<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg019.perseus-grc2:190-193</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg019.perseus-grc2:190-193</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="190"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="190" unit="page"/><milestone unit="section" resp="Stephanus" n="190a"/><label>ΣΩ.</label> εἰ τυγχάνομεν ἐπιστάμενοι ὅτι ὄψις παραγενομένη ὀφθαλμοῖς βελτίους ποιεῖ ἐκείνους οἷς παρεγένετο, καὶ προσέτι οἷοί τʼ ἐσμὲν ποιεῖν αὐτὴν παραγίγνεσθαι ὄμμασι, δῆλον ὅτι ὄψιν γε ἴσμεν αὐτὴν ὅτι ποτʼ ἔστιν, ἧς πέρι σύμβουλοι ἂν γενοίμεθα ὡς ἄν τις αὐτὴν ῥᾷστα καὶ ἄριστα κτήσαιτο. εἰ γὰρ μηδʼ αὐτὸ τοῦτο εἰδεῖμεν, ὅτι ποτʼ ἔστιν ὄψις ἢ ὅτι ἔστιν ἀκοή, σχολῇ ἂν σύμβουλοί γε ἄξιοι λόγου γενοίμεθα καὶ ἰατροὶ ἢ περὶ ὀφθαλμῶν ἢ περὶ ὤτων, ὅντινα τρόπον  <milestone unit="section" resp="Stephanus" n="190b"/> ἀκοὴν ἢ ὄψιν κάλλιστʼ ἂν κτήσαιτό τις.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀληθῆ λέγεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ Λάχης, καὶ νῦν ἡμᾶς τώδε παρακαλεῖτον εἰς συμβουλήν, τίνʼ ἂν τρόπον τοῖς ὑέσιν αὐτῶν ἀρετὴ παραγενομένη ταῖς ψυχαῖς ἀμείνους ποιήσειε;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡμῖν τοῦτό γʼ ὑπάρχειν δεῖ, τὸ εἰδέναι ὅτι ποτʼ ἔστιν ἀρετή; εἰ γάρ που μηδʼ ἀρετὴν εἰδεῖμεν τὸ παράπαν ὅτι ποτε τυγχάνει ὄν, τίνʼ ἂν τρόπον τούτου  <milestone unit="section" resp="Stephanus" n="190c"/> σύμβουλοι γενοίμεθʼ ἂν ὁτῳοῦν, ὅπως ἂν αὐτὸ κάλλιστα κτήσαιτο;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐδένα, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φαμὲν ἄρα, ὦ Λάχης, εἰδέναι αὐτὸ ὅτι ἔστιν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> φαμὲν μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅ γε ἴσμεν, κἂν εἴποιμεν δήπου τί ἐστιν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ τοίνυν, ὦ ἄριστε, περὶ ὅλης ἀρετῆς εὐθέως σκοπώμεθα—πλέον γὰρ ἴσως ἔργον—ἀλλὰ μέρους τινὸς πέρι πρῶτον ἴδωμεν εἰ ἱκανῶς ἔχομεν πρὸς τὸ εἰδέναι· καὶ  <milestone unit="section" resp="Stephanus" n="190d"/> ἡμῖν, ὡς τὸ εἰκός, ῥᾴων ἡ σκέψις ἔσται.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀλλʼ οὕτω ποιῶμεν, ὦ Σώκρατες, ὡς σὺ βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν προελοίμεθα τῶν τῆς ἀρετῆς μερῶν; ἢ δῆλον δὴ ὅτι τοῦτο εἰς ὃ τείνειν δοκεῖ ἡ ἐν τοῖς ὅπλοις μάθησις; δοκεῖ δέ που τοῖς πολλοῖς εἰς ἀνδρείαν. ἦ γάρ;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> καὶ μάλα δὴ οὕτω δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο τοίνυν πρῶτον ἐπιχειρήσωμεν, ὦ Λάχης, εἰπεῖν, ἀνδρεία τί ποτʼ ἐστίν· ἔπειτα μετὰ τοῦτο σκεψόμεθα  <milestone unit="section" resp="Stephanus" n="190e"/> καὶ ὅτῳ ἂν τρόπῳ τοῖς νεανίσκοις παραγένοιτο, καθʼ ὅσον οἷόν τε ἐξ ἐπιτηδευμάτων τε καὶ μαθημάτων παραγενέσθαι. ἀλλὰ πειρῶ εἰπεῖν ὃ λέγω, τί ἐστιν ἀνδρεία.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ χαλεπὸν εἰπεῖν· εἰ γάρ τις ἐθέλοι ἐν τῇ τάξει μένων ἀμύνεσθαι τοὺς πολεμίους καὶ μὴ φεύγοι, εὖ ἴσθι ὅτι ἀνδρεῖος ἂν εἴη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ μὲν λέγεις, ὦ Λάχης· ἀλλʼ ἴσως ἐγὼ αἴτιος, οὐ σαφῶς εἰπών, τὸ σὲ ἀποκρίνασθαι μὴ τοῦτο ὃ διανοούμενος ἠρόμην, ἀλλʼ ἕτερον.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="191"><p><said who="#Σωκράτης"><milestone n="191" unit="page"/><milestone unit="section" resp="Stephanus" n="191a"/><label>ΣΩ.</label> ἐγὼ φράσω, ἐὰν οἷός τε γένωμαι. ἀνδρεῖός που οὗτος, ὃν καὶ σὺ λέγεις, ὃς ἂν ἐν τῇ τάξει μένων μάχηται τοῖς πολεμίοις.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἐγὼ γοῦν φημι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἐγώ. ἀλλὰ τί αὖ ὅδε, ὃς ἂν φεύγων μάχηται τοῖς πολεμίοις ἀλλὰ μὴ μένων;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πῶς φεύγων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥσπερ που καὶ Σκύθαι λέγονται οὐχ ἧττον φεύγοντες ἢ διώκοντες μάχεσθαι, καὶ Ὅμηρός που ἐπαινῶν τοὺς τοῦ Αἰνείου ἵππους <quote type="verse">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα</quote><bibl n="Hom. Il. 8.107">Hom. Il. 8.107-108</bibl>  <milestone unit="section" resp="Stephanus" n="191b"/> ἔφη αὐτοὺς ἐπίστασθαι διώκειν ἠδὲ φέβεσθαι· καὶ αὐτὸν τὸν Αἰνείαν κατὰ τοῦτʼ ἐνεκωμίασε, κατὰ τὴν τοῦ φόβου ἐπιστήμην, καὶ εἶπεν αὐτὸν εἶναι <quote type="verse">μήστωρα φόβοιο.</quote><bibl n="Hom. Il. 8.107">Hom. Il. 8.107-108</bibl></said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> καὶ καλῶς γε, ὦ Σώκρατες· περὶ ἁρμάτων γὰρ ἔλεγε. καὶ σὺ τὸ τῶν Σκυθῶν ἱππέων πέρι λέγεις· τὸ μὲν γὰρ ἱππικὸν <del>τὸ ἐκείνων</del> οὕτω μάχεται, τὸ δὲ ὁπλιτικὸν <del>τό γε τῶν Ἑλλήνων</del>, ὡς ἐγὼ λέγω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πλήν γʼ ἴσως, ὦ Λάχης, τὸ Λακεδαιμονίων. Λακεδαιμονίους  <milestone unit="section" resp="Stephanus" n="191c"/> γάρ φασιν ἐν Πλαταιαῖς, ἐπειδὴ πρὸς τοῖς γερροφόροις ἐγένοντο, οὐκ ἐθέλειν μένοντας πρὸς αὐτοὺς μάχεσθαι, ἀλλὰ φεύγειν, ἐπειδὴ δʼ ἐλύθησαν αἱ τάξεις τῶν Περσῶν, ἀναστρεφομένους ὥσπερ ἱππέας μάχεσθαι καὶ οὕτω νικῆσαι τὴν ἐκεῖ μάχην.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο τοίνυν ὃ ἄρτι ἔλεγον, ὅτι ἐγὼ αἴτιος μὴ καλῶς σε ἀποκρίνασθαι, ὅτι οὐ καλῶς ἠρόμην—βουλόμενος  <milestone unit="section" resp="Stephanus" n="191d"/> γάρ σου πυθέσθαι μὴ μόνον τοὺς ἐν τῷ ὁπλιτικῷ ἀνδρείους, ἀλλὰ καὶ τοὺς ἐν τῷ ἱππικῷ καὶ ἐν σύμπαντι τῷ πολεμικῷ εἴδει, καὶ μὴ μόνον τοὺς ἐν τῷ πολέμῳ, ἀλλὰ καὶ τοὺς ἐν τοῖς πρὸς τὴν θάλατταν κινδύνοις ἀνδρείους ὄντας, καὶ ὅσοι γε πρὸς νόσους καὶ ὅσοι πρὸς πενίας ἢ καὶ πρὸς τὰ πολιτικὰ ἀνδρεῖοί εἰσιν, καὶ ἔτι αὖ μὴ μόνον ὅσοι πρὸς λύπας ἀνδρεῖοί εἰσιν ἢ φόβους, ἀλλὰ καὶ πρὸς ἐπιθυμίας ἢ ἡδονὰς δεινοὶ  <milestone unit="section" resp="Stephanus" n="191e"/> μάχεσθαι, καὶ μένοντες καὶ ἀναστρέφοντες—εἰσὶ γάρ πού τινες, ὦ Λάχης, καὶ ἐν τοῖς τοιούτοις ἀνδρεῖοι—</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> καὶ σφόδρα, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀνδρεῖοι μὲν πάντες οὗτοί εἰσιν, ἀλλʼ οἱ μὲν ἐν ἡδοναῖς, οἱ δʼ ἐν λύπαις, οἱ δʼ ἐν ἐπιθυμίαις, οἱ δʼ ἐν φόβοις τὴν ἀνδρείαν κέκτηνται· οἱ δέ γʼ οἶμαι δειλίαν ἐν τοῖς αὐτοῖς τούτοις.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί ποτε ὂν ἑκάτερον τούτων; τοῦτο ἐπυνθανόμην. πάλιν οὖν πειρῶ εἰπεῖν ἀνδρείαν πρῶτον τί ὂν ἐν πᾶσι τούτοις ταὐτόν ἐστιν· ἢ οὔπω καταμανθάνεις ὃ λέγω;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐ πάνυ τι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="192"><p><said who="#Σωκράτης"><milestone n="192" unit="page"/><milestone unit="section" resp="Stephanus" n="192a"/><label>ΣΩ.</label> ἀλλʼ ὧδε λέγω, ὥσπερ ἂν εἰ τάχος ἠρώτων τί ποτʼ ἐστίν, ὃ καὶ ἐν τῷ τρέχειν τυγχάνει ὂν ἡμῖν καὶ ἐν τῷ κιθαρίζειν καὶ ἐν τῷ λέγειν καὶ ἐν τῷ μανθάνειν καὶ ἐν ἄλλοις πολλοῖς, καὶ σχεδόν τι αὐτὸ κεκτήμεθα, οὗ καὶ πέρι ἄξιον λέγειν, ἢ ἐν ταῖς τῶν χειρῶν πράξεσιν ἢ σκελῶν ἢ στόματός τε καὶ φωνῆς ἢ διανοίας· ἢ οὐχ οὕτω καὶ σὺ λέγεις;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ τοίνυν τίς με ἔροιτο· <q>ὦ Σώκρατες, τί λέγεις τοῦτο ὃ ἐν πᾶσιν ὀνομάζεις ταχυτῆτα εἶναι;</q> εἴποιμʼ ἂν  <milestone unit="section" resp="Stephanus" n="192b"/> αὐτῷ ὅτι τὴν ἐν ὀλίγῳ χρόνῳ πολλὰ διαπραττομένην δύναμιν ταχυτῆτα ἔγωγε καλῶ καὶ περὶ φωνὴν καὶ περὶ δρόμον καὶ περὶ τἆλλα πάντα.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ὀρθῶς γε σὺ λέγων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πειρῶ δὴ καὶ σύ, ὦ Λάχης, τὴν ἀνδρείαν οὕτως εἰπεῖν τίς οὖσα δύναμις ἡ αὐτὴ ἐν ἡδονῇ καὶ ἐν λύπῃ καὶ ἐν ἅπασιν οἷς νυνδὴ ἐλέγομεν αὐτὴν εἶναι, ἔπειτα ἀνδρεία κέκληται.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> δοκεῖ τοίνυν μοι καρτερία τις εἶναι τῆς ψυχῆς, εἰ  <milestone unit="section" resp="Stephanus" n="192c"/> τό γε διὰ πάντων <del>περὶ ἀνδρείας</del> πεφυκὸς δεῖ εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν δεῖ, εἴ γε τὸ ἐρωτώμενον ἀποκρινούμεθα ἡμῖν αὐτοῖς. τοῦτο τοίνυν ἔμοιγε φαίνεται· οὔτι πᾶσά γε, ὡς ἐγᾦμαι, καρτερία ἀνδρεία σοι φαίνεται. τεκμαίρομαι δὲ ἐνθένδε· σχεδὸν γάρ τι οἶδα, ὦ Λάχης, ὅτι τῶν πάνυ καλῶν πραγμάτων ἡγῇ σὺ ἀνδρείαν εἶναι.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> εὖ μὲν οὖν ἴσθι ὅτι τῶν καλλίστων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡ μὲν μετὰ φρονήσεως καρτερία καλὴ κἀγαθή;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="192d"/><label>ΣΩ.</label> τί δʼ ἡ μετʼ ἀφροσύνης; οὐ τοὐναντίον ταύτῃ βλαβερὰ καὶ κακοῦργος;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλὸν οὖν τι φήσεις σὺ εἶναι τὸ τοιοῦτον, ὂν κακοῦργόν τε καὶ βλαβερόν;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὔκουν δίκαιόν γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα τήν γε τοιαύτην καρτερίαν ἀνδρείαν ὁμολογήσεις εἶναι, ἐπειδήπερ οὐ καλή ἐστιν, ἡ δὲ ἀνδρεία καλόν ἐστιν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ φρόνιμος ἄρα καρτερία κατὰ τὸν σὸν λόγον ἀνδρεία ἂν εἴη.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="192e"/><label>ΣΩ.</label> ἴδωμεν δή, ἡ εἰς τί φρόνιμος; ἢ ἡ εἰς ἅπαντα καὶ τὰ μεγάλα καὶ τὰ σμικρά; οἷον εἴ τις καρτερεῖ ἀναλίσκων ἀργύριον φρονίμως, εἰδὼς ὅτι ἀναλώσας πλέον ἐκτήσεται, τοῦτον ἀνδρεῖον καλοῖς ἄν;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="193"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷον εἴ τις ἰατρὸς ὤν, περιπλευμονίᾳ τοῦ ὑέος ἐχομένου ἢ ἄλλου τινὸς καὶ δεομένου πιεῖν ἢ φαγεῖν <milestone n="193" unit="page"/><milestone unit="section" resp="Stephanus" n="193a"/> δοῦναι, μὴ κάμπτοιτο ἀλλὰ καρτεροῖ;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐδʼ ὁπωστιοῦν οὐδʼ αὕτη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐν πολέμῳ καρτεροῦντα ἄνδρα καὶ ἐθέλοντα μάχεσθαι, φρονίμως λογιζόμενον, εἰδότα μὲν ὅτι βοηθήσουσιν ἄλλοι αὐτῷ, πρὸς ἐλάττους δὲ καὶ φαυλοτέρους μαχεῖται ἢ μεθʼ ὧν αὐτός ἐστιν, ἔτι δὲ χωρία ἔχει κρείττω, τοῦτον τὸν μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς καρτεροῦντα ἀνδρειότερον ἂν φαίης ἢ τὸν ἐν τῷ ἐναντίῳ στρατοπέδῳ ἐθέλοντα ὑπομένειν τε καὶ καρτερεῖν;</said></p><p><said who="#Λάχης"><milestone unit="section" resp="Stephanus" n="193b"/><label>ΛΑ.</label> τὸν ἐν τῷ ἐναντίῳ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἀφρονεστέρα γε ἡ τούτου ἢ ἡ τοῦ ἑτέρου καρτερία.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸν μετʼ ἐπιστήμης ἄρα ἱππικῆς καρτεροῦντα ἐν ἱππομαχίᾳ ἧττον φήσεις ἀνδρεῖον εἶναι ἢ τὸν ἄνευ ἐπιστήμης.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸν μετὰ σφενδονητικῆς ἢ τοξικῆς ἢ ἄλλης τινὸς τέχνης καρτεροῦντα.</said></p><p><said who="#Λάχης"><milestone unit="section" resp="Stephanus" n="193c"/><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὅσοι ἂν ἐθέλωσιν εἰς φρέαρ καταβαίνοντες καὶ κολυμβῶντες καρτερεῖν ἐν τούτῳ τῷ ἔργῳ, μὴ ὄντες δεινοί, ἢ ἔν τινι ἄλλῳ τοιούτῳ, ἀνδρειοτέρους φήσεις τῶν ταῦτα δεινῶν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> τί γὰρ ἄν τις ἄλλο φαίη, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέν, εἴπερ οἴοιτό γε οὕτως.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀλλὰ μὴν οἶμαί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μήν που ἀφρονεστέρως γε, ὦ Λάχης, οἱ τοιοῦτοι κινδυνεύουσίν τε καὶ καρτεροῦσιν ἢ οἱ μετὰ τέχνης αὐτὸ πράττοντες.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> φαίνονται.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="193d"/><label>ΣΩ.</label> οὐκοῦν αἰσχρὰ ἡ ἄφρων τόλμα τε καὶ καρτέρησις ἐν τῷ πρόσθεν ἐφάνη ἡμῖν οὖσα καὶ βλαβερά;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δέ γε ἀνδρεία ὡμολογεῖτο καλόν τι εἶναι.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ὡμολογεῖτο γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δʼ αὖ πάλιν φαμὲν ἐκεῖνο τὸ αἰσχρόν, τὴν ἄφρονα καρτέρησιν, ἀνδρείαν εἶναι.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἐοίκαμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς οὖν σοι δοκοῦμεν λέγειν;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> μὰ τὸν Δίʼ, ὦ Σώκρατες, ἐμοὶ μὲν οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα που κατὰ τὸν σὸν λόγον δωριστὶ ἡρμόσμεθα  <milestone unit="section" resp="Stephanus" n="193e"/> ἐγώ τε καὶ σύ, ὦ Λάχης· τὰ γὰρ ἔργα οὐ συμφωνεῖ ἡμῖν τοῖς λόγοις. ἔργῳ μὲν γάρ, ὡς ἔοικε, φαίη ἄν τις ἡμᾶς ἀνδρείας μετέχειν, λόγῳ δʼ, ὡς ἐγᾦμαι, οὐκ ἄν, εἰ νῦν ἡμῶν ἀκούσειε διαλεγομένων.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; δοκεῖ καλὸν εἶναι οὕτως ἡμᾶς διακεῖσθαι;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐδʼ ὁπωστιοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν ᾧ λέγομεν πειθώμεθα τό γε τοσοῦτον;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> τὸ ποῖον δὴ τοῦτο, καὶ τίνι τούτῳ;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>