<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:204</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:204</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="204"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="204" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="204a"/><milestone unit="para" ed="P"/>ἔστιν δὲ δὴ τί τοῦτο, καὶ τίς ἡ διατριβή;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">παλαίστρα,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">vνεωστὶ ᾠκοδομημένη· ἡ δὲ διατριβὴ τὰ πολλὰ ἐν λόγοις, ὧν ἡδέως ἄν σοι μεταδιδοῖμεν.</said>

<milestone unit="para" ed="P"/>καλῶς γε, ἦν δʼ ἐγώ, ποιοῦντες· διδάσκει δὲ τίς αὐτόθι;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">σὸς ἑταῖρός γε,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποθάλης" direct="false">καὶ ἐπαινέτης, Μίκκος.</said>

<milestone unit="para" ed="P"/>μὰ Δία, ἦν δʼ ἐγώ, οὐ φαῦλός γε ἁνήρ, ἀλλʼ ἱκανὸς σοφιστής.

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">βούλει οὖν ἕπεσθαι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι <del>αὐτοῦ</del>;</said> <milestone unit="section" resp="Stephanus" n="204b"/> 

<milestone unit="para" ed="P"/>πρῶτον ἡδέως ἀκούσαιμʼ ἂν ἐπὶ τῷ καὶ εἴσειμι καὶ τίς ὁ καλός.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἄλλος,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἄλλῳ ἡμῶν δοκεῖ, ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/>σοὶ δὲ δὴ τίς, ὦ Ἱππόθαλες; τοῦτό μοι εἰπέ.

<milestone unit="para" ed="P"/>καὶ ὃς ἐρωτηθεὶς ἠρυθρίασεν. καὶ ἐγὼ εἶπον· ὦ παῖ Ἱερωνύμου Ἱππόθαλες, τοῦτο μὲν μηκέτι εἴπῃς, εἴτε ἐρᾷς του εἴτε μή· οἶδα γὰρ ὅτι οὐ μόνον ἐρᾷς, ἀλλὰ καὶ πόρρω ἤδη εἶ πορευόμενος τοῦ ἔρωτος. εἰμὶ δʼ ἐγὼ τὰ μὲν ἄλλα φαῦλος <milestone unit="section" resp="Stephanus" n="204c"/> καὶ ἄχρηστος, τοῦτο δέ μοί πως ἐκ θεοῦ δέδοται, ταχὺ οἵῳ τʼ εἶναι γνῶναι ἐρῶντά τε καὶ ἐρώμενον.

<milestone unit="para" ed="P"/>καὶ ὃς ἀκούσας πολὺ ἔτι μᾶλλον ἠρυθρίασεν. ὁ οὖν Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">Ἀστεῖόν γε,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὅτι ἐρυθριᾷς, ὦ Ἱππόθαλες, καὶ ὀκνεῖς εἰπεῖν Σωκράτει τοὔνομα· ἐὰν δʼ οὗτος καὶ σμικρὸν χρόνον συνδιατρίψῃ σοι, παραταθήσεται ὑπὸ σοῦ ἀκούων θαμὰ λέγοντος. ἡμῶν γοῦν, ὦ Σώκρατες, ἐκκεκώφωκε τὰ <milestone unit="section" resp="Stephanus" n="204d"/> ὦτα καὶ ἐμπέπληκε Λύσιδος· ἂν μὲν δὴ καὶ ὑποπίῃ, εὐμαρία ἡμῖν ἐστιν καὶ ἐξ ὕπνου ἐγρομένοις Λύσιδος οἴεσθαι τοὔνομα ἀκούειν. καὶ ἃ μὲν καταλογάδην διηγεῖται, δεινὰ ὄντα, οὐ πάνυ τι δεινά ἐστιν, ἀλλʼ ἐπειδὰν τὰ ποιήματα ἡμῶν ἐπιχειρήσῃ καταντλεῖν καὶ συγγράμματα. καὶ ὅ ἐστιν τούτων δεινότερον, ὅτι καὶ ᾁδει εἰς τὰ παιδικὰ φωνῇ θαυμασίᾳ, ἣν ἡμᾶς δεῖ ἀκούοντας ἀνέχεσθαι. νῦν δὲ ἐρωτώμενος ὑπὸ σοῦ ἐρυθριᾷ.</said> <milestone unit="section" resp="Stephanus" n="204e"/> 

<milestone unit="para" ed="P"/>ἔστιν δέ, ἦν δʼ ἐγώ, ὁ Λύσις νέος τις, ὡς ἔοικε· τεκμαίρομαι δέ, ὅτι ἀκούσας τοὔνομα οὐκ ἔγνων.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">οὐ γὰρ πάνυ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">τὶ αὐτοῦ τοὔνομα λέγουσιν, ἀλλʼ ἔτι πατρόθεν ἐπονομάζεται διὰ τὸ σφόδρα τὸν πατέρα γιγνώσκεσθαι αὐτοῦ. ἐπεὶ εὖ οἶδʼ ὅτι πολλοῦ δεῖς τὸ εἶδος ἀγνοεῖν τοῦ παιδός· ἱκανὸς γὰρ καὶ ἀπὸ μόνου τούτου γιγνώσκεσθαι.</said>

<milestone unit="para" ed="P"/>λεγέσθω, ἦν δʼ ἐγώ, οὗτινος ἔστιν.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">Δημοκράτους,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">τοῦ Αἰξωνέως ὁ πρεσβύτατος ὑός.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>