<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2:161-164</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2:161-164</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="161"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="161" unit="page"/><milestone unit="section" resp="Stephanus" n="161a"/><milestone unit="para" ed="P"/>ἔμοιγε δοκεῖ. 
<milestone unit="para" ed="P"/>τί οὖν; ἦν δʼ ἐγώ· Ὁμήρῳ οὐ πιστεύεις καλῶς λέγειν, λέγοντι ὅτι<quote type="verse"><l met="dactylic">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι;</l></quote><bibl n="Hom. Od. 17.347">ηομ. οδ. 17.347</bibl> 
<milestone unit="para" ed="P"/>ἔγωγʼ, ἔφη. 
<milestone unit="para" ed="P"/>ἔστιν ἄρα, ὡς ἔοικεν, αἰδὼς οὐκ ἀγαθὸν καὶ ἀγαθόν. 
<milestone unit="para" ed="P"/>φαίνεται. 
<milestone unit="para" ed="P"/>σωφροσύνη δέ γε ἀγαθόν, εἴπερ ἀγαθοὺς ποιεῖ οἷς ἂν παρῇ, κακοὺς δὲ μή. 
<milestone unit="para" ed="P"/>ἀλλὰ μὴν οὕτω γε δοκεῖ μοι ἔχειν, ὡς σὺ λέγεις. 
<milestone unit="para" ed="P"/>οὐκ ἄρα σωφροσύνη ἂν εἴη αἰδώς, εἴπερ τὸ μὲν ἀγαθὸν  <milestone unit="section" resp="Stephanus" n="161b"/> τυγχάνει ὄν, αἰδὼς δὲ <del>μὴ</del> οὐδὲν μᾶλλον ἀγαθὸν ἢ καὶ κακόν. 
<milestone unit="para" ed="P"/>ἀλλʼ ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες, τοῦτο μὲν ὀρθῶς λέγεσθαι· τόδε δὲ σκέψαι τί σοι δοκεῖ εἶναι περὶ σωφροσύνης. ἄρτι γὰρ ἀνεμνήσθην—ὃ ἤδη του ἤκουσα λέγοντος— ὅτι σωφροσύνη ἂν εἴη τὸ τὰ ἑαυτοῦ πράττειν. σκόπει οὖν τοῦτο εἰ ὀρθῶς σοι δοκεῖ λέγειν ὁ λέγων. 
<milestone unit="para" ed="P"/>καὶ ἐγώ, ὦ μιαρέ, ἔφην, Κριτίου τοῦδε ἀκήκοας αὐτὸ ἢ  <milestone unit="section" resp="Stephanus" n="161c"/> ἄλλου του τῶν σοφῶν. 
<milestone unit="para" ed="P"/>ἔοικεν, ἔφη ὁ Κριτίας, ἄλλου· οὐ γὰρ δὴ ἐμοῦ γε. 
<milestone unit="para" ed="P"/>ἀλλὰ τί διαφέρει, ἦ δʼ ὅς, ὁ Χαρμίδης, ὦ Σώκρατες, ὅτου ἤκουσα; 
<milestone unit="para" ed="P"/>οὐδέν, ἦν δʼ ἐγώ· πάντως γὰρ οὐ τοῦτο σκεπτέον, ὅστις αὐτὸ εἶπεν, ἀλλὰ πότερον ἀληθὲς λέγεται ἢ οὔ. 
<milestone unit="para" ed="P"/>νῦν ὀρθῶς λέγεις, ἦ δʼ ὅς. 
<milestone unit="para" ed="P"/>νὴ Δία, ἦν δʼ ἐγώ. ἀλλʼ εἰ καὶ εὑρήσομεν αὐτὸ ὅπῃ γε ἔχει, θαυμάζοιμʼ ἄν· αἰνίγματι γάρ τινι ἔοικεν. 
<milestone unit="para" ed="P"/>ὅτι δὴ τί γε; ἔφη.  <milestone unit="section" resp="Stephanus" n="161d"/>  
<milestone unit="para" ed="P"/>ὅτι οὐ δήπου, ἦν δʼ ἐγώ, ᾗ τὰ ῥήματα ἐφθέγξατο ταύτῃ καὶ ἐνόει, λέγων σωφροσύνην εἶναι τὸ τὰ αὑτοῦ πράττειν. ἢ σὺ οὐδὲν ἡγῇ πράττειν τὸν γραμματιστὴν ὅταν γράφῃ ἢ ἀναγιγνώσκῃ; 
<milestone unit="para" ed="P"/>ἔγωγε, ἡγοῦμαι μὲν οὖν, ἔφη. 
<milestone unit="para" ed="P"/>δοκεῖ οὖν σοι τὸ αὑτοῦ ὄνομα μόνον γράφειν ὁ γραμματιστὴς καὶ ἀναγιγνώσκειν ἢ ὑμᾶς τοὺς παῖδας διδάσκειν, ἢ οὐδὲν ἧττον τὰ τῶν ἐχθρῶν ἐγράφετε ἢ τὰ ὑμέτερα καὶ τὰ τῶν φίλων ὀνόματα; 
<milestone unit="para" ed="P"/>οὐδὲν ἧττον. 
<milestone unit="para" ed="P"/>ἦ οὖν ἐπολυπραγμονεῖτε καὶ οὐκ ἐσωφρονεῖτε τοῦτο  <milestone unit="section" resp="Stephanus" n="161e"/> δρῶντες; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς. 
<milestone unit="para" ed="P"/>καὶ μὴν οὐ τὰ ὑμέτερά γε αὐτῶν ἐπράττετε, εἴπερ τὸ γράφειν πράττειν τί ἐστιν καὶ τὸ ἀναγιγνώσκειν. 
<milestone unit="para" ed="P"/>ἀλλὰ μὴν ἔστιν. 
<milestone unit="para" ed="P"/>καὶ γὰρ τὸ ἰᾶσθαι, ὦ ἑταῖρε, καὶ τὸ οἰκοδομεῖν καὶ τὸ ὑφαίνειν καὶ τὸ ᾑτινιοῦν τέχνῃ ὁτιοῦν τῶν τέχνης ἔργων ἀπεργάζεσθαι πράττειν δήπου τί ἐστιν. 
<milestone unit="para" ed="P"/>πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="162"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>τί οὖν; ἦν δʼ ἐγώ, δοκεῖ ἄν σοι πόλις εὖ οἰκεῖσθαι ὑπὸ τούτου τοῦ νόμου τοῦ κελεύοντος τὸ ἑαυτοῦ ἱμάτιον ἕκαστον ὑφαίνειν καὶ πλύνειν, καὶ ὑποδήματα σκυτοτομεῖν, καὶ λήκυθον καὶ στλεγγίδα καὶ τἆλλα πάντα κατὰ τὸν αὐτὸν λόγον, 
				
<milestone n="162" unit="page"/><milestone unit="section" resp="Stephanus" n="162a"/> τῶν μὲν ἀλλοτρίων μὴ ἅπτεσθαι, τὰ δὲ ἑαυτοῦ ἕκαστον ἐργάζεσθαί τε καὶ πράττειν; 
<milestone unit="para" ed="P"/>οὐκ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς. 
<milestone unit="para" ed="P"/>ἀλλὰ μέντοι, ἔφην ἐγώ, σωφρόνως γε οἰκοῦσα εὖ ἂν οἰκοῖτο. 
<milestone unit="para" ed="P"/>πῶς δʼ οὔκ; ἔφη. 
<milestone unit="para" ed="P"/>οὐκ ἄρα, ἦν δʼ ἐγώ, τὸ τὰ τοιαῦτά τε καὶ οὕτω τὰ αὑτοῦ πράττειν σωφροσύνη ἂν εἴη. 
<milestone unit="para" ed="P"/>οὐ φαίνεται. 
<milestone unit="para" ed="P"/>ἠινίττετο ἄρα, ὡς ἔοικεν, ὅπερ ἄρτι ἐγὼ ἔλεγον, ὁ λέγων τὸ τὰ αὑτοῦ πράττειν σωφροσύνην εἶναι· οὐ γάρ που οὕτω  <milestone unit="section" resp="Stephanus" n="162b"/> γε ἦν εὐήθης. ἤ τινος ἠλιθίου ἤκουσας τουτὶ λέγοντος, ὦ Χαρμίδη; 
<milestone unit="para" ed="P"/>ἥκιστά γε, ἔφη, ἐπεί τοι καὶ πάνυ ἐδόκει σοφὸς εἶναι. 
<milestone unit="para" ed="P"/>παντὸς τοίνυν μᾶλλον, ὡς ἐμοὶ δοκεῖ, αἴνιγμα αὐτὸ προύβαλεν, ὡς ὂν χαλεπὸν τὸ τὰ αὑτοῦ πράττειν γνῶναι ὅτι ποτε ἔστιν. 
<milestone unit="para" ed="P"/>ἴσως, ἔφη. 
<milestone unit="para" ed="P"/>τί οὖν ἂν εἴη ποτὲ τὸ τὰ αὑτοῦ πράττειν; ἔχεις εἰπεῖν; 
<milestone unit="para" ed="P"/>οὐκ οἶδα μὰ Δία ἔγωγε, ἦ δʼ ὅς· ἀλλʼ ἴσως οὐδὲν κωλύει μηδὲ τὸν λέγοντα μηδὲν εἰδέναι ὅτι ἐνόει. καὶ ἅμα ταῦτα λέγων ὑπεγέλα τε καὶ εἰς τὸν Κριτίαν ἀπέβλεπεν.  <milestone unit="section" resp="Stephanus" n="162c"/>  
<milestone unit="para" ed="P"/>καὶ ὁ Κριτίας δῆλος μὲν ἦν καὶ πάλαι ἀγωνιῶν καὶ φιλοτίμως πρός τε τὸν Χαρμίδην καὶ πρὸς τοὺς παρόντας ἔχων, μόγις δʼ ἑαυτὸν ἐν τῷ πρόσθεν κατέχων τότε οὐχ οἷός τε ἐγένετο· δοκεῖ γάρ μοι παντὸς μᾶλλον ἀληθὲς εἶναι, ὃ ἐγὼ ὑπέλαβον, τοῦ Κριτίου ἀκηκοέναι τὸν Χαρμίδην ταύτην τὴν ἀπόκρισιν περὶ τῆς σωφροσύνης. ὁ μὲν οὖν Χαρμίδης βουλόμενος μὴ αὐτὸς ὑπέχειν λόγον ἀλλʼ ἐκεῖνον τῆς ἀποκρίσεως,  <milestone unit="section" resp="Stephanus" n="162d"/> ὑπεκίνει αὐτὸν ἐκεῖνον, καὶ ἐνεδείκνυτο ὡς ἐξεληλεγμένος εἴη· ὁ δʼ οὐκ ἠνέσχετο, ἀλλά μοι ἔδοξεν ὀργισθῆναι αὐτῷ ὥσπερ ποιητὴς ὑποκριτῇ κακῶς διατιθέντι τὰ ἑαυτοῦ ποιήματα. ὥστʼ ἐμβλέψας αὐτῷ εἶπεν, οὕτως οἴει, ὦ Χαρμίδη, εἰ σὺ μὴ οἶσθα ὅτι ποτʼ ἐνόει ὃς ἔφη σωφροσύνην εἶναι τὸ τὰ ἑαυτοῦ πράττειν, οὐδὲ δὴ ἐκεῖνον εἰδέναι; 
<milestone unit="para" ed="P"/>ἀλλʼ, ὦ βέλτιστε, ἔφην ἐγώ, Κριτία, τοῦτον μὲν οὐδὲν  <milestone unit="section" resp="Stephanus" n="162e"/> θαυμαστὸν ἀγνοεῖν τηλικοῦτον ὄντα· σὲ δέ που εἰκὸς εἰδέναι καὶ ἡλικίας ἕνεκα καὶ ἐπιμελείας. εἰ οὖν συγχωρεῖς τοῦτʼ εἶναι σωφροσύνην ὅπερ οὑτοσὶ λέγει καὶ παραδέχῃ τὸν λόγον, ἔγωγε πολὺ ἂν ἥδιον μετὰ σοῦ σκοποίμην εἴτʼ ἀληθὲς εἴτε μὴ τὸ λεχθέν. 
<milestone unit="para" ed="P"/>ἀλλὰ πάνυ συγχωρῶ, ἔφη, καὶ παραδέχομαι. 
<milestone unit="para" ed="P"/>καλῶς γε σὺ τοίνυν, ἦν δʼ ἐγώ, ποιῶν. καί μοι λέγε, ἦ καὶ ἃ νυνδὴ ἠρώτων ἐγὼ συγχωρεῖς, τοὺς δημιουργοὺς πάντας ποιεῖν τι; 
<milestone unit="para" ed="P"/>ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="163"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="163" unit="page"/><milestone unit="section" resp="Stephanus" n="163a"/><milestone unit="para" ed="P"/>ἦ οὖν δοκοῦσί σοι τὰ ἑαυτῶν μόνον ποιεῖν ἢ καὶ τὰ τῶν ἄλλων; 
<milestone unit="para" ed="P"/>καὶ τὰ τῶν ἄλλων. 
<milestone unit="para" ed="P"/>σωφρονοῦσιν οὖν οὐ τὰ ἑαυτῶν μόνον ποιοῦντες; 
<milestone unit="para" ed="P"/>τί γὰρ κωλύει; ἔφη. 
<milestone unit="para" ed="P"/>οὐδὲν ἐμέ γε, ἦν δʼ ἐγώ· ἀλλʼ ὅρα μὴ ἐκεῖνον κωλύει, ὃς ὑποθέμενος σωφροσύνην εἶναι τὸ τὰ ἑαυτοῦ πράττειν ἔπειτα οὐδέν φησι κωλύειν καὶ τοὺς τὰ τῶν ἄλλων πράττοντας σωφρονεῖν. 
<milestone unit="para" ed="P"/>ἐγὼ γάρ που, ἦ δʼ ὅς, τοῦθʼ ὡμολόγηκα, ὡς οἱ τὰ τῶν ἄλλων πράττοντες σωφρονοῦσιν, εἰ τοὺς ποιοῦντας ὡμολόγησα.  <milestone unit="section" resp="Stephanus" n="163b"/>  
<milestone unit="para" ed="P"/>εἰπέ μοι, ἦν δʼ ἐγώ, οὐ ταὐτὸν καλεῖς τὸ ποιεῖν καὶ τὸ πράττειν; 
<milestone unit="para" ed="P"/>οὐ μέντοι, ἔφη· οὐδέ γε τὸ ἐργάζεσθαι καὶ τὸ ποιεῖν. ἔμαθον γὰρ παρʼ Ἡσιόδου, ὃς ἔφη ἔργον <del>δʼ</del> οὐδὲν εἶναι ὄνειδος. οἴει οὖν αὐτόν, εἰ τὰ τοιαῦτα ἔργα ἐκάλει καὶ ἐργάζεσθαι καὶ πράττειν, οἷα νυνδὴ σὺ ἔλεγες, οὐδενὶ ἂν ὄνειδος φάναι εἶναι σκυτοτομοῦντι ἢ ταριχοπωλοῦντι ἢ ἐπʼ οἰκήματος καθημένῳ; οὐκ οἴεσθαί γε χρή, ὦ Σώκρατες, ἀλλὰ καὶ ἐκεῖνος οἶμαι ποίησιν πράξεως καὶ ἐργασίας ἄλλο ἐνόμιζεν,  <milestone unit="section" resp="Stephanus" n="163c"/> καὶ ποίημα μὲν γίγνεσθαι ὄνειδος ἐνίοτε, ὅταν μὴ 
<milestone unit="para" ed="P"/>1 μετὰ τοῦ καλοῦ γίγνηται, ἔργον δὲ οὐδέποτε οὐδὲν ὄνειδος· τὰ γὰρ καλῶς τε καὶ ὠφελίμως ποιούμενα ἔργα ἐκάλει, καὶ ἐργασίας τε καὶ πράξεις τὰς τοιαύτας ποιήσεις. φάναι δέ γε χρὴ καὶ οἰκεῖα μόνα τὰ τοιαῦτα ἡγεῖσθαι αὐτόν, τὰ δὲ βλαβερὰ πάντα ἀλλότρια· ὥστε καὶ Ἡσίοδον χρὴ οἴεσθαι καὶ ἄλλον ὅστις φρόνιμος τὸν τὰ αὑτοῦ πράττοντα τοῦτον σώφρονα καλεῖν.  <milestone unit="section" resp="Stephanus" n="163d"/>  
<milestone unit="para" ed="P"/>ὦ Κριτία, ἦν δʼ ἐγώ, καὶ εὐθὺς ἀρχομένου σου σχεδὸν ἐμάνθανον τὸν λόγον, ὅτι τὰ οἰκεῖά τε καὶ τὰ αὑτοῦ ἀγαθὰ καλοίης, καὶ τὰς τῶν ἀγαθῶν ποιήσεις πράξεις· καὶ γὰρ Προδίκου μυρία τινὰ ἀκήκοα περὶ ὀνομάτων διαιροῦντος. ἀλλʼ ἐγώ σοι τίθεσθαι μὲν τῶν ὀνομάτων δίδωμι ὅπῃ ἂν βούλῃ ἕκαστον· δήλου δὲ μόνον ἐφʼ ὅτι ἂν φέρῃς τοὔνομα ὅτι ἂν λέγῃς. νῦν οὖν πάλιν ἐξ ἀρχῆς σαφέστερον ὅρισαι·  <milestone unit="section" resp="Stephanus" n="163e"/> ἆρα τὴν τῶν ἀγαθῶν πρᾶξιν ἢ ποίησιν ἢ ὅπως σὺ βούλει ὀνομάζειν, ταύτην λέγεις σὺ σωφροσύνην εἶναι; 
<milestone unit="para" ed="P"/>ἔγωγε, ἔφη. 
<milestone unit="para" ed="P"/>οὐκ ἄρα σωφρονεῖ ὁ τὰ κακὰ πράττων, ἀλλʼ ὁ τἀγαθά; 
<milestone unit="para" ed="P"/>σοὶ δέ, ἦ δʼ ὅς, ὦ βέλτιστε, οὐχ οὕτω δοκεῖ; 
<milestone unit="para" ed="P"/>ἔα, ἦν δʼ ἐγώ· μὴ γάρ πω τὸ ἐμοὶ δοκοῦν σκοπῶμεν, ἀλλʼ ὃ σὺ λέγεις νῦν. 
<milestone unit="para" ed="P"/>ἀλλὰ μέντοι ἔγωγε, ἔφη, τὸν μὴ ἀγαθὰ ἀλλὰ κακὰ ποιοῦντα οὔ φημι σωφρονεῖν, τὸν δὲ ἀγαθὰ ἀλλὰ μὴ κακὰ σωφρονεῖν· τὴν γὰρ τῶν ἀγαθῶν πρᾶξιν σωφροσύνην εἶναι σαφῶς σοι διορίζομαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="164"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="164" unit="page"/><milestone unit="section" resp="Stephanus" n="164a"/><milestone unit="para" ed="P"/>καὶ οὐδέν γέ σε ἴσως κωλύει ἀληθῆ λέγειν· τόδε γε μέντοι, ἦν δʼ ἐγώ, θαυμάζω, εἰ σωφρονοῦντας ἀνθρώπους ἡγῇ σὺ ἀγνοεῖν ὅτι σωφρονοῦσιν. 
<milestone unit="para" ed="P"/>ἀλλʼ οὐχ ἡγοῦμαι, ἔφη. 
<milestone unit="para" ed="P"/>οὐκ ὀλίγον πρότερον, ἔφην ἐγώ, ἐλέγετο ὑπὸ σοῦ ὅτι τοὺς δημιουργοὺς οὐδὲν κωλύει καὶ αὖ τὰ τῶν ἄλλων ποιοῦντας σωφρονεῖν; 
<milestone unit="para" ed="P"/>ἐλέγετο γάρ, ἔφη· ἀλλὰ τί τοῦτο; 
<milestone unit="para" ed="P"/>οὐδέν· ἀλλὰ λέγε εἰ δοκεῖ τίς σοι ἰατρός, ὑγιᾶ τινα  <milestone unit="section" resp="Stephanus" n="164b"/> ποιῶν, ὠφέλιμα καὶ ἑαυτῷ ποιεῖν καὶ ἐκείνῳ ὃν ἰῷτο; 
<milestone unit="para" ed="P"/>ἔμοιγε. 
<milestone unit="para" ed="P"/>οὐκοῦν τὰ δέοντα πράττει ὅ γε ταῦτα πράττων; 
<milestone unit="para" ed="P"/>ναί. 
<milestone unit="para" ed="P"/>ὁ τὰ δέοντα πράττων οὐ σωφρονεῖ; 
<milestone unit="para" ed="P"/>σωφρονεῖ μὲν οὖν. 
<milestone unit="para" ed="P"/>ἦ οὖν καὶ γιγνώσκειν ἀνάγκη τῷ ἰατρῷ ὅταν τε ὠφελίμως ἰᾶται καὶ ὅταν μή; καὶ ἑκάστῳ τῶν δημιουργῶν ὅταν τε μέλλῃ ὀνήσεσθαι ἀπὸ τοῦ ἔργου οὗ ἂν πράττῃ καὶ ὅταν μή; 
<milestone unit="para" ed="P"/>ἴσως οὔ. 
<milestone unit="para" ed="P"/>ἐνίοτε ἄρα, ἦν δʼ ἐγώ, ὠφελίμως πράξας ἢ βλαβερῶς ὁ  <milestone unit="section" resp="Stephanus" n="164c"/> ἰατρὸς οὐ γιγνώσκει ἑαυτὸν ὡς ἔπραξεν· καίτοι ὠφελίμως πράξας, ὡς ὁ σὸς λόγος, σωφρόνως ἔπραξεν. ἢ οὐχ οὕτως ἔλεγες; 
<milestone unit="para" ed="P"/>ἔγωγε. 
<milestone unit="para" ed="P"/>οὐκοῦν, ὡς ἔοικεν, ἐνίοτε ὠφελίμως πράξας πράττει μὲν σωφρόνως καὶ σωφρονεῖ, ἀγνοεῖ δʼ ἑαυτὸν ὅτι σωφρονεῖ; 
<milestone unit="para" ed="P"/>ἀλλὰ τοῦτο μέν, ἔφη, ὦ Σώκρατες, οὐκ ἄν ποτε γένοιτο, ἀλλʼ εἴ τι σὺ οἴει ἐκ τῶν ἔμπροσθεν ὑπʼ ἐμοῦ ὡμολογημένων εἰς τοῦτο ἀναγκαῖον εἶναι συμβαίνειν, ἐκείνων ἄν τι ἔγωγε  <milestone unit="section" resp="Stephanus" n="164d"/> μᾶλλον ἀναθείμην, καὶ οὐκ ἂν αἰσχυνθείην μὴ οὐχὶ ὀρθῶς φάναι εἰρηκέναι, μᾶλλον ἤ ποτε συγχωρήσαιμʼ ἂν ἀγνοοῦντα αὐτὸν ἑαυτὸν ἄνθρωπον σωφρονεῖν. σχεδὸν γάρ τι ἔγωγε αὐτὸ τοῦτό φημι εἶναι σωφροσύνην, τὸ γιγνώσκειν ἑαυτόν, καὶ συμφέρομαι τῷ ἐν Δελφοῖς ἀναθέντι τὸ τοιοῦτον γράμμα. καὶ γὰρ τοῦτο οὕτω μοι δοκεῖ τὸ γράμμα ἀνακεῖσθαι, ὡς δὴ πρόσρησις οὖσα τοῦ θεοῦ τῶν εἰσιόντων ἀντὶ τοῦ χαῖρε, ὡς  <milestone unit="section" resp="Stephanus" n="164e"/> τούτου μὲν οὐκ ὀρθοῦ ὄντος τοῦ προσρήματος, τοῦ χαίρειν, οὐδὲ δεῖν τοῦτο παρακελεύεσθαι ἀλλήλοις ἀλλὰ σωφρονεῖν. οὕτω μὲν δὴ ὁ θεὸς προσαγορεύει τοὺς εἰσιόντας εἰς τὸ ἱερὸν διαφέρον τι ἢ οἱ ἄνθρωποι, ὡς διανοούμενος ἀνέθηκεν ὁ ἀναθείς, ὥς μοι δοκεῖ· καὶ λέγει πρὸς τὸν ἀεὶ εἰσιόντα οὐκ ἄλλο τι ἢ Σωφρόνει, φησίν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>