<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:205</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:205</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="205"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>εἶεν, ἦν δʼ ἐγώ, ὦ Ἱππόθαλες, ὡς γενναῖον καὶ νεανικὸν τοῦτον τὸν ἔρωτα πανταχῇ ἀνηῦρες· καί μοι ἴθι ἐπίδειξαι ἃ 
<milestone n="205" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="205a"/> καὶ τοῖσδε ἐπιδείκνυσαι, ἵνα εἰδῶ εἰ ἐπίστασαι ἃ χρὴ ἐραστὴν περὶ παιδικῶν πρὸς αὐτὸν ἢ πρὸς ἄλλους λέγειν.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">τούτων δέ τι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">σταθμᾷ, ὦ Σώκρατες, ὧν ὅδε λέγει;</said>

<milestone unit="para" ed="P"/>πότερον, ἦν δʼ ἐγώ, καὶ τὸ ἐρᾶν ἔξαρνος εἶ οὗ λέγει ὅδε;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">οὐκ ἔγωγε,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ συγγράφειν.</said>

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">οὐχ ὑγιαίνει,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἀλλὰ ληρεῖ τε καὶ μαίνεται.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον· ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι <milestone unit="section" resp="Stephanus" n="205b"/> ἀκοῦσαι οὐδὲ μέλος εἴ τι πεποίηκας εἰς τὸν νεανίσκον, ἀλλὰ τῆς διανοίας, ἵνα εἰδῶ τίνα τρόπον προσφέρῃ πρὸς τὰ παιδικά.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ὅδε δήπου σοι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἐρεῖ· ἀκριβῶς γὰρ ἐπίσταται καὶ μέμνηται, εἴπερ, ὡς λέγει, ὑπʼ ἐμοῦ ἀεὶ ἀκούων διατεθρύληται.</said>

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">πάνυ γε. καὶ γάρ ἐστι καταγέλαστα, ὦ Σώκρατες. τὸ γὰρ ἐραστὴν ὄντα καὶ διαφερόντως τῶν ἄλλων τὸν νοῦν προσέχοντα τῷ παιδὶ ἴδιον <milestone unit="section" resp="Stephanus" n="205c"/> μὲν μηδὲν ἔχειν λέγειν ὃ οὐχὶ κἂν παῖς εἴποι, πῶς οὐχὶ καταγέλαστον; ἃ δὲ ἡ πόλις ὅλη ᾁδει περὶ Δημοκράτους καὶ Λύσιδος τοῦ πάππου τοῦ παιδὸς καὶ πάντων πέρι τῶν προγόνων, πλούτους τε καὶ ἱπποτροφίας καὶ νίκας Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ τεθρίπποις τε καὶ κέλησι, ταῦτα ποιεῖ τε καὶ λέγει, πρὸς δὲ τούτοις ἔτι τούτων κρονικώτερα. τὸν γὰρ τοῦ Ἡρακλέους ξενισμὸν πρῴην ἡμῖν ἐν ποιήματί τινι διῄει, ὡς διὰ τὴν τοῦ Ἡρακλέους συγγένειαν ὁ πρόγονος αὐτῶν <milestone unit="section" resp="Stephanus" n="205d"/> ὑποδέξαιτο τὸν Ἡρακλέα, γεγονὼς αὐτὸς ἐκ Διός τε καὶ τῆς τοῦ δήμου ἀρχηγέτου θυγατρός, ἅπερ αἱ γραῖαι ᾁδουσι, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὦ Σώκρατες· ταῦτʼ ἐστὶν ἃ οὗτος λέγων τε καὶ ᾁδων ἀναγκάζει καὶ ἡμᾶς ἀκροᾶσθαι.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ ἀκούσας εἶπον· ὦ καταγέλαστε Ἱππόθαλες, πρὶν νενικηκέναι ποιεῖς τε καὶ ᾁδεις εἰς σαυτὸν ἐγκώμιον;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἀλλʼ οὐκ εἰς ἐμαυτόν,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ὦ Σώκρατες, οὔτε ποιῶ οὔτε ᾁδω.</said>

<milestone unit="para" ed="P"/>οὐκ οἴει γε, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">τὸ δὲ πῶς ἔχει;</said> ἔφη. <milestone unit="section" resp="Stephanus" n="205e"/> 

<milestone unit="para" ed="P"/>πάντων μάλιστα, εἶπον, εἰς σὲ τείνουσιν αὗται αἱ ᾠδαί.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>