<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2:121-131</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2:121-131</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="121"><p><said who="#Δημόδοκος"><milestone n="121" unit="page"/><milestone unit="section" resp="Stephanus" n="121a"/><label>ΔΗ.</label> ὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ. ἀλλʼ εἴ τι βούλει λέγειν, ἔξεστιν.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ σοὶ δοκεῖ.</said></p><p><said who="#Δημόδοκος"><milestone unit="section" resp="Stephanus" n="121b"/><label>ΔΗ.</label> ἴωμεν δή. ὦ Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος. καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος <milestone unit="section" resp="Stephanus" n="121c"/> γίγνεται. οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα. καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι. τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ—ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ—ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς <milestone unit="section" resp="Stephanus" n="121d"/> φησι, σοφὸς γενέσθαι. δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει. ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον <milestone n="122" unit="page"/><milestone unit="section" resp="Stephanus" n="122a"/> μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="122"><p><said who="#Δημόδοκος" rend="merge"><label>ΔΗ.</label> τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ. νῦν οὖν ἥκω ἐπʼ αὐτὰ ταῦτα, ἵνα τῳ τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. σὺ οὖν ἡμῖν εἰς καλὸν παρεφάνης, ᾧ ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. ἀλλʼ εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε <milestone unit="section" resp="Stephanus" n="122b"/> καὶ χρή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι. εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ· οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ <milestone unit="section" resp="Stephanus" n="122c"/> μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμβουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε· σμικρὸν γάρ τι μετατίθεμαι. ἐννοῶ γὰρ μὴ καὶ ὁ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα <milestone unit="section" resp="Stephanus" n="122d"/> ἐπιθυμεῖν ἀλλʼ ἑτέρου, εἶτʼ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι. ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπʼ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ; τί αὐτὸν προσαγορεύωμεν;</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> Θεάγης ὄνομα τούτῳ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλόν γε, ὦ Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ <milestone unit="section" resp="Stephanus" n="122e"/> ἱεροπρεπές. εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> τοὺς ἐπιστήμονας ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἐμέ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="123"><p><said who="#Σωκράτης"><milestone n="123" unit="page"/><milestone unit="section" resp="Stephanus" n="123a"/><label>ΣΩ.</label> ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶδεν καὶ οὗτος, ὦ Σώκρατες—ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα—ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα
<milestone unit="section" resp="Stephanus" n="123b"/>ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· <q>ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο;</q> τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="123c"/><label>ΣΩ.</label> εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶμαι ἔγωγε ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> καὶ τὸ ὄνομα ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἔστιν; εἰπέ.</said></p><p><said who="#Θεάγης"><milestone unit="section" resp="Stephanus" n="123d"/><label>ΘΕ.</label> τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ σοφία;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> αὕτη μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος <milestone unit="section" resp="Stephanus" n="123e"/> ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν ᾗ τῶν καμνόντων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μουσικὴ γὰρ αὕτη γε;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γυμναστικὴ γὰρ αὕτη γε;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="124"><p><said who="#Θεάγης"><milestone n="124" unit="page"/><milestone unit="section" resp="Stephanus" n="124a"/><label>ΘΕ.</label> ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124b"/><label>ΣΩ.</label> οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124c"/><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔκ, ἀλλὰ τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;</said></p><p><said who="#Θεάγης"><milestone unit="section" resp="Stephanus" n="124d"/><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124e"/><label>ΣΩ.</label> ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="125"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι <milestone n="125" unit="page"/><milestone unit="section" resp="Stephanus" n="125a"/> ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς <del>διδασκάλου</del> τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;</said></p><p><said who="#Δημόδοκος"><milestone unit="section" resp="Stephanus" n="125b"/><label>ΔΗ.</label> ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> πυνθάνου δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν—<quote type="verse"><l met="iambic">σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·</l></quote><bibl>Soph. Fr. 14.1</bibl>εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· <q>ὦ Εὐριπίδη, τῶν τί <milestone unit="section" resp="Stephanus" n="125c"/> σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους;</q> ὥσπερ ἂν εἰ εἰπόντα—<quote type="verse"><l met="iambic">σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,</l></quote>ἠρόμεθα <q>τῶν τί σοφῶν;</q> τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔκ, ἀλλὰ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ εἰ εἶπε—<quote type="verse"><l met="iambic">σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,</l></quote>εἰ ἠρόμεθα· <q>τῶν τί σοφῶν;</q> τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ—<quote type="verse"><l met="iambic">σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ</l></quote>εἶπεν, εἰ ἠρόμεθα· <q>τῶν τί σοφῶν;</q> ἆρα οὐκ ἂν τῶν <milestone unit="section" resp="Stephanus" n="125d"/> παλαίειν ἔφη;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ εἶπε—<quote type="verse"><l met="iambic">σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,</l></quote><bibl>Soph. Frag. 14.1</bibl>ἡμῶν ἐρωτώντων· <q>τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη;</q> τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ βούλει ἐγώ σοι εἴπω;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> εἰ σὺ βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς <milestone unit="section" resp="Stephanus" n="125e"/> ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ <q>ἐπίσταται τυραννικά,</q> ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="126"><p><said who="#Θεάγης"><label>ΘΕ.</label> εὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι, <milestone n="126" unit="page"/><milestone unit="section" resp="Stephanus" n="126a"/> μάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων· καὶ σύ γʼ ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι—ἔτι δέ γε ἴσως μᾶλλον θεὸς γενέσθαι—ἀλλʼ οὐ τούτου ἔλεγον ἐπιθυμεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς; οὐ τῶν πολιτῶν φῂς ἄρχειν ἐπιθυμεῖν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὐ βίᾳ γε οὐδʼ ὥσπερ οἱ τύραννοι ἀλλʼ ἑκόντων, ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει ἐλλόγιμοι ἄνδρες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> νὴ Δία τούτους λέγω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς <milestone unit="section" resp="Stephanus" n="126b"/> γενέσθαι; παρὰ τίνας ἂν ἀφικόμενος ᾠήθης δεινὸς ἔσεσθαι ἱππεύς; ἦ παρʼ ἄλλους τινὰς ἢ τοὺς ἱππικούς;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> μὰ Δία οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ παρʼ αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ ἀλλοτρίοις πολλοῖς.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> δῆλον ὅτι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ εἰ τὰ ἀκοντιστικὰ σοφὸς ἐβούλου γενέσθαι; οὐ παρὰ τοὺς ἀκοντιστικοὺς ᾤου ἂν ἐλθὼν σοφὸς ἔσεσθαι τούτους, οἷς ἔστιν τε ἀκόντια καὶ πολλοῖς καὶ ἀλλοτρίοις καὶ <milestone unit="section" resp="Stephanus" n="126c"/> οἰκείοις ἑκάστοτε χρῶνται ἀκοντίοις;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι· ἐπεὶ δὲ δὴ τὰ πολιτικὰ βούλει σοφὸς γενέσθαι, οἴει παρʼ ἄλλους τινὰς ἀφικόμενος σοφὸς ἔσεσθαι ἢ τοὺς πολιτικοὺς τούτους, τοὺς αὐτούς τε δεινοὺς ὄντας τὰ πολιτικὰ καὶ χρωμένους ἑκάστοτε τῇ τε αὑτῶν πόλει καὶ ἄλλαις πολλαῖς, καὶ Ἑλληνίσιν προσομιλοῦντας πόλεσιν καὶ βαρβάροις; ἢ δοκεῖς ἄλλοις τισὶν συγγενόμενος σοφὸς ἔσεσθαι ταῦτα ἅπερ οὗτοι, ἀλλʼ οὐκ αὐτοῖς τούτοις;</said></p><p><said who="#Θεάγης"><milestone unit="section" resp="Stephanus" n="126d"/><label>ΘΕ.</label> ἀκήκοα γάρ, ὦ Σώκρατες, οὕς σέ φασιν λέγειν τοὺς λόγους, ὅτι τούτων τῶν πολιτικῶν ἀνδρῶν οἱ ὑεῖς οὐδὲν βελτίους εἰσὶν ἢ οἱ τῶν σκυτοτόμων· καί μοι δοκεῖς ἀληθέστατα λέγειν ἐξ ὧν ἐγὼ δύναμαι αἰσθέσθαι. ἀνόητος ἂν οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι οἷός τʼ ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἄν, ὦ βέλτιστε ἀνδρῶν, χρήσαιο σαυτῷ, εἴ σοι ἐπειδὴ γένοιτο ὑὸς τοιαῦτα πράγματα παρέχοι, καὶ φαίη <milestone unit="section" resp="Stephanus" n="126e"/> μὲν ἂν ἐπιθυμεῖν ἀγαθὸς γενέσθαι ζωγράφος, καὶ μέμφοιτο σοὶ τῷ πατρὶ ὅτι οὐκ ἐθέλεις ἀναλίσκειν εἰς αὐτὸν τούτων αὐτῶν ἕνεκα ἀργύριον, τοὺς δὲ δημιουργοὺς αὐτοῦ τούτου, τοὺς ζωγράφους, ἀτιμάζοι τε καὶ μὴ βούλοιτο παρʼ αὐτῶν μανθάνειν; ἢ τοὺς αὐλητάς, βουλόμενος αὐλητὴς γενέσθαι, ἢ τοὺς κιθαριστάς; ἔχοις ἂν αὐτῷ ὅτι χρῷο καὶ ὅποι πέμποις ἄλλοσε μὴ ἐθέλοντα παρὰ τούτων μανθάνειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> μὰ Δία οὐκ ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="127"><p><said who="#Σωκράτης"><milestone n="127" unit="page"/><milestone unit="section" resp="Stephanus" n="127a"/><label>ΣΩ.</label> νῦν οὖν ταὐτὰ ταῦτα αὐτὸς πρὸς τὸν πατέρα ποιῶν θαυμάζεις, καὶ μέμφῃ εἰ ἀπορεῖ ὅτι σοι χρήσηται καὶ ὅποι πέμποι; ἐπεὶ Ἀθηναίων γε τῶν καλῶν κἀγαθῶν τὰ πολιτικὰ ὅτῳ ἂν βούλῃ συστήσομέν σε, ὅς σοι προῖκα συνέσται· καὶ ἅμα μὲν ἀργύριον οὐκ ἀναλώσεις, ἅμα δὲ πολὺ μᾶλλον εὐδοκιμήσεις παρὰ τοῖς πολλοῖς ἀνθρώποις ἢ ἄλλῳ τῳ συνών.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> τί οὖν, ὦ Σώκρατες; οὐ καὶ σὺ τῶν καλῶν κἀγαθῶν εἰ ἀνδρῶν; εἰ γὰρ σύ μοι ἐθέλοις συνεῖναι, ἐξαρκεῖ καὶ οὐδένα ἄλλον ζητῶ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="127b"/><label>ΣΩ.</label> τί τοῦτο λέγεις, Θέαγες;</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> ὦ Σώκρατες, οὐ μέντοι κακῶς λέγει, καὶ ἅμα μὲν ἐμοὶ χαριῇ· ὡς ἐγὼ οὐκ ἔσθʼ ὅτι τούτου μεῖζον ἂν ἕρμαιον ἡγησαίμην, ἢ εἰ οὗτός τε ἀρέσκοιτο τῇ σῇ συνουσίᾳ καὶ σὺ ἐθέλοις τούτῳ συνεῖναι. καὶ μέντοι καὶ αἰσχύνομαι λέγειν ὡς σφόδρα βούλομαι. ἀλλʼ ἐγὼ ἀμφοτέρων ὑμῶν δέομαι, σέ τʼ ἐθέλειν τούτῳ συνεῖναι καὶ σὲ μὴ ζητεῖν ἄλλῳ μηδενὶ συγγενέσθαι ἢ Σωκράτει· καί με πολλῶν καὶ φοβερῶν ἀπαλλάξετε <milestone unit="section" resp="Stephanus" n="127c"/> φροντίδων. ὡς νῦν πάνυ φοβοῦμαι ὑπὲρ τούτου μή  τινι ἄλλῳ ἐντύχῃ οἵῳ τοῦτον διαφθεῖραι.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> μηκέτι νῦν, ὦ πάτερ, ὑπέρ γʼ ἐμοῦ φοβοῦ, εἴπερ οἷός τʼ εἶ πεῖσαι τοῦτον τὴν ἐμὴν συνουσίαν προσδέξασθαι.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> πάνυ καλῶς λέγεις. ὦ Σώκρατες, πρὸς σὲ δʼ ἂν ἤδη εἴη ὁ μετὰ τοῦτο λόγος· ἐγὼ γάρ σοι ἕτοιμός εἰμι, ὡς διὰ βραχέων εἰπεῖν, καὶ ἐμὲ καὶ τὰ ἐμὰ ὡς οἷόν τε οἰκειότατα παρέχειν, ὅτου ἂν δέῃ ἔμβραχυ, ἐὰν Θεάγη τουτονὶ <milestone unit="section" resp="Stephanus" n="127d"/> ἀσπάζῃ τε καὶ εὐεργετῇς ὅτι ἂν οἷός τε ᾖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Δημόδοκε, τὸ μὲν ἐσπουδακέναι σε οὐ θαυμάζω, εἴπερ οἴει ὑπʼ ἐμοῦ μάλιστʼ ἄν σοι τοῦτον ὠφεληθῆναι—οὐ γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ ὑπὲρ ὑέος αὑτοῦ ὅπως ὡς βέλτιστος ἔσται—ὁπόθεν δὲ ἔδοξέ σοι τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν ὑὸν οἷός τʼ εἴην ὠφελῆσαι πρὸς τὸ πολίτην ἀγαθὸν γενέσθαι ἢ σὺ αὐτός, καὶ ὁπόθεν οὗτος ᾠήθη ἐμὲ μᾶλλον ἢ σὲ αὐτὸν ὠφελήσειν, τοῦτο <milestone unit="section" resp="Stephanus" n="127e"/> πάνυ θαυμάζω. σὺ γὰρ πρῶτον μὲν πρεσβύτερος εἶ ἐμοῦ, ἔπειτα πολλὰς ἤδη ἀρχὰς καὶ τὰς μεγίστας Ἀθηναίοις ἦρξας, καὶ τιμᾷ ὑπὸ Ἀναγυρασίων τε τῶν δημοτῶν πολὺ μάλιστα καὶ ὑπὸ τῆς ἄλλης πόλεως οὐδενὸς ἧττον· ἐμοὶ δὲ τούτων οὐδὲν ἐνορᾷ οὐδέτερος ὑμῶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="128"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἔπειτα εἰ ἄρα τῆς μὲν τῶν πολιτικῶν ἀνδρῶν συνουσίας Θεάγης ὅδε καταφρονεῖ, ἄλλους δέ τινας ζητεῖ οἳ παιδεύειν ἐπαγγέλλονται οἷοί τε εἶναι νέους ἀνθρώπους, ἔστιν ἐνταῦθα καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας <milestone n="128" unit="page"/><milestone unit="section" resp="Stephanus" n="128a"/> ὁ Λεοντῖνος καὶ πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοί, οἳ οὕτω σοφοί εἰσιν ὥστε εἰς τὰς πόλεις ἰόντες πείθουσι τῶν νέων τοὺς γενναιοτάτους τε καὶ πλουσιωτάτους—οἷς ἔξεστιν τῶν πολιτῶν ᾧ ἂν βούλωνται προῖκα συνεῖναι— τούτους πείθουσιν ἀπολείποντας τὰς ἐκείνων συνουσίας αὐτοῖς συνεῖναι, προσκατατιθέντας ἀργύριον πάνυ πολὺ μισθόν, καὶ χάριν πρὸς τούτοις εἰδέναι. τούτων τινὰς εἰκὸς ἦν προαιρεῖσθαι καὶ τὸν ὑόν σου καὶ αὐτὸν σέ, ἐμὲ δʼ οὐκ <milestone unit="section" resp="Stephanus" n="128b"/> εἰκός· οὐδὲν γὰρ τούτων ἐπίσταμαι τῶν μακαρίων τε καὶ καλῶν μαθημάτων—ἐπεὶ ἐβουλόμην ἄν—ἀλλὰ καὶ λέγω δήπου ἀεὶ ὅτι ἐγὼ τυγχάνω ὡς ἔπος εἰπεῖν οὐδὲν ἐπιστάμενος πλήν γε σμικροῦ τινος μαθήματος, τῶν ἐρωτικῶν. τοῦτο μέντοι τὸ μάθημα παρʼ ὁντινοῦν ποιοῦμαι δεινὸς εἶναι καὶ τῶν προγεγονότων ἀνθρώπων καὶ τῶν νῦν.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ὁρᾷς, ὦ πάτερ; ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ <del>τι</del> ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν—ἐπεὶ τό γʼ ἐμὸν ἕτοιμον,
<milestone unit="section" resp="Stephanus" n="128c"/>ἐὰν οὗτος ἐθέλῃ—ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει. ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγῳ πρεσβυτέρων οἳ πρὶν μὲν τούτῳ συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ συνεγένοντο τούτῳ, ἐν πάνυ ὀλίγῳ χρόνῳ πάντων βελτίους φαίνονται ὧν πρότερον χείρους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ οἷός τʼ ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="128d"/><label>ΣΩ.</label> οὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτʼ ἔστιν, ἐγὼ δέ σοι φράσω. ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον. ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε· καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀποτρέπει καὶ οὐκ ἐᾷ πράττειν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν <milestone unit="section" resp="Stephanus" n="128e"/> γενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνακοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή, καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι <q>λέγοντός σου μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου· ἀλλὰ μὴ ἄσκει.</q> <q>ἴσως,</q> ἔφη, <q>σημαίνει σοι ὅτι οὐ νικήσω· ἐγὼ δὲ κἂν μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφεληθήσομαι.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="129"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 	ταῦτα εἰπὼν ἤσκει· ἄξιον οὖν πυθέσθαι αὐτοῦ <milestone n="129" unit="page"/><milestone unit="section" resp="Stephanus" n="129a"/> ἃ αὐτῷ συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως. εἰ δὲ βούλεσθε, τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῷ Τίμαρχος ἡνίκα ἀποθανούμενος ᾔει <sic>εὐθὺ τοῦ δαιμονίου</sic>, ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπεδέξατο φεύγοντα· ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῷ ταυτί.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> τί;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ὦ Κλειτόμαχε,</q> ἔφη, <q>ἐγὼ μέντοι ἔρχομαι ἀποθανούμενος νυνί, διότι Σωκράτει οὐκ ἤθελον πείθεσθαι.</q> τί δὴ οὖν ποτε τοῦτο εἶπεν ὁ Τίμαρχος; ἐγὼ φράσω. ὅτε <milestone unit="section" resp="Stephanus" n="129b"/> ἀνίστατο ἐκ τοῦ συμποσίου ὁ Τίμαρχος καὶ Φιλήμων ὁ Φιλημονίδου ἀποκτενοῦντες Νικίαν τὸν Ἡροσκαμάνδρου, ἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν, ὁ δὲ Τίμαρχος ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν, <q>τί λέγεις,</q> ἔφη, <q>ὦ Σώκρατες; ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι· ἥξω δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω.</q> καί μοι ἐγένετο ἡ φωνή, καὶ εἶπον πρὸς αὐτόν, <q>μηδαμῶς,</q> ἔφην, <q>ἀναστῇς· γέγονε γάρ μοι τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.</q> καὶ ὃς ἐπέσχε. <milestone unit="section" resp="Stephanus" n="129c"/> καὶ διαλιπὼν χρόνον αὖθις ὡρμᾶτο ἰέναι, καὶ ἔφη· <q>εἶμι δή, Σώκρατες.</q> αὖθις ἐγένετο ἡ φωνή· αὖθις οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν. τὸ τρίτον, βουλόμενός με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα· καὶ οὕτως ᾤχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ᾔει ἀποθανούμενος. ὅθεν δὴ τοῦτο εἶπεν πρὸς τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἴοι ἀποθανούμενος διὰ τὸ ἐμοὶ ἀπιστῆσαι. ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίᾳ <milestone unit="section" resp="Stephanus" n="129d"/> πολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆς διαφθορᾶς τοῦ στρατοπέδου. καὶ τὰ μὲν παρεληλυθότα τῶν εἰδότων ἔστιν ἀκοῦσαι· πεῖραν δʼ ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα τὶ λέγει. ἐπὶ γὰρ τῇ ἐπὶ στρατείαν ἐξορμῇ Σαννίωνος τοῦ καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλλου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας. ἐγὼ οὖν οἴομαι ἐκεῖνον ἢ ἀποθανεῖσθαι ἢ ὁμοῦ τι τούτῳ γʼ ἐλᾶν, καὶ περί γε τῆς στρατιᾶς τῆς ἄλλης πάνυ φοβοῦμαι. <milestone unit="section" resp="Stephanus" n="129e"/> <milestone unit="para" ed="P"/>ταῦτα δὴ πάντα εἴρηκά σοι, ὅτι ἡ δύναμις αὕτη τοῦ δαιμονίου τούτου καὶ εἰς τὰς συνουσίας τῶν μετʼ ἐμοῦ συνδιατριβόντων τὸ ἅπαν δύναται. πολλοῖς μὲν γὰρ ἐναντιοῦται, καὶ οὐκ ἔστι τούτοις ὠφεληθῆναι μετʼ ἐμοῦ διατρίβουσιν, ὥστε οὐχ οἷόν τέ μοι τούτοις συνδιατρίβειν· πολλοῖς δὲ συνεῖναι μὲν οὐ διακωλύει, ὠφελοῦνται δὲ οὐδὲν συνόντες. οἷς δʼ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις, οὗτοί εἰσιν ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="130"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> καὶ τούτων αὖ τῶν ἐπιδιδόντων 
<milestone n="130" unit="page"/><milestone unit="section" resp="Stephanus" n="130a"/> οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν  ὠφελίαν· πολλοὶ δέ, ὅσον ἂν μετʼ ἐμοῦ χρόνον ὦσιν, θαυμάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν διαφέρουσιν ὁτουοῦν. τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου. διατρίβων γὰρ μετʼ ἐμοῦ πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγῳ χρόνῳ· ἔπειτα αὐτῷ στρατεία τις ἐγένετο καὶ ᾤχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετʼ ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θουκυδίδου. 
<milestone unit="section" resp="Stephanus" n="130b"/> ὁ δὲ Θουκυδίδης τῇ προτεραίᾳ μοι διʼ ἀπεχθείας  ἐν λόγοις τισὶν ἐγεγόνει· ἰδὼν οὖν με ὁ Ἀριστείδης, ἐπειδὴ ἠσπάσατό τε καὶ τἆλλα διελέχθη, <q>Θουκυδίδην δέ,</q> ἔφη, <q>ἀκούω, ὦ Σώκρατες, σεμνύνεσθαι ἄττα πρός σε καὶ χαλεπαίνειν ὡς τὶ ὄντα.</q> <q>ἔστι γάρ,</q> ἔφην ἐγώ, <q>οὕτως.</q> <q>τί δέ, οὐκ οἶδεν,</q> ἔφη, <q>πρὶν σοὶ συγγενέσθαι οἷον ἦν τὸ ἀνδράποδον;</q> <q>οὐκ ἔοικέν γε,</q> ἔφην ἐγώ, <q>νὴ τοὺς θεούς.</q> <q>ἀλλὰ μὴν καὶ αὐτός γε,</q> ἔφη, <q>καταγελάστως 
<milestone unit="section" resp="Stephanus" n="130c"/> ἔχω, ὦ Σώκρατες.</q> <q>τί μάλιστα;</q> ἔφην ἐγώ. <q>ὅτι,</q> ἔφη, <q>πρὶν μὲν ἐκπλεῖν, ὁτῳοῦν ἀνθρώπῳ οἷός τʼ ἦ διαλέγεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων, νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαιδευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῇ ἐμαυτοῦ φαυλότητι.</q> <q>πότερον δέ,</q> ἦν δʼ ἐγώ, <q>ἐξαίφνης σε προύλιπεν αὕτη ἡ δύναμις ἢ κατὰ σμικρόν;</q> <q>κατὰ σμικρόν,</q> ἦ δʼ ὅς. 
<milestone unit="section" resp="Stephanus" n="130d"/> <q>ἡνίκα δέ σοι παρεγένετο,</q> ἦν δʼ ἐγώ, <q>πότερον μαθόντι παρʼ ἐμοῦ τι παρεγένετο ἤ τινι ἄλλῳ τρόπῳ;</q> <q>ἐγώ σοι ἐρῶ,</q> ἔφη, <q>ὦ Σώκρατες, ἄπιστον μὲν νὴ τοὺς θεούς, ἀληθὲς δέ. ἐγὼ γὰρ ἔμαθον μὲν παρά σου οὐδὲν πώποτε, ὡς αὐτὸς οἶσθα· ἐπεδίδουν δὲ ὁπότε σοι συνείην, κἂν εἰ ἐν τῇ αὐτῇ μόνον οἰκίᾳ εἴην, μὴ ἐν τῷ αὐτῷ δὲ οἰκήματι, μᾶλλον δὲ ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι, καὶ ἔμοιγε ἐδόκουν πολὺ μᾶλλον ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι ὢν λέγοντός σου βλέποιμι πρὸς 
<milestone unit="section" resp="Stephanus" n="130e"/> σέ, μᾶλλον ἢ ὁπότε ἄλλοσε ὁρῴην, πολὺ δὲ μάλιστα καὶ πλεῖστον ἐπεδίδουν ὁπότε παρʼ αὐτόν σε καθοίμην ἐχόμενός σου καὶ ἁπτόμενος· νῦν δέ,</q> ἦ δʼ ὅς, <q>πᾶσα ἐκείνη ἡ ἕξις ἐξερρύηκε.</q><milestone unit="para" ed="P"/>ἔστιν οὖν, ὦ Θέαγες, τοιαύτη ἡ ἡμετέρα συνουσία· ἐὰν μὲν τῷ θεῷ φίλον ᾖ, πάνυ πολὺ ἐπιδώσεις καὶ ταχύ, εἰ δὲ μή, οὔ. ὅρα οὖν μή σοι ἀσφαλέστερον ᾖ παρʼ ἐκείνων τινὶ παιδεύεσθαι οἳ ἐγκρατεῖς αὐτοί εἰσιν τῆς ὠφελίας ἣν ὠφελοῦσιν τοὺς ἀνθρώπους μᾶλλον ἢ παρʼ ἐμοῦ ὅτι ἂν τύχῃ τοῦτο πρᾶξαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="131"><p><said who="#Θεάγης"><milestone n="131" unit="page"/><milestone unit="section" resp="Stephanus" n="131a"/><label>ΘΕ.</label> ἐμοὶ μὲν τοίνυν δοκεῖ, ὦ Σώκρατες, ἡμᾶς οὑτωσὶ ποιῆσαι, ἀποπειραθῆναι τοῦ δαιμονίου τούτου συνόντας ἀλλήλοις. καὶ ἐὰν μὲν παρείκῃ ἡμῖν, ταῦτα βέλτιστα· εἰ δὲ μή, τότε ἤδη παραχρῆμα βουλευσόμεθα ὅτι δράσομεν, εἴτε ἄλλῳ συνεσόμεθα, εἴτε καὶ αὐτὸ τὸ θεῖον τὸ σοὶ γιγνόμενον πειρασόμεθα παραμυθεῖσθαι εὐχαῖσί τε καὶ θυσίαις καὶ ἄλλῳ ὅτῳ ἂν οἱ μάντεις ἐξηγῶνται.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> μηκέτι πρὸς ταῦτα ἀντείπῃς, ὦ Σώκρατες, τῷ μειρακίῳ· εὖ γὰρ λέγει Θεάγης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν, οὕτω ποιῶμεν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>