<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:208</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:208</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="208"><p><said who="#Σωκράτης" rend="merge">πῶς λέγεις; ἦν δʼ ἐγώ. βουλόμενοί σε μακάριον 
	
	<milestone n="208" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="208a"/> εἶναι διακωλύουσι τοῦτο ποιεῖν ὃ ἂν βούλῃ; ὧδε δέ μοι λέγε. ἢν ἐπιθυμήσῃς ἐπί τινος τῶν τοῦ πατρὸς ἁρμάτων ὀχεῖσθαι λαβὼν τὰς ἡνίας, ὅταν ἁμιλλᾶται, οὐκ ἂν ἐῷέν σε ἀλλὰ διακωλύοιεν;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐ μέντοι ἄν,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἐῷεν.</said>—ἀλλὰ τίνα μήν;—<said who="#Λύσις" direct="false">ἔστιν τις ἡνίοχος παρὰ τοῦ πατρὸς μισθὸν φέρων.</said>—πῶς λέγεις; μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι <milestone unit="section" resp="Stephanus" n="208b"/> αὐτοῦ τούτου ἀργύριον τελοῦσιν;—<said who="#Λύσις" direct="false">ἀλλὰ τί μήν;</said> ἔφη.—ἀλλὰ τοῦ ὀρικοῦ ζεύγους οἶμαι ἐπιτρέπουσίν σοι ἄρχειν, κἂν εἰ βούλοιο λαβὼν τὴν μάστιγα τύπτειν, ἐῷεν ἄν.—<said who="#Λύσις" direct="false">πόθεν,</said> ἦ δʼ ὅς, <said who="#Λύσις" direct="false">ἐῷεν;</said>—τί δέ; ἦν δʼ ἐγώ· οὐδενὶ ἔξεστιν αὐτοὺς τύπτειν;—<said who="#Λύσις" direct="false">καὶ μάλα,</said> ἔφη, <said who="#Λύσις" direct="false">τῷ ὀρεοκόμῳ.</said>—δούλῳ ὄντι ἢ ἐλευθέρῳ;—<said who="#Λύσις" direct="false">δούλῳ,</said> ἔφη.—καὶ δοῦλον, ὡς ἔοικεν, ἡγοῦνται περὶ πλείονος ἢ σὲ τὸν ὑόν, καὶ ἐπιτρέπουσι τὰ ἑαυτῶν μᾶλλον ἢ σοί, καὶ ἐῶσιν ποιεῖν ὅτι βούλεται, σὲ δὲ <milestone unit="section" resp="Stephanus" n="208c"/> διακωλύουσι; καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι;—<said who="#Λύσις" direct="false">πῶς γάρ,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἐπιτρέπουσιν;</said>—ἀλλʼ ἄρχει τίς σου;—<said who="#Λύσις" direct="false">ὅδε, παιδαγωγός,</said> ἔφη.—μῶν δοῦλος ὤν;—<said who="#Λύσις" direct="false">ἀλλὰ τί μήν; ἡμέτερός γε,</said> ἔφη.—ἦ δεινόν, ἦν δʼ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι. τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει;—<said who="#Λύσις" direct="false">ἄγων δήπου,</said> ἔφη, <said who="#Λύσις" direct="false">εἰς διδασκάλου.</said>—μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ <milestone unit="section" resp="Stephanus" n="208d"/> διδάσκαλοι;—<said who="#Λύσις" direct="false">πάντως δήπου.</said>—παμπόλλους ἄρα σοι δεσπότας καὶ ἄρχοντας ἑκὼν ὁ πατὴρ ἐφίστησιν. ἀλλʼ ἆρα ἐπειδὰν οἴκαδε ἔλθῃς παρὰ τὴν μητέρα, ἐκείνη σε ἐᾷ ποιεῖν ὅτι ἂν βούλῃ, ἵνʼ αὐτῇ μακάριος ᾖς, ἢ περὶ τὰ ἔρια ἢ περὶ τὸν ἱστόν, ὅταν ὑφαίνῃ; οὔ τι γάρ που διακωλύει σε ἢ τῆς σπάθης ἢ τῆς κερκίδος ἢ ἄλλου του τῶν περὶ ταλασιουργίαν ὀργάνων ἅπτεσθαι.—καὶ ὃς γελάσας, <said who="#Λύσις" direct="false">μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ὦ <milestone unit="section" resp="Stephanus" n="208e"/> Σώκρατες, οὐ μόνον γε διακωλύει, ἀλλὰ καὶ τυπτοίμην ἂν εἰ ἁπτοίμην.</said>—Ἡράκλεις, ἦν δʼ ἐγώ, μῶν μή τι ἠδίκηκας τὸν πατέρα ἢ τὴν μητέρα;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐκ ἔγωγε,</said> ἔφη.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>