<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:206</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:206</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="206"><p><said who="#Σωκράτης" rend="merge">ἐὰν μὲν γὰρ ἕλῃς τὰ παιδικὰ τοιαῦτα ὄντα, κόσμος σοι ἔσται τὰ λεχθέντα καὶ ᾀσθέντα καὶ τῷ ὄντι ἐγκώμια ὥσπερ νενικηκότι, ὅτι τοιούτων παιδικῶν ἔτυχες· ἐὰν δέ σε διαφύγῃ, ὅσῳ ἂν μείζω σοι εἰρημένα ᾖ ἐγκώμια περὶ τῶν παιδικῶν, τοσούτῳ μειζόνων δόξεις καλῶν τε καὶ ἀγαθῶν ἐστερημένος 
		    	
		    	<milestone n="206" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="206a"/> καταγέλαστος εἶναι.
				

ὅστις οὖν τὰ ἐρωτικά, ὦ φίλε, σοφός, οὐκ ἐπαινεῖ τὸν ἐρώμενον πρὶν ἂν ἕλῃ, δεδιὼς τὸ μέλλον ὅπῃ ἀποβήσεται. καὶ ἅμα οἱ καλοί, ἐπειδάν τις αὐτοὺς ἐπαινῇ καὶ αὔξῃ, φρονήματος ἐμπίμπλανται καὶ μεγαλαυχίας· ἢ οὐκ οἴει;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἔγωγε,</said> ἔφη.

<milestone unit="para" ed="P"/>οὐκοῦν ὅσῳ ἂν μεγαλαυχότεροι ὦσιν, δυσαλωτότεροι γίγνονται;

		<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">εἰκός γε.</said>

<milestone unit="para" ed="P"/>ποῖός τις οὖν ἄν σοι δοκεῖ θηρευτὴς εἶναι, εἰ ἀνασοβοῖ θηρεύων καὶ δυσαλωτοτέραν τὴν ἄγραν ποιοῖ; <milestone unit="section" resp="Stephanus" n="206b"/> 

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δῆλον ὅτι φαῦλος.</said>

<milestone unit="para" ed="P"/>καὶ μὲν δὴ λόγοις τε καὶ ᾠδαῖς μὴ κηλεῖν ἀλλʼ ἐξαγριαίνειν πολλὴ ἀμουσία· ἦ γάρ;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δοκεῖ μοι.</said>

<milestone unit="para" ed="P"/>σκόπει δή, ὦ Ἱππόθαλες, ὅπως μὴ πᾶσι τούτοις ἔνοχον σαυτὸν ποιήσεις διὰ τὴν ποίησιν· καίτοι οἶμαι ἐγὼ ἄνδρα ποιήσει βλάπτοντα ἑαυτὸν οὐκ ἄν σε ἐθέλειν ὁμολογῆσαι ὡς ἀγαθός ποτʼ ἐστὶν ποιητής, βλαβερὸς ὢν ἑαυτῷ.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">οὐ μὰ τὸν Δία,</said> ἔφη· <said who="#Ἱπποθάλης" direct="false">πολλὴ γὰρ ἂν ἀλογία εἴη. ἀλλὰ διὰ <milestone unit="section" resp="Stephanus" n="206c"/> ταῦτα δή σοι, ὦ Σώκρατες, ἀνακοινοῦμαι, καὶ εἴ τι ἄλλο ἔχεις, συμβούλευε τίνα ἄν τις λόγον διαλεγόμενος ἢ τί πράττων προσφιλὴς παιδικοῖς γένοιτο.</said>

<milestone unit="para" ed="P"/>οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, εἰπεῖν· ἀλλʼ εἴ μοι ἐθελήσαις αὐτὸν ποιῆσαι εἰς λόγους ἐλθεῖν, ἴσως ἂν δυναίμην σοι ἐπιδεῖξαι ἃ χρὴ αὐτῷ διαλέγεσθαι ἀντὶ τούτων ὧν οὗτοι λέγειν τε καὶ ᾁδειν φασί σε.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἀλλʼ οὐδέν,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">χαλεπόν. ἂν γὰρ εἰσέλθῃς μετὰ Κτησίππου τοῦδε καὶ καθεζόμενος διαλέγῃ, οἶμαι μὲν καὶ αὐτός σοι πρόσεισι—φιλήκοος γάρ, ὦ Σώκρατες, διαφερόντως <milestone unit="section" resp="Stephanus" n="206d"/> ἐστίν, καὶ ἅμα, ὡς Ἑρμαῖα ἄγουσιν, ἀναμεμειγμένοι ἐν ταὐτῷ εἰσιν οἵ τε νεανίσκοι καὶ οἱ παῖδες—πρόσεισιν οὖν σοι. εἰ δὲ μή, Κτησίππῳ συνήθης ἐστὶν διὰ τὸν τούτου ἀνεψιὸν Μενέξενον· Μενεξένῳ μὲν γὰρ δὴ πάντων μάλιστα ἑταῖρος ὢν τυγχάνει. καλεσάτω οὖν οὗτος αὐτόν, ἐὰν ἄρα μὴ προσίῃ αὐτός.</said>

<milestone unit="para" ed="P"/>ταῦτα, ἦν δʼ ἐγώ, χρὴ ποιεῖν. καὶ ἅμα λαβὼν τὸν <milestone unit="section" resp="Stephanus" n="206e"/> Κτήσιππον προσῇα εἰς τὴν παλαίστραν· οἱ δʼ ἄλλοι ὕστεροι ἡμῶν ᾖσαν.

<milestone unit="para" ed="P"/>εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα, ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας. οἱ μὲν οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀποδυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ φορμίσκων τινῶν προαιρούμενοι· τούτους δὲ περιέστασαν ἄλλοι θεωροῦντες.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>