<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2:126-130</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2:126-130</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="126"><p><said who="#Ἀλκιβιάδης"><milestone n="126" unit="page"/><milestone unit="section" resp="Stephanus" n="126a"/><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις. τί δέ; ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;
                            ὥσπερ ἂν εἰ σύ με ἔροιο· <q>ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται
                            τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;</q> εἴποιμʼ ἂν ὅτι ὑγιείας μὲν
                            παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="126b"/><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἴ μʼ αὖ ἔροιο· <q>τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα;</q>
                            ὡσαύτως εἴποιμʼ ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ
                            ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ
                            ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε
                            γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="126c"/><label>ΑΛ.</label> ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους,
                            τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὁμόνοιαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ τίνʼ οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> διὰ τὴν ἀριθμητικήν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ 
<milestone unit="section" resp="Stephanus" n="126d"/>
             περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον; οὐ διὰ τὴν
                            μετρητικήν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; περὶ σταθμοῦ οὐχ ὡσαύτως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη
                            παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν
                            καὶ πρὸς ἄλλον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκός γέ τοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ἔστι; μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ 
<milestone unit="section" resp="Stephanus" n="126e"/> προθυμοῦ εἰπεῖν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν
                            ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι
                            ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε δεῖ οὐδέν· γυναικεῖον γὰρ τοῦτό γε μάθημα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="127"><p><said who="#Σωκράτης"><milestone n="127" unit="page"/><milestone unit="section" resp="Stephanus" n="127a"/><label>ΣΩ.</label> τί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτʼ ἂν ὁμονοεῖν μὴ μαθοῦσα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν
                            λόγον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.</said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="127b"/><label>ΑΛ.</label> οὐκ ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι
                            πράττωσιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οἶμαι ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς
                            πόλεις, ἄλλως δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτʼ αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν
                            ἑκάτεροι πράττουσιν. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="127c"/><label>ΣΩ.</label> οὐκ ἄρτι γε· νῦν δὲ πῶς αὖ λέγεις; ὁμονοίας μὴ ἐγγιγνομένης φιλία
                            ἐγγίγνεται; ἢ οἷόν θʼ ὁμόνοιαν ἐγγίγνεσθαι <del>περὶ τούτων</del> ὧν οἱ
                            μὲν ἴσασι περὶ τούτων, οἱ δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀδύνατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δίκαια· πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται
                            πρὸς ἀλλήλους;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="127d"/><label>ΣΩ.</label> τίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε
                            εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν; οὐ γὰρ δύναμαι μαθεῖν οὔθʼ
                            ἥτις οὔτʼ ἐν οἷστισιν· τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ
                            δʼ οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδʼ αὐτὸς οἶδʼ ὅτι λέγω, κινδυνεύω δὲ
                            καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ χρὴ θαρρεῖν. εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς 
<milestone unit="section" resp="Stephanus" n="127e"/>
             πεντηκονταετής, χαλεπὸν ἂν ἦν σοι
                            ἐπιμεληθῆναι σαυτοῦ· νῦν δʼ ἣν ἔχεις ἡλικίαν, αὕτη ἐστὶν ἐν ᾗ δεῖ αὐτὸ
                            αἰσθέσθαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνεσθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη· καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς
                            θέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βέλτιον
                            σχήσομεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="128"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι—μὴ πολλάκις 
    
    <milestone n="128" unit="page"/><milestone unit="section" resp="Stephanus" n="128a"/>
            λάθωμεν οὐχ
                            ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ —καὶ πότʼ ἄρα αὐτὸ ποιεῖ
                            ἅνθρωπος; ἆρʼ ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐμοὶ γοῦν δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται; ἆρʼ ὅταν ἐκείνων ἐπιμελῆται ἅ
                            ἐστι τῶν ποδῶν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μανθάνω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλεῖς δέ τι χειρός; οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου
                            φαίης ἢ δακτύλου;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><add><said who="#Σωκράτης"><milestone unit="para" ed="P"/><label>ΣΩ.</label> καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως;</said></add></p><p><add><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="128b"/><label>ΑΛ.</label> ναί.</said></add></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ πάνυ μανθάνω, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> σκυτική.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα;</said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="128c"/><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ ποδὸς σκυτικῇ; ἢ ἐκείνῃ ᾗ πόδας βελτίους ποιοῦμεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐκείνῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βελτίους δὲ πόδας οὐχ ᾗπερ καὶ τὸ ἄλλο σῶμα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αὕτη δʼ οὐ γυμναστική;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γυμναστικῇ μὲν ἄρα ποδὸς ἐπιμελούμεθα, σκυτικῇ δὲ τῶν τοῦ ποδός;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γυμναστικῇ μὲν χειρῶν, δακτυλιογλυφίᾳ δὲ τῶν τῆς χειρός;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γυμναστικῇ μὲν σώματος, ὑφαντικῇ δὲ καὶ ταῖς 
<milestone unit="section" resp="Stephanus" n="128d"/> ἄλλαις τῶν τοῦ σώματος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν
                            αὑτοῦ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, ποίᾳ ποτʼ ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔχω λέγειν. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="128e"/><label>ΣΩ.</label> ἀλλὰ τοσόνδε γε ὡμολόγηται, ὅτι οὐχ ᾗ ἂν τῶν ἡμετέρων καὶ ὁτιοῦν βέλτιον
                            ποιοῖμεν, ἀλλʼ ᾗ ἡμᾶς αὐτούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη ὑπόδημα βέλτιον ποιεῖ, μὴ εἰδότες
                            ὑπόδημα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀδύνατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε τίς τέχνη δακτυλίους βελτίους ποιεῖ, ἀγνοοῦντες δακτύλιον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τίς τέχνη βελτίω ποιεῖ αὐτόν, ἆρʼ ἄν ποτε γνοῖμεν ἀγνοοῦντες τί
                            ποτʼ ἐσμὲν αὐτοί;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="129"><p><said who="#Ἀλκιβιάδης"><milestone n="129" unit="page"/><milestone unit="section" resp="Stephanus" n="129a"/><label>ΑΛ.</label> ἀδύνατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ
                            τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ
                            παγχάλεπον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδʼ ἔχει·
                            γνόντες μὲν αὐτὸ τάχʼ ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες
                            δὲ οὐκ ἄν ποτε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔστι ταῦτα. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="129b"/><label>ΣΩ.</label> φέρε δή, τίνʼ ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό; οὕτω μὲν γὰρ ἂν τάχʼ
                            εὕροιμεν τί ποτʼ ἐσμὲν αὐτοί, τούτου δʼ ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί
                            που.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε οὖν πρὸς Διός. τῷ διαλέγῃ σὺ νῦν; ἄλλο τι ἢ ἐμοί;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἐγὼ σοί;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Σωκράτης ἄρʼ ἐστὶν ὁ διαλεγόμενος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἀλκιβιάδης δʼ ὁ ἀκούων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="129c"/><label>ΑΛ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο
                            ἂν εἴη;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="129d"/><label>ΣΩ.</label> τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον
                            εἶναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> καὶ χερσίν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χρῆται ἄρα καὶ ταύταις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ 
         
<milestone unit="section" resp="Stephanus" n="129e"/>
            ὀφθαλμῶν οἷς ἐργάζονται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτερον δʼ ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί ποτʼ οὖν ὁ ἄνθρωπος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔχω λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="130"><p><said who="#Σωκράτης"><milestone n="130" unit="page"/><milestone unit="section" resp="Stephanus" n="130a"/><label>ΣΩ.</label> ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἄλλο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄρχουσα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τόδε γʼ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τίνων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι;
                                </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="130b"/><label>ΑΛ.</label> ὡμολογήσαμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο
                            ἄνθρωπος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἴσως δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάντων γε ἥκιστα· μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ
                            συναμφότερον ἄρχειν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὀρθῶς. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="130c"/><label>ΣΩ.</label> ἐπειδὴ δʼ οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ
                            μηδὲν αὔτʼ εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ
                            ψυχήν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μὰ Δία, ἀλλʼ ἱκανῶς μοι δοκεῖ ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν· ἀκριβῶς μὲν γὰρ τότε
        εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ
         
<milestone unit="section" resp="Stephanus" n="130d"/>
             παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί τοῦτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃ ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ
                            τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ
                            που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς
                            λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="130e"/><label>ΑΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτʼ ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ
                            διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς
                            τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ἡ ψυχή.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>