<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2:103-109</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2:103-109</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="103"><p><said who="#Σωκράτης"><milestone n="103" unit="page"/><milestone unit="section" resp="Stephanus" n="103a"/><label>ΣΩ.</label> ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου γενόμενος τῶν
                            ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι, καὶ ὅτι οἱ μὲν ἄλλοι διʼ ὄχλου
                            ἐγένοντό σοι διαλεγόμενοι, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖπον. τούτου
                            δὲ τὸ αἴτιον γέγονεν οὐκ ἀνθρώπειον, ἀλλά τι δαιμόνιον ἐναντίωμα, οὗ σὺ
                            τὴν δύναμιν καὶ ὕστερον πεύσῃ. νῦν δὲ 
        
<milestone unit="section" resp="Stephanus" n="103b"/>
             ἐπειδὴ οὐκέτι ἐναντιοῦται, οὕτω προσελήλυθα· εὔελπις δʼ εἰμὶ καὶ τὸ
                            λοιπὸν μὴ ἐναντιώσεσθαι αὐτό. σχεδὸν οὖν κατανενόηκα ἐν τούτῳ τῷ χρόνῳ
                            σκοπούμενος ὡς πρὸς τοὺς ἐραστὰς ἔσχες· πολλῶν γὰρ γενομένων καὶ
                            μεγαλοφρόνων οὐδεὶς ὃς οὐχ ὑπερβληθεὶς τῷ φρονήματι ὑπὸ σοῦ πέφευγεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="104"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="104" unit="page"/><milestone unit="section" resp="Stephanus" n="104a"/><label>ΣΩ.</label> 
          τὸν δὲ λόγον, ᾧ ὑπερπεφρόνηκας, ἐθέλω διελθεῖν. οὐδενὸς φῂς ἀνθρώπων
                            ἐνδεὴς εἶναι εἰς οὐδέν· τὰ γὰρ ὑπάρχοντά σοι μεγάλα εἶναι, ὥστε μηδενὸς
                            δεῖσθαι, ἀπὸ τοῦ σώματος ἀρξάμενα τελευτῶντα εἰς τὴν ψυχήν. οἴει γὰρ δὴ
                            εἶναι πρῶτον μὲν κάλλιστός τε καὶ μέγιστος—καὶ τοῦτο μὲν δὴ παντὶ
                            δῆλον ἰδεῖν ὅτι οὐ ψεύδῃ—ἔπειτα νεανικωτάτου γένους ἐν τῇ σεαυτοῦ
      <milestone unit="section" resp="Stephanus" n="104b"/> ἐνταῦθα πρὸς πατρός τέ σοι φίλους καὶ συγγενεῖς πλείστους
                            εἶναι καὶ ἀρίστους, οἳ εἴ τι δέοι ὑπηρετοῖεν ἄν σοι, τούτων δὲ τοὺς πρὸς
                            μητρὸς οὐδὲν χείρους οὐδʼ ἐλάττους. συμπάντων δὲ ὧν εἶπον μείζω οἴει σοι
                            δύναμιν ὑπάρχειν Περικλέα τὸν Ξανθίππου, ὃν ὁ πατὴρ ἐπίτροπον κατέλιπε
                            σοί τε καὶ τῷ ἀδελφῷ· ὃς οὐ μόνον ἐν τῇδε τῇ πόλει δύναται πράττειν ὅτι
                            ἂν βούληται, ἀλλʼ ἐν πάσῃ τῇ Ἑλλάδι καὶ τῶν βαρβάρων ἐν πολλοῖς καὶ
                            μεγάλοις γένεσιν. προσθήσω δὲ καὶ ὅτι τῶν 
        <milestone unit="section" resp="Stephanus" n="104c"/> πλουσίων· δοκεῖς δέ μοι ἐπὶ τούτῳ ἥκιστα μέγα φρονεῖν.
                            κατὰ πάντα δὴ ταῦτα σύ τε μεγαλαυχούμενος κεκράτηκας τῶν ἐραστῶν ἐκεῖνοί
                            τε ὑποδεέστεροι ὄντες ἐκρατήθησαν, καί σε ταῦτʼ οὐ λέληθεν· ὅθεν δὴ εὖ
                            οἶδα ὅτι θαυμάζεις τί διανοούμενός ποτε οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος, καὶ
                            ἥντινʼ ἔχων ἐλπίδα ὑπομένω τῶν ἄλλων πεφευγότων.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθʼ ὅτι σμικρόν <milestone unit="section" resp="Stephanus" n="104d"/>
 με ἔφθης. ἐγὼ γάρ τοι ἐν νῷ εἶχον πρότερός σοι προσελθὼν
                            αὐτὰ ταῦτʼ ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς
                            με, ἀεὶ ὅπου ἂν ὦ ἐπιμελέστατα παρών· τῷ ὄντι γὰρ θαυμάζω ὅτι ποτʼ ἐστὶ
                            τὸ σὸν πρᾶγμα, καὶ ἥδιστʼ ἂν πυθοίμην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀκούσῃ μὲν ἄρα μου, ὡς τὸ εἰκός, προθύμως, εἴπερ, ὡς φῄς, ἐπιθυμεῖς
                            εἰδέναι τί διανοοῦμαι, καὶ ὡς ἀκουσομένῳ καὶ περιμενοῦντι λέγω.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ μὲν οὖν· ἀλλὰ λέγε. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="104e"/><label>ΣΩ.</label> ὅρα δή· οὐ γάρ τοι εἴη ἂν θαυμαστὸν εἰ, ὥσπερ μόγις ἠρξάμην, οὕτω μόγις
                            καὶ παυσαίμην.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὠγαθὲ λέγε· ἀκούσομαι γάρ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="105"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λεκτέον ἂν εἴη. χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν
                            προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν. ἐγὼ
                            γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντα καὶ οἰόμενον
                            δεῖν ἐν τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς
              <milestone n="105" unit="page"/><milestone unit="section" resp="Stephanus" n="105a"/>
                            γε δὴ ἐμαυτὸν πείθω· νῦν δʼ ἕτερʼ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς
                            αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα. δοκεῖς
                            γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν· <q>ὦ Ἀλκιβιάδη, πότερον βούλει ζῆν
                            ἔχων ἃ νῦν ἔχεις, ἢ αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω
                            κτήσασθαι;</q> δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι· ἀλλὰ νῦν ἐπὶ τίνι δή
                            ποτε ἐλπίδι ζῇς, ἐγὼ φράσω. ἡγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων 
                            <milestone unit="section" resp="Stephanus" n="105b"/>
            δῆμον παρέλθῃς—τοῦτο δʼ ἔσεσθαι μάλα
                            ὀλίγων ἡμερῶν— παρελθὼν οὖν ἐνδείξεσθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ
                            τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτʼ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ
                            τοῦτʼ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἐν τῇ πόλει, ἐὰν δʼ ἐνθάδε
                            μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ
                            καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ. καὶ εἰ αὖ
                            σοι εἴποι ὁ αὐτὸς οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ,
                            <milestone unit="section" resp="Stephanus" n="105c"/> διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ
                            ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς
                            ἐθέλειν οὐδʼ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος
                            καὶ τῆς σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους· καὶ οἶμαί σε πλὴν
                            Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι. ὅτι μὲν οὖν
                            ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω. ἴσως ἂν οὖν εἴποις, ἅτε
                            εἰδὼς ὅτι ἀληθῆ λέγω, <q>τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτʼ ἐστί σοι πρὸς
                            <milestone unit="section" resp="Stephanus" n="105d"/> &gt;λόγον; <del>ὃν ἔφησθα ἐρεῖν,
                            διὸ ἐμοῦ οὐκ ἀπαλλάττῃ;</del></q> ἐγὼ δὲ σοί γε ἐρῶ, ὦ φίλε παῖ
                            Κλεινίου καὶ Δεινομάχης. τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος
                            ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατον· τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ
                            σὰ πράγματα καὶ εἰς σέ, διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν οὐκ ἐᾶν
                            διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει. ὥσπερ γὰρ σὺ ἐλπίδας
                            ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι <milestone unit="section" resp="Stephanus" n="105e"/> 
                            αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ <del>ὅτι</del> οὐδὲν ὅτι οὐ
                            παραυτίκα δυνήσεσθαι, οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέγιστον δυνήσεσθαι
                            ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι καὶ οὔτε ἐπίτροπος οὔτε συγγενὴς
                            οὔτʼ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ,
                            μετὰ τοῦ θεοῦ μέντοι. νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος
                            γέμειν, ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην
                            <milestone n="106" unit="page"/><milestone unit="section" resp="Stephanus" n="106a"/>
                             διαλεγοίμην. νῦν δʼ ἐφῆκεν· νῦν γὰρ ἄν μου ἀκούσαις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="106"><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πολύ γέ μοι, ὦ Σώκρατες, νῦν ἀτοπώτερος αὖ φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ
                            ὅτε σιγῶν εἵπου· καίτοι σφόδρα γε ἦσθʼ ἰδεῖν καὶ τότε τοιοῦτος. εἰ μὲν
                            οὖν ἐγὼ ταῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε, διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν
                            μοι ἔσται πλέον πρὸς τὸ πείθειν σε. εἶεν· εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα
                            διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο; ἔχεις
                            λέγειν; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="106b"/><label>ΣΩ.</label> ἆρʼ ἐρωτᾷς εἴ τινʼ ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι; οὐ
                            γάρ ἐστι τοιοῦτον τὸ ἐμόν· ἀλλʼ ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τʼ
                            ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ
                            ὑπηρετῆσαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ εἴ γε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα, ἐθέλω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώμενα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ χαλεπόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνου δή.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> Ἐρώτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ, ἅ φημί σε 
                            <milestone unit="section" resp="Stephanus" n="106c"/> διανοεῖσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔστω, εἰ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅτι καὶ ἐρεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις ἐντὸς
                            οὐ πολλοῦ χρόνου· εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα λαβόμενος
                            ἐροίμην· <q>ὦ Ἀλκιβιάδη, ἐπειδὴ περὶ τίνος Ἀθηναῖοι διανοοῦνται
                            βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων; ἆρʼ ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι
                            βέλτιον ἢ οὗτοι;</q> τί ἂν ἀποκρίναιο; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="106d"/><label>ΑΛ.</label> εἴποιμʼ ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ ὧν ἄρʼ εἰδὼς τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ταῦτα μόνον οἶσθα, ἃ παρʼ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ποῖα γὰρ ἄλλα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξηῦρες μήτε μανθάνειν ἐθέλων μήτʼ
                            αὐτὸς ζητεῖν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="106e"/><label>ΣΩ.</label> ἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα· εἰ δέ τι ἐμὲ λέληθεν,
                            εἰπέ. ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν
                            καὶ παλαίειν· οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. ταῦτʼ ἐστὶν ἃ σὺ
                            ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας· οἶμαι δέ γε, οὔτε νύκτωρ
                            οὔτε μεθʼ ἡμέραν ἐξιὼν ἔνδοθεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="107"><p><said who="#Σωκράτης"><milestone n="107" unit="page"/><milestone unit="section" resp="Stephanus" n="107a"/><label>ΣΩ.</label> πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς
                            γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="107b"/><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ
                            ἀγεννής.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις
                            ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, 
                  <milestone unit="section" resp="Stephanus" n="107c"/>
                  πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν
                            σύμβουλον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκότως γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς
                            ἀναστήσῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς
                            ναυπηγεῖσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. τοῦτʼ αἴτιον ἢ ἄλλο τι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔκ, ἀλλὰ τοῦτο. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="107d"/><label>ΣΩ.</label> ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως
                            πραγμάτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν
                            πολεμεῖν καὶ τίνα τρόπον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χρὴ δʼ οὐχ οἷς βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="107e"/><label>ΣΩ.</label> καὶ τόθʼ ὁπότε βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν
                            ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ
                            παιδοτρίβης;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὁ παιδοτρίβης δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν πρὸς τί <add>ἂν</add> βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς
                            δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον; λέγω δὲ τὸ
                            τοιόνδε· ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="108"><p><said who="#Σωκράτης"><milestone n="108" unit="page"/><milestone unit="section" resp="Stephanus" n="108a"/><label>ΣΩ.</label> ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τοσαῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τότε ὅτε ἄμεινον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν καὶ ᾁδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δεῖ γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τότε ὁπότε βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τοσαῦθʼ ὅσα βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπʼ ἀμφοτέροις, 
        
<milestone unit="section" resp="Stephanus" n="108b"/>
        τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ
                            προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ
                            παλαίειν καλῶ γυμναστικόν· σὺ δʼ ἐκεῖνο τί καλεῖς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἐννοῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς
                            ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον· ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δʼ οὔ; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="108c"/><label>ΣΩ.</label> ἐγὼ δʼ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶπες γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καλῶς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δὴ καὶ σύ—πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς
                            διαλέγεσθαι—εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾁδειν
                            καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται; οὔπω δύνασαι εἰπεῖν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ὧδε πειρῶ· τίνες αἱ θεαὶ ὧν ἡ τέχνη;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τὰς μούσας, ὦ Σώκρατες, λέγεις; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="108d"/><label>ΣΩ.</label> ἔγωγε. ὅρα δή· τίνα ἀπʼ αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μουσικήν μοι δοκεῖς λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω γάρ. τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν; ὥσπερ ἐκεῖ ἐγώ
                            σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν
                            οὕτως ἐνταῦθα τί φῄς; πῶς γίγνεσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μουσικῶς μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις. ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην
                            ἄγειν, τοῦτο τὸ βέλτιον τί  
                           <milestone unit="section" resp="Stephanus" n="108e"/>
                            ὀνομάζεις; ὥσπερ ἐκεῖ ἐφʼ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον
                            καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ
                            βέλτιον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐ πάνυ τι ἔχω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="109"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ
                            σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν
                            <q>τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη;</q> περὶ μὲν τούτων ἔχειν
                            εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ
                            οὗ 
                            <milestone n="109" unit="page"/><milestone unit="section" resp="Stephanus" n="109a"/>
                            προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς,
                            τούτου δʼ, ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ; ἢ
                            οὐκ αἰσχρὸν φανεῖται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν
                            ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα
                            ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109b"/><label>ΑΛ.</label> ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ
                            ὧδε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αὐτὸ τοῦτο.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς
                            ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109c"/><label>ΑΛ.</label> δεινὸν τοῦτό γε ἐρωτᾷς· εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ
                            δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ νόμιμον τοῦθʼ, ὡς ἔοικεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὸς ταῦτʼ ἄρα καὶ σὺ <del>τὸ δίκαιον</del> τοὺς λόγους ποιήσῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς
                            δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεταί γε. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="109d"/><label>ΣΩ.</label> πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι
                            τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε
                            διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; καὶ τίς ἐστιν οὗτος;
                            φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> σκώπτεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστʼ ἂν ἐπιορκήσαιμι· ἀλλʼ
                            εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109e"/><label>ΑΛ.</label> τί δʼ εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ
                            ἀδίκων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί, εἴ γε εὕροις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μάλα γε, εἰ ζητήσαις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶτα ζητῆσαι οὐκ ἂν οἴει με;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶτα οὐκ ἦν ὅτʼ εἶχον οὕτω;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>