<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2:165-168</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2:165-168</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="165"><p><said who="#Σωκράτης" rend="merge">
					αἰνιγματωδέστερον δὲ δή, ὡς μάντις, λέγει· τὸ γὰρ Γνῶθι σαυτόν καὶ τὸ Σωφρόνει ἔστιν 
				
<milestone n="165" unit="page"/><milestone unit="section" resp="Stephanus" n="165a"/> μὲν ταὐτόν, ὡς τὰ γράμματά φησιν καὶ ἐγώ, τάχα δʼ ἄν τις οἰηθείη ἄλλο εἶναι, ὃ δή μοι δοκοῦσιν παθεῖν καὶ οἱ τὰ ὕστερον γράμματα ἀναθέντες, τό τε μηδὲν ἄγαν καὶ τὸ Ἐγγύη πάρα δʼ ἄτη. καὶ γὰρ οὗτοι συμβουλὴν ᾠήθησαν εἶναι τὸ Γνῶθι σαυτόν, ἀλλʼ οὐ τῶν εἰσιόντων <del>ἕνεκεν</del> ὑπὸ τοῦ θεοῦ πρόσρησιν· εἶθʼ ἵνα δὴ καὶ σφεῖς μηδὲν ἧττον συμβουλὰς χρησίμους ἀναθεῖεν, ταῦτα γράψαντες ἀνέθεσαν. οὗ δὴ οὖν ἕνεκα λέγω, ὦ Σώκρατες, ταῦτα πάντα, τόδʼ ἐστίν· τὰ μὲν  <milestone unit="section" resp="Stephanus" n="165b"/> ἔμπροσθέν σοι πάντα ἀφίημι—ἴσως μὲν γάρ τι σὺ ἔλεγες περὶ αὐτῶν ὀρθότερον, ἴσως δʼ ἐγώ, σαφὲς δʼ οὐδὲν πάνυ ἦν ὧν ἐλέγομεν—νῦν δʼ ἐθέλω τούτου σοι διδόναι λόγον, εἰ μὴ ὁμολογεῖς σωφροσύνην εἶναι τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν. 
<milestone unit="para" ed="P"/>ἀλλʼ, ἦν δʼ ἐγώ, ὦ Κριτία, σὺ μὲν ὡς φάσκοντος ἐμοῦ εἰδέναι περὶ ὧν ἐρωτῶ προσφέρῃ πρός με, καὶ ἐὰν δὴ βούλωμαι, ὁμολογήσοντός σοι· τὸ δʼ οὐχ οὕτως ἔχει, ἀλλὰ ζητῶ γὰρ μετὰ σοῦ ἀεὶ τὸ προτιθέμενον διὰ τὸ μὴ αὐτὸς  <milestone unit="section" resp="Stephanus" n="165c"/> εἰδέναι. σκεψάμενος οὖν ἐθέλω εἰπεῖν εἴτε ὁμολογῶ εἴτε μή. ἀλλʼ ἐπίσχες ἕως ἂν σκέψωμαι. 
<milestone unit="para" ed="P"/>σκόπει δή, ἦ δʼ ὅς. 
<milestone unit="para" ed="P"/>καὶ γάρ, ἦν δʼ ἐγώ, σκοπῶ. εἰ γὰρ δὴ γιγνώσκειν γέ τί ἐστιν ἡ σωφροσύνη, δῆλον ὅτι ἐπιστήμη τις ἂν εἴη καὶ τινός· ἢ οὔ; 
<milestone unit="para" ed="P"/>ἔστιν, ἔφη, ἑαυτοῦ γε. 
<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ἰατρική, ἔφην, ἐπιστήμη ἐστὶν τοῦ ὑγιεινοῦ; 
<milestone unit="para" ed="P"/>πάνυ γε. 
<milestone unit="para" ed="P"/>εἰ τοίνυν με, ἔφην, ἔροιο σύ· <q>ἰατρικὴ ὑγιεινοῦ ἐπιστήμη οὖσα τί ἡμῖν χρησίμη ἐστὶν καὶ τί ἀπεργάζεται,</q>  <milestone unit="section" resp="Stephanus" n="165d"/> εἴποιμʼ ἂν ὅτι οὐ σμικρὰν ὠφελίαν· τὴν γὰρ ὑγίειαν καλὸν ἡμῖν ἔργον ἀπεργάζεται, εἰ ἀποδέχῃ τοῦτο. 
<milestone unit="para" ed="P"/>ἀποδέχομαι. 
<milestone unit="para" ed="P"/>καὶ εἰ τοίνυν με ἔροιο τὴν οἰκοδομικήν, ἐπιστήμην οὖσαν τοῦ οἰκοδομεῖν, τί φημι ἔργον ἀπεργάζεσθαι, εἴποιμʼ ἂν ὅτι οἰκήσεις· ὡσαύτως δὲ καὶ τῶν ἄλλων τεχνῶν. χρὴ οὖν καὶ σὲ ὑπὲρ τῆς σωφροσύνης, ἐπειδὴ φῂς αὐτὴν ἑαυτοῦ ἐπιστήμην εἶναι, ἔχειν εἰπεῖν ἐρωτηθέντα, <q>ὦ Κριτία, σωφροσύνη,  <milestone unit="section" resp="Stephanus" n="165e"/> ἐπιστήμη οὖσα ἑαυτοῦ, τί καλὸν ἡμῖν ἔργον ἀπεργάζεται καὶ ἄξιον τοῦ ὀνόματος;</q> ἴθι οὖν, εἰπέ. 
<milestone unit="para" ed="P"/>ἀλλʼ, ὦ Σώκρατες, ἔφη, οὐκ ὀρθῶς ζητεῖς. οὐ γὰρ ὁμοία αὕτη πέφυκεν ταῖς ἄλλαις ἐπιστήμαις, οὐδέ γε αἱ ἄλλαι ἀλλήλαις· σὺ δʼ ὡς ὁμοίων οὐσῶν ποιῇ τὴν ζήτησιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="166"><p><said who="#Σωκράτης" rend="merge">ἐπεὶ λέγε μοι, ἔφη, τῆς λογιστικῆς τέχνης ἢ τῆς γεωμετρικῆς τί ἐστιν τοιοῦτον ἔργον οἷον οἰκία οἰκοδομικῆς ἢ ἱμάτιον ὑφαντικῆς ἢ ἄλλα τοιαῦτʼ ἔργα, ἃ πολλὰ ἄν τις ἔχοι πολλῶν τεχνῶν 

<milestone n="166" unit="page"/><milestone unit="section" resp="Stephanus" n="166a"/> δεῖξαι; ἔχεις οὖν μοι καὶ σὺ τούτων τοιοῦτόν τι ἔργον δεῖξαι; ἀλλʼ οὐχ ἕξεις. 
<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον ὅτι ἀληθῆ λέγεις· ἀλλὰ τόδε σοι ἔχω δεῖξαι, τίνος ἐστὶν ἐπιστήμη ἑκάστη τούτων τῶν ἐπιστημῶν, ὃ τυγχάνει ὂν ἄλλο αὐτῆς τῆς ἐπιστήμης. οἷον ἡ λογιστική ἐστίν που τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ, πλήθους ὅπως ἔχει πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>πάνυ γε, ἔφη. 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἑτέρου ὄντος τοῦ περιττοῦ καὶ ἀρτίου αὐτῆς τῆς λογιστικῆς; 
<milestone unit="para" ed="P"/>πῶς δʼ οὔ;  <milestone unit="section" resp="Stephanus" n="166b"/>  
<milestone unit="para" ed="P"/>καὶ μὴν αὖ ἡ στατικὴ τοῦ βαρυτέρου τε καὶ κουφοτέρου σταθμοῦ ἐστιν στατική· ἕτερον δέ ἐστιν τὸ βαρύ τε καὶ κοῦφον τῆς στατικῆς αὐτῆς. συγχωρεῖς; 
<milestone unit="para" ed="P"/>ἔγωγε. 
<milestone unit="para" ed="P"/>λέγε δή, καὶ ἡ σωφροσύνη τίνος ἐστὶν ἐπιστήμη, ὃ τυγχάνει ἕτερον ὂν αὐτῆς τῆς σωφροσύνης; 
<milestone unit="para" ed="P"/>τοῦτό ἐστιν ἐκεῖνο, ἔφη, ὦ Σώκρατες· ἐπʼ αὐτὸ ἥκεις ἐρευνῶν τὸ ᾧ διαφέρει πασῶν τῶν ἐπιστημῶν ἡ σωφροσύνη· σὺ δὲ ὁμοιότητά τινα ζητεῖς αὐτῆς ταῖς ἄλλαις. τὸ δʼ οὐκ  <milestone unit="section" resp="Stephanus" n="166c"/> ἔστιν οὕτως, ἀλλʼ αἱ μὲν ἄλλαι πᾶσαι ἄλλου εἰσὶν ἐπιστῆμαι, ἑαυτῶν δʼ οὔ, ἡ δὲ μόνη τῶν τε ἄλλων ἐπιστημῶν ἐπιστήμη ἐστὶ καὶ αὐτὴ ἑαυτῆς. καὶ ταῦτά σε πολλοῦ δεῖ λεληθέναι, ἀλλὰ γὰρ οἶμαι ὃ ἄρτι οὐκ ἔφησθα ποιεῖν, τοῦτο ποιεῖς· ἐμὲ γὰρ ἐπιχειρεῖς ἐλέγχειν, ἐάσας περὶ οὗ ὁ λόγος ἐστίν. 
<milestone unit="para" ed="P"/>οἷον, ἦν δʼ ἐγώ, ποιεῖς ἡγούμενος, εἰ ὅτι μάλιστα σὲ ἐλέγχω, ἄλλου τινὸς ἕνεκα ἐλέγχειν ἢ οὗπερ ἕνεκα κἂν  <milestone unit="section" resp="Stephanus" n="166d"/> ἐμαυτὸν διερευνῴμην τί λέγω, φοβούμενος μή ποτε λάθω οἰόμενος μέν τι εἰδέναι, εἰδὼς δὲ μή. καὶ νῦν δὴ οὖν ἔγωγέ φημι τοῦτο ποιεῖν, τὸν λόγον σκοπεῖν μάλιστα μὲν ἐμαυτοῦ ἕνεκα, ἴσως δὲ δὴ καὶ τῶν ἄλλων ἐπιτηδείων· ἢ οὐ κοινὸν οἴει ἀγαθὸν εἶναι σχεδόν τι πᾶσιν ἀνθρώποις, γίγνεσθαι καταφανὲς ἕκαστον τῶν ὄντων ὅπῃ ἔχει; 
<milestone unit="para" ed="P"/>καὶ μάλα, ἦ δʼ ὅς, ἔγωγε, ὦ Σώκρατες. 
<milestone unit="para" ed="P"/>θαρρῶν τοίνυν, ἦν δʼ ἐγώ, ὦ μακάριε, ἀποκρινόμενος τὸ ἐρωτώμενον ὅπῃ σοι φαίνεται, ἔα χαίρειν εἴτε Κριτίας ἐστὶν  <milestone unit="section" resp="Stephanus" n="166e"/> εἴτε Σωκράτης ὁ ἐλεγχόμενος· ἀλλʼ αὐτῷ προσέχων τὸν νοῦν τῷ λόγῳ σκόπει ὅπῃ ποτὲ ἐκβήσεται ἐλεγχόμενος. 
<milestone unit="para" ed="P"/>ἀλλά, ἔφη, ποιήσω οὕτω· δοκεῖς γάρ μοι μέτρια λέγειν. 
<milestone unit="para" ed="P"/>λέγε τοίνυν, ἦν δʼ ἐγώ, περὶ τῆς σωφροσύνης πῶς λέγεις; 
<milestone unit="para" ed="P"/>λέγω τοίνυν, ἦ δʼ ὅς, ὅτι μόνη τῶν ἄλλων ἐπιστημῶν αὐτή τε αὑτῆς ἐστιν καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη. 
<milestone unit="para" ed="P"/>οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἀνεπιστημοσύνης ἐπιστήμη ἂν εἴη, εἴπερ καὶ ἐπιστήμης; 
<milestone unit="para" ed="P"/>πάνυ γε, ἔφη. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="167"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="167" unit="page"/><milestone unit="section" resp="Stephanus" n="167a"/><milestone unit="para" ed="P"/>ὁ ἄρα σώφρων μόνος αὐτός τε ἑαυτὸν γνώσεται καὶ οἷός τε ἔσται ἐξετάσαι τί τε τυγχάνει εἰδὼς καὶ τί μή, καὶ τοὺς ἄλλους ὡσαύτως δυνατὸς ἔσται ἐπισκοπεῖν τί τις οἶδεν καὶ οἴεται, εἴπερ οἶδεν, καὶ τί αὖ οἴεται μὲν εἰδέναι, οἶδεν δʼ οὔ, τῶν δὲ ἄλλων οὐδείς· καὶ ἔστιν δὴ τοῦτο τὸ σωφρονεῖν τε καὶ σωφροσύνη καὶ τὸ ἑαυτὸν αὐτὸν γιγνώσκειν, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν. ἆρα ταῦτά ἐστιν ἃ λέγεις; 
<milestone unit="para" ed="P"/>ἔγωγʼ, ἔφη. 
<milestone unit="para" ed="P"/>πάλιν τοίνυν, ἦν δʼ ἐγώ, τὸ τρίτον τῷ σωτῆρι, ὥσπερ ἐξ  <milestone unit="section" resp="Stephanus" n="167b"/> ἀρχῆς ἐπισκεψώμεθα πρῶτον μὲν εἰ δυνατόν ἐστιν τοῦτʼ εἶναι ἢ οὔ—τὸ ἃ οἶδεν καὶ ἃ μὴ οἶδεν εἰδέναι <add>ὅτι οἶδε καὶ</add> ὅτι οὐκ οἶδεν—ἔπειτα εἰ ὅτι μάλιστα δυνατόν, τίς ἂν εἴη ἡμῖν ὠφελία εἰδόσιν αὐτό. 
<milestone unit="para" ed="P"/>ἀλλὰ χρή, ἔφη, σκοπεῖν. 
<milestone unit="para" ed="P"/>ἴθι δή, ἔφην ἐγώ, ὦ Κριτία, σκέψαι, ἐάν τι περὶ αὐτῶν εὐπορώτερος φανῇς ἐμοῦ· ἐγὼ μὲν γὰρ ἀπορῶ. ᾗ δὲ ἀπορῶ, φράσω σοι; 
<milestone unit="para" ed="P"/>πάνυ γʼ, ἔφη. 
<milestone unit="para" ed="P"/>ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, πάντα ταῦτʼ ἂν εἴη, εἰ ἔστιν ὅπερ σὺ νυνδὴ ἔλεγες, μία τις ἐπιστήμη, ἣ οὐκ ἄλλου τινός  <milestone unit="section" resp="Stephanus" n="167c"/> ἐστιν ἢ ἑαυτῆς τε καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη, καὶ δὴ καὶ ἀνεπιστημοσύνης ἡ αὐτὴ αὕτη; 
<milestone unit="para" ed="P"/>πάνυ γε. 
<milestone unit="para" ed="P"/>ἰδὲ δὴ ὡς ἄτοπον ἐπιχειροῦμεν, ὦ ἑταῖρε, λέγειν· ἐν ἄλλοις γάρ που τὸ αὐτὸ τοῦτο ἐὰν σκοπῇς, δόξει σοι, ὡς ἐγᾦμαι, ἀδύνατον εἶναι. 
<milestone unit="para" ed="P"/>πῶς δὴ καὶ ποῦ; 
<milestone unit="para" ed="P"/>ἐν τοῖσδε. ἐννόει γὰρ εἴ σοι δοκεῖ ὄψις τις εἶναι, ἣ ὧν μὲν αἱ ἄλλαι ὄψεις εἰσίν, οὐκ ἔστιν τούτων ὄψις, ἑαυτῆς δὲ καὶ τῶν ἄλλων ὄψεων ὄψις ἐστὶν καὶ μὴ ὄψεων ὡσαύτως,  <milestone unit="section" resp="Stephanus" n="167d"/> καὶ χρῶμα μὲν ὁρᾷ οὐδὲν ὄψις οὖσα, αὑτὴν δὲ καὶ τὰς ἄλλας ὄψεις· δοκεῖ τίς σοι εἶναι τοιαύτη; 
<milestone unit="para" ed="P"/>μὰ Δίʼ οὐκ ἔμοιγε. 
<milestone unit="para" ed="P"/>τί δὲ ἀκοήν, ἣ φωνῆς μὲν οὐδεμιᾶς ἀκούει, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἀκοῶν ἀκούει καὶ τῶν μὴ ἀκοῶν; 
<milestone unit="para" ed="P"/>οὐδὲ τοῦτο. 
<milestone unit="para" ed="P"/>συλλήβδην δὴ σκόπει περὶ πασῶν τῶν αἰσθήσεων εἴ τίς σοι δοκεῖ εἶναι αἰσθήσεων μὲν αἴσθησις καὶ ἑαυτῆς, ὧν δὲ δὴ αἱ ἄλλαι αἰσθήσεις αἰσθάνονται, μηδενὸς αἰσθανομένη; 
<milestone unit="para" ed="P"/>οὐκ ἔμοιγε.  <milestone unit="section" resp="Stephanus" n="167e"/>  
<milestone unit="para" ed="P"/>ἀλλʼ ἐπιθυμία δοκεῖ τίς σοι εἶναι, ἥτις ἡδονῆς μὲν οὐδεμιᾶς ἐστὶν ἐπιθυμία, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιθυμιῶν; 
<milestone unit="para" ed="P"/>οὐ δῆτα. 
<milestone unit="para" ed="P"/>οὐδὲ μὴν βούλησις, ὡς ἐγᾦμαι, ἣ ἀγαθὸν μὲν οὐδὲν βούλεται, αὑτὴν δὲ καὶ τὰς ἄλλας βουλήσεις βούλεται. 
<milestone unit="para" ed="P"/>οὐ γὰρ οὖν. 
<milestone unit="para" ed="P"/>ἔρωτα δὲ φαίης ἄν τινα εἶναι τοιοῦτον, ὃς τυγχάνει ὢν ἔρως καλοῦ μὲν οὐδενός, αὑτοῦ δὲ καὶ τῶν ἄλλων ἐρώτων; 
<milestone unit="para" ed="P"/>οὔκ, ἔφη, ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="168"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>φόβον δὲ ἤδη τινὰ κατανενόηκας, ὃς ἑαυτὸν μὲν καὶ τοὺς 
				
<milestone n="168" unit="page"/><milestone unit="section" resp="Stephanus" n="168a"/> ἄλλους φόβους φοβεῖται, τῶν δεινῶν δʼ οὐδὲ ἓν φοβεῖται; 
<milestone unit="para" ed="P"/>οὐ κατανενόηκα, ἔφη. 
<milestone unit="para" ed="P"/>δόξαν δὲ δοξῶν δόξαν καὶ αὑτῆς, ὧν δὲ αἱ ἄλλαι δοξάζουσιν μηδὲν δοξάζουσαν; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς. 
<milestone unit="para" ed="P"/>ἀλλʼ ἐπιστήμην, ὡς ἔοικεν, φαμέν τινα εἶναι τοιαύτην, ἥτις μαθήματος μὲν οὐδενός ἐστιν ἐπιστήμη, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη; 
<milestone unit="para" ed="P"/>φαμὲν γάρ. 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἄτοπον, εἰ ἄρα καὶ ἔστιν; μηδὲν γάρ πω διισχυριζώμεθα ὡς οὐκ ἔστιν, ἀλλʼ εἰ ἔστιν ἔτι σκοπῶμεν.  <milestone unit="section" resp="Stephanus" n="168b"/>  
<milestone unit="para" ed="P"/>ὀρθῶς λέγεις. 
<milestone unit="para" ed="P"/>φέρε δή· ἔστι μὲν αὕτη ἡ ἐπιστήμη τινὸς ἐπιστήμη, καὶ ἔχει τινὰ τοιαύτην δύναμιν ὥστε τινὸς εἶναι· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>πάνυ γε. 
<milestone unit="para" ed="P"/>καὶ γὰρ τὸ μεῖζόν φαμεν τοιαύτην τινὰ ἔχειν δύναμιν, ὥστε τινὸς εἶναι μεῖζον; 
<milestone unit="para" ed="P"/>ἔχει γάρ. 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἐλάττονός τινος, εἴπερ ἔσται μεῖζον. 
<milestone unit="para" ed="P"/>ἀνάγκη. 
<milestone unit="para" ed="P"/>εἰ οὖν τι εὕροιμεν μεῖζον, ὃ τῶν μὲν μειζόνων ἐστὶν μεῖζον καὶ ἑαυτοῦ, ὧν δὲ τἆλλα μείζω ἐστὶν μηδενὸς μεῖζον,  <milestone unit="section" resp="Stephanus" n="168c"/> πάντως ἄν που ἐκεῖνό γʼ αὐτῷ ὑπάρχοι, εἴπερ ἑαυτοῦ μεῖζον εἴη, καὶ ἔλαττον ἑαυτοῦ εἶναι· ἢ οὔ; 
<milestone unit="para" ed="P"/>πολλὴ ἀνάγκη, ἔφη, ὦ Σώκρατες. 
<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ εἴ τι διπλάσιόν ἐστιν τῶν τε ἄλλων διπλασίων καὶ ἑαυτοῦ, ἡμίσεος δήπου ὄντος ἑαυτοῦ τε καὶ τῶν ἄλλων διπλάσιον ἂν εἴη· οὐ γάρ ἐστίν που ἄλλου διπλάσιον ἢ ἡμίσεος. 
<milestone unit="para" ed="P"/>ἀληθῆ. 
<milestone unit="para" ed="P"/>πλέον δὲ αὑτοῦ ὂν οὐ καὶ ἔλαττον ἔσται, καὶ βαρύτερον ὂν κουφότερον, καὶ πρεσβύτερον ὂν νεώτερον, καὶ τἆλλα  <milestone unit="section" resp="Stephanus" n="168d"/> πάντα ὡσαύτως, ὅτιπερ ἂν τὴν ἑαυτοῦ δύναμιν πρὸς ἑαυτὸ ἔχῃ, οὐ καὶ ἐκείνην ἕξει τὴν οὐσίαν, πρὸς ἣν ἡ δύναμις αὐτοῦ ἦν; λέγω δὲ τὸ τοιόνδε· οἷον ἡ ἀκοή, φαμέν, οὐκ ἄλλου τινὸς ἦν ἀκοὴ ἢ φωνῆς· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>ναί. 
<milestone unit="para" ed="P"/>οὐκοῦν εἴπερ αὐτὴ αὑτῆς ἀκούσεται, φωνὴν ἐχούσης ἑαυτῆς ἀκούσεται· οὐ γὰρ ἂν ἄλλως ἀκούσειεν. 
<milestone unit="para" ed="P"/>πολλὴ ἀνάγκη. 
<milestone unit="para" ed="P"/>καὶ ἡ ὄψις γέ που, ὦ ἄριστε, εἴπερ ὄψεται αὐτὴ ἑαυτήν, χρῶμά τι αὐτὴν ἀνάγκη ἔχειν· ἄχρων γὰρ ὄψις οὐδὲν <del>ἂν</del>  <milestone unit="section" resp="Stephanus" n="168e"/> μή ποτε ἴδῃ. 
<milestone unit="para" ed="P"/>οὐ γὰρ οὖν. 
<milestone unit="para" ed="P"/>ὁρᾷς οὖν, ὦ Κριτία, ὅτι ὅσα διεληλύθαμεν, τὰ μὲν αὐτῶν ἀδύνατα παντάπασι φαίνεται ἡμῖν, τὰ δʼ ἀπιστεῖται σφόδρα μή ποτʼ ἂν τὴν ἑαυτῶν δύναμιν πρὸς ἑαυτὰ σχεῖν; μεγέθη μὲν γὰρ καὶ πλήθη καὶ τὰ τοιαῦτα παντάπασιν ἀδύνατον· ἢ οὐχί; 
<milestone unit="para" ed="P"/>πάνυ γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>