<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:211</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:211</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="211"><p><said who="#Σωκράτης" rend="merge">
κατιδὼν οὖν αὐτὸν ἀγωνιῶντα καὶ τεθορυβημένον ὑπὸ τῶν λεγομένων, ἀνεμνήσθην ὅτι καὶ προσεστὼς λανθάνειν τὸν λύσιν ἐβούλετο· ἀνέλαβον οὖν ἐμαυτὸν καὶ 
	
<milestone n="211" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="211a"/> ἐπέσχον τοῦ λόγου. καὶ ἐν τούτῳ ὁ Μενέξενος πάλιν ἧκεν, καὶ ἐκαθέζετο παρὰ τὸν λύσιν, ὅθεν καὶ ἐξανέστη. ὁ οὖν Λύσις μάλα παιδικῶς καὶ φιλικῶς, λάθρᾳ τοῦ Μενεξένου, σμικρὸν πρός με λέγων ἔφη· <said who="#Λύσις" direct="false">ὦ Σώκρατες, ἅπερ καὶ ἐμοὶ λέγεις, εἰπὲ καὶ Μενεξένῳ.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, ταῦτα μὲν σὺ αὐτῷ ἐρεῖς, ὦ Λύσι· πάντως γὰρ προσεῖχες τὸν νοῦν.

<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη.

<milestone unit="para" ed="P"/>πειρῶ τοίνυν, ἦν δʼ ἐγώ, ἀπομνημονεῦσαι αὐτὰ ὅτι <milestone unit="section" resp="Stephanus" n="211b"/> μάλιστα, ἵνα τούτῳ σαφῶς πάντα εἴπῃς· ἐὰν δέ τι αὐτῶν ἐπιλάθῃ, αὖθίς με ἀνερέσθαι ὅταν ἐντύχῃς πρῶτον.

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">ἀλλὰ ποιήσω,</said> ἔφη, <said who="#Λύσις" direct="false">ταῦτα, ὦ Σώκρατες, πάνυ σφόδρα, εὖ ἴσθι. ἀλλά τι ἄλλο αὐτῷ λέγε, ἵνα καὶ ἐγὼ ἀκούω, ἕως ἂν οἴκαδε ὥρα ᾖ ἀπιέναι.</said>

<milestone unit="para" ed="P"/>ἀλλὰ χρὴ ποιεῖν ταῦτα, ἦν δʼ ἐγώ, ἐπειδή γε καὶ σὺ κελεύεις. ἀλλὰ ὅρα ὅπως ἐπικουρήσεις μοι, ἐάν με ἐλέγχειν ἐπιχειρῇ ὁ Μενέξενος· ἢ οὐκ οἶσθα ὅτι ἐριστικός ἐστιν;

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">ναὶ μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">σφόδρα γε· διὰ ταῦτά τοι καὶ βούλομαί <milestone unit="section" resp="Stephanus" n="211c"/> σε αὐτῷ διαλέγεσθαι.</said>

<milestone unit="para" ed="P"/>ἵνα, ἦν δʼ ἐγώ, καταγέλαστος γένωμαι;

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">οὐ μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἀλλʼ ἵνα αὐτὸν κολάσῃς.</said>

<milestone unit="para" ed="P"/>πόθεν; ἦν δʼ ἐγώ. οὐ ῥᾴδιον· δεινὸς γὰρ ὁ ἄνθρωπος, Κτησίππου μαθητής. πάρεστι δέ τοι αὐτός—οὐχ ὁρᾷς; — Κτήσιππος.

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">μηδενός σοι,</said> ἔφη, <said who="#Λύσις" direct="false">μελέτω, ὦ Σώκρατες, ἀλλʼ ἴθι διαλέγου αὐτῷ.</said>

<milestone unit="para" ed="P"/>διαλεκτέον, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/>ταῦτα οὖν ἡμῶν λεγόντων πρὸς ἡμᾶς αὐτούς, <said who="#Κτήσιππος" direct="false">τί ὑμεῖς,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">αὐτὼ μόνω ἑστιᾶσθον, ἡμῖν δὲ οὐ <milestone unit="section" resp="Stephanus" n="211d"/> μεταδίδοτον τῶν λόγων;</said>

<milestone unit="para" ed="P"/>ἀλλὰ μήν, ἦν δʼ ἐγώ, μεταδοτέον. ὅδε γάρ τι ὧν λέγω οὐ μανθάνει, ἀλλά φησιν οἴεσθαι Μενέξενον εἰδέναι, καὶ κελεύει τοῦτον ἐρωτᾶν.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">τί οὖν,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">οὐκ ἐρωτᾷς;</said>

<milestone unit="para" ed="P"/>ἀλλʼ ἐρήσομαι, ἦν δʼ ἐγώ. καί μοι εἰπέ, ὦ Μενέξενε, ὃ ἄν σε ἔρωμαι. τυγχάνω γὰρ ἐκ παιδὸς ἐπιθυμῶν κτήματός του, ὥσπερ ἄλλος ἄλλου. ὁ μὲν γάρ τις ἵππους <milestone unit="section" resp="Stephanus" n="211e"/> ἐπιθυμεῖ κτᾶσθαι, ὁ δὲ κύνας, ὁ δὲ χρυσίον, ὁ δὲ τιμάς· ἐγὼ δὲ πρὸς μὲν ταῦτα πρᾴως ἔχω, πρὸς δὲ τὴν τῶν φίλων κτῆσιν πάνυ ἐρωτικῶς, καὶ βουλοίμην ἄν μοι φίλον ἀγαθὸν γενέσθαι μᾶλλον ἢ τὸν ἄριστον ἐν ἀνθρώποις ὄρτυγα ἢ ἀλεκτρυόνα, καὶ ναὶ μὰ Δία ἔγωγε μᾶλλον ἢ ἵππον τε καὶ κύνα—οἶμαι δέ, νὴ τὸν κύνα, μᾶλλον ἢ τὸ Δαρείου χρυσίον κτήσασθαι δεξαίμην πολὺ πρότερον ἑταῖρον, μᾶλλον <add>δὲ</add> ἢ αὐτὸν Δαρεῖον—οὕτως ἐγὼ φιλέταιρός τίς εἰμι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>