ἀμφότεροι ἄρα ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον φιλῇ;—<said who="#Μενέξενος" direct="false">ἔμοιγε,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">δοκεῖ.</said>—τί δέ; οὐκ ἔστιν φιλοῦντα μὴ ἀντιφιλεῖσθαι ὑπὸ τούτου ὃν ἂν φιλῇ;—<said who="#Μενέξενος" direct="false">ἔστιν.</said>—τί δέ; ἆρα ἔστιν καὶ μισεῖσθαι φιλοῦντα; οἷόν που ἐνίοτε δοκοῦσι καὶ οἱ ἐρασταὶ πάσχειν πρὸς τὰ παιδικά· φιλοῦντες γὰρ <milestone unit="section" resp="Stephanus" n="212c"/> ὡς οἷόν τε μάλιστα οἱ μὲν οἴονται οὐκ ἀντιφιλεῖσθαι, οἱ δὲ καὶ μισεῖσθαι. ἢ οὐκ ἀληθὲς δοκεῖ σοι τοῦτο;—<said who="#Μενέξενος" direct="false">σφόδρα γε,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἀληθές.</said>—οὐκοῦν ἐν τῷ τοιούτῳ, ἦν δʼ ἐγώ, ὁ μὲν φιλεῖ, ὁ δὲ φιλεῖται;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—πότερος οὖν αὐτῶν ποτέρου φίλος ἐστίν; ὁ φιλῶν τοῦ φιλουμένου, ἐάντε καὶ ἀντιφιλῆται ἐάντε καὶ μισῆται, ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος; ἢ οὐδέτερος αὖ ἐν τῷ τοιούτῳ οὐδετέρου φίλος ἐστίν, ἂν μὴ ἀμφότεροι ἀλλήλους φιλῶσιν;—<said who="#Μενέξενος" direct="false">ἔοικε γοῦν <milestone unit="section" resp="Stephanus" n="212d"/> οὕτως ἔχειν.</said>—ἀλλοίως ἄρα νῦν ἡμῖν δοκεῖ ἢ πρότερον ἔδοξεν. τότε μὲν γάρ, εἰ ὁ ἕτερος φιλοῖ, φίλω εἶναι ἄμφω· νῦν δέ, ἂν μὴ ἀμφότεροι φιλῶσιν, οὐδέτερος φίλος.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—οὐκ ἄρα ἐστὶν φίλον τῷ φιλοῦντι οὐδὲν μὴ οὐκ ἀντιφιλοῦν.—<said who="#Μενέξενος" direct="false">οὐκ ἔοικεν.</said>—οὐδʼ ἄρα φίλιπποί εἰσιν οὓς ἂν οἱ ἵπποι μὴ ἀντιφιλῶσιν, οὐδὲ φιλόρτυγες, οὐδʼ αὖ φιλόκυνές γε καὶ φίλοινοι καὶ φιλογυμνασταὶ καὶ φιλόσοφοι, ἂν μὴ ἡ σοφία αὐτοὺς ἀντιφιλῇ. ἢ φιλοῦσι μὲν ταῦτα <milestone unit="section" resp="Stephanus" n="212e"/> ἕκαστοι, οὐ μέντοι φίλα ὄντα, ἀλλὰ ψεύδεθʼ ὁ ποιητής, ὃς ἔφη—<quote type="verse"><l met="elegiac">ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι</l><l>καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;</l></quote><bibl>Solon 21.2</bibl>—<said who="#Μενέξενος" direct="false">οὐκ ἔμοιγε δοκεῖ,</said> ἦ δʼ ὅς.—ἀλλʼ ἀληθῆ δοκεῖ λέγειν σοι;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>