<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2:106-110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2:106-110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="106"><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πολύ γέ μοι, ὦ Σώκρατες, νῦν ἀτοπώτερος αὖ φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ
                            ὅτε σιγῶν εἵπου· καίτοι σφόδρα γε ἦσθʼ ἰδεῖν καὶ τότε τοιοῦτος. εἰ μὲν
                            οὖν ἐγὼ ταῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε, διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν
                            μοι ἔσται πλέον πρὸς τὸ πείθειν σε. εἶεν· εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα
                            διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο; ἔχεις
                            λέγειν; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="106b"/><label>ΣΩ.</label> ἆρʼ ἐρωτᾷς εἴ τινʼ ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι; οὐ
                            γάρ ἐστι τοιοῦτον τὸ ἐμόν· ἀλλʼ ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τʼ
                            ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ
                            ὑπηρετῆσαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ εἴ γε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα, ἐθέλω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώμενα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ χαλεπόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνου δή.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> Ἐρώτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ, ἅ φημί σε 
                            <milestone unit="section" resp="Stephanus" n="106c"/> διανοεῖσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔστω, εἰ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅτι καὶ ἐρεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις ἐντὸς
                            οὐ πολλοῦ χρόνου· εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα λαβόμενος
                            ἐροίμην· <q>ὦ Ἀλκιβιάδη, ἐπειδὴ περὶ τίνος Ἀθηναῖοι διανοοῦνται
                            βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων; ἆρʼ ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι
                            βέλτιον ἢ οὗτοι;</q> τί ἂν ἀποκρίναιο; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="106d"/><label>ΑΛ.</label> εἴποιμʼ ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ ὧν ἄρʼ εἰδὼς τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ταῦτα μόνον οἶσθα, ἃ παρʼ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ποῖα γὰρ ἄλλα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξηῦρες μήτε μανθάνειν ἐθέλων μήτʼ
                            αὐτὸς ζητεῖν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="106e"/><label>ΣΩ.</label> ἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα· εἰ δέ τι ἐμὲ λέληθεν,
                            εἰπέ. ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν
                            καὶ παλαίειν· οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. ταῦτʼ ἐστὶν ἃ σὺ
                            ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας· οἶμαι δέ γε, οὔτε νύκτωρ
                            οὔτε μεθʼ ἡμέραν ἐξιὼν ἔνδοθεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="107"><p><said who="#Σωκράτης"><milestone n="107" unit="page"/><milestone unit="section" resp="Stephanus" n="107a"/><label>ΣΩ.</label> πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς
                            γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="107b"/><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ
                            ἀγεννής.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις
                            ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, 
                  <milestone unit="section" resp="Stephanus" n="107c"/>
                  πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν
                            σύμβουλον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκότως γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς
                            ἀναστήσῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς
                            ναυπηγεῖσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. τοῦτʼ αἴτιον ἢ ἄλλο τι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔκ, ἀλλὰ τοῦτο. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="107d"/><label>ΣΩ.</label> ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως
                            πραγμάτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν
                            πολεμεῖν καὶ τίνα τρόπον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χρὴ δʼ οὐχ οἷς βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="107e"/><label>ΣΩ.</label> καὶ τόθʼ ὁπότε βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν
                            ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ
                            παιδοτρίβης;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὁ παιδοτρίβης δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν πρὸς τί <add>ἂν</add> βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς
                            δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον; λέγω δὲ τὸ
                            τοιόνδε· ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="108"><p><said who="#Σωκράτης"><milestone n="108" unit="page"/><milestone unit="section" resp="Stephanus" n="108a"/><label>ΣΩ.</label> ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τοσαῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τότε ὅτε ἄμεινον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν καὶ ᾁδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δεῖ γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τότε ὁπότε βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τοσαῦθʼ ὅσα βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπʼ ἀμφοτέροις, 
        
<milestone unit="section" resp="Stephanus" n="108b"/>
        τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ
                            προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ
                            παλαίειν καλῶ γυμναστικόν· σὺ δʼ ἐκεῖνο τί καλεῖς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἐννοῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς
                            ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον· ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δʼ οὔ; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="108c"/><label>ΣΩ.</label> ἐγὼ δʼ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶπες γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καλῶς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δὴ καὶ σύ—πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς
                            διαλέγεσθαι—εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾁδειν
                            καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται; οὔπω δύνασαι εἰπεῖν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ὧδε πειρῶ· τίνες αἱ θεαὶ ὧν ἡ τέχνη;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τὰς μούσας, ὦ Σώκρατες, λέγεις; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="108d"/><label>ΣΩ.</label> ἔγωγε. ὅρα δή· τίνα ἀπʼ αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μουσικήν μοι δοκεῖς λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω γάρ. τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν; ὥσπερ ἐκεῖ ἐγώ
                            σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν
                            οὕτως ἐνταῦθα τί φῄς; πῶς γίγνεσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μουσικῶς μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις. ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην
                            ἄγειν, τοῦτο τὸ βέλτιον τί  
                           <milestone unit="section" resp="Stephanus" n="108e"/>
                            ὀνομάζεις; ὥσπερ ἐκεῖ ἐφʼ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον
                            καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ
                            βέλτιον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐ πάνυ τι ἔχω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="109"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ
                            σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν
                            <q>τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη;</q> περὶ μὲν τούτων ἔχειν
                            εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ
                            οὗ 
                            <milestone n="109" unit="page"/><milestone unit="section" resp="Stephanus" n="109a"/>
                            προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς,
                            τούτου δʼ, ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ; ἢ
                            οὐκ αἰσχρὸν φανεῖται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν
                            ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα
                            ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109b"/><label>ΑΛ.</label> ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ
                            ὧδε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αὐτὸ τοῦτο.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς
                            ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109c"/><label>ΑΛ.</label> δεινὸν τοῦτό γε ἐρωτᾷς· εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ
                            δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ νόμιμον τοῦθʼ, ὡς ἔοικεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὸς ταῦτʼ ἄρα καὶ σὺ <del>τὸ δίκαιον</del> τοὺς λόγους ποιήσῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς
                            δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεταί γε. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="109d"/><label>ΣΩ.</label> πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι
                            τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε
                            διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; καὶ τίς ἐστιν οὗτος;
                            φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> σκώπτεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστʼ ἂν ἐπιορκήσαιμι· ἀλλʼ
                            εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109e"/><label>ΑΛ.</label> τί δʼ εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ
                            ἀδίκων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί, εἴ γε εὕροις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μάλα γε, εἰ ζητήσαις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶτα ζητῆσαι οὐκ ἂν οἴει με;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶτα οὐκ ἦν ὅτʼ εἶχον οὕτω;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="110"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις. ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον 
                   <milestone n="110" unit="page"/><milestone unit="section" resp="Stephanus" n="110a"/>
                   ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι; ἢ
                            ᾤου; καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ ᾤμην εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τρίτον δʼ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς εὖ οἶσθα; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="110b"/><label>ΣΩ.</label> πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε
                            ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν
                            δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου
                            τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ· ἢ οὐκ
                            ἀληθῆ λέγω;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δʼ εἰ τύχοις ἀγνοῶν εἴτʼ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ
                            ποιεῖν; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="110c"/><label>ΑΛ.</label> μὰ Δίʼ ἀλλʼ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε· καὶ ἠπιστάμην γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μὰ τὸν Δίʼ, ὦ Σώκρατες, οὔκουν ἔχω γʼ εἰπεῖν. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="110d"/><label>ΣΩ.</label> εὑρὼν μὲν ἄρʼ οὐκ οἶσθα αὐτά.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ πάνυ φαίνομαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθʼ ηὗρες μήτʼ ἔμαθες,
                            πῶς οἶσθα καὶ πόθεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς
                            ἐξευρών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ πῶς εἶχεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. παρὰ τοῦ; φράζε κἀμοί. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="110e"/><label>ΑΛ.</label> παρὰ τῶν πολλῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς
                            ἀναφέρων.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν
                            δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τʼ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ
                            πεττεύειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποῖα ταῦτα;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>