<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:277</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:277</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="277"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι γάρ, ὦ φίλε Φαῖδρε, οὕτω· πολὺ δʼ οἶμαι καλλίων σπουδὴ περὶ αὐτὰ γίγνεται, ὅταν τις τῇ διαλεκτικῇ τέχνῃ χρώμενος, λαβὼν ψυχὴν προσήκουσαν, φυτεύῃ τε καὶ σπείρῃ μετʼ ἐπιστήμης λόγους, οἳ ἑαυτοῖς τῷ τε φυτεύσαντι
         <milestone n="277" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="277a"/> βοηθεῖν ἱκανοὶ καὶ οὐχὶ ἄκαρποι ἀλλὰ ἔχοντες σπέρμα, ὅθεν ἄλλοι ἐν ἄλλοις ἤθεσι φυόμενοι τοῦτʼ ἀεὶ ἀθάνατον παρέχειν ἱκανοί, καὶ τὸν ἔχοντα εὐδαιμονεῖν ποιοῦντες εἰς ὅσον ἀνθρώπῳ δυνατὸν μάλιστα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πολὺ γὰρ τοῦτʼ ἔτι κάλλιον λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δὴ ἐκεῖνα ἤδη, ὦ Φαῖδρε, δυνάμεθα κρίνειν, τούτων ὡμολογημένων.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὰ ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧν δὴ πέρι βουληθέντες ἰδεῖν ἀφικόμεθα εἰς τόδε, ὅπως τὸ Λυσίου τε ὄνειδος ἐξετάσαιμεν τῆς τῶν λόγων <milestone unit="section" resp="Stephanus" n="277b"/> γραφῆς πέρι, καὶ αὐτοὺς τοὺς λόγους οἳ τέχνῃ καὶ ἄνευ τέχνης γράφοιντο. τὸ μὲν οὖν ἔντεχνον καὶ μὴ δοκεῖ μοι δεδηλῶσθαι μετρίως.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἔδοξέ γε δή· πάλιν δὲ ὑπόμνησόν με πῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὶν ἄν τις τό τε ἀληθὲς ἑκάστων εἰδῇ πέρι ὧν λέγει ἢ γράφει, κατʼ αὐτό τε πᾶν ὁρίζεσθαι δυνατὸς γένηται, ὁρισάμενός τε πάλιν κατʼ εἴδη μέχρι τοῦ ἀτμήτου τέμνειν ἐπιστηθῇ, περί τε ψυχῆς φύσεως διιδὼν κατὰ ταὐτά, τὸ <milestone unit="section" resp="Stephanus" n="277c"/> προσαρμόττον ἑκάστῃ φύσει εἶδος ἀνευρίσκων, οὕτω τιθῇ καὶ διακοσμῇ τὸν λόγον, ποικίλῃ μὲν ποικίλους ψυχῇ καὶ παναρμονίους διδοὺς λόγους, ἁπλοῦς δὲ ἁπλῇ, οὐ πρότερον δυνατὸν τέχνῃ ἔσεσθαι καθʼ ὅσον πέφυκε μεταχειρισθῆναι τὸ λόγων γένος, οὔτε τι πρὸς τὸ διδάξαι οὔτε τι πρὸς τὸ πεῖσαι, ὡς ὁ ἔμπροσθεν πᾶς μεμήνυκεν ἡμῖν λόγος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παντάπασι μὲν οὖν τοῦτό γε οὕτω πως ἐφάνη.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="277d"/><label>ΣΩ.</label> τί δʼ αὖ περὶ τοῦ καλὸν ἢ αἰσχρὸν εἶναι τὸ λόγους λέγειν τε καὶ γράφειν, καὶ ὅπῃ γιγνόμενον ἐν δίκῃ λέγοιτʼ ἂν ὄνειδος ἢ μή, ἆρα οὐ δεδήλωκεν τὰ λεχθέντα ὀλίγον ἔμπροσθεν—</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὰ ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς εἴτε Λυσίας ἤ τις ἄλλος πώποτε ἔγραψεν ἢ γράψει ἰδίᾳ ἢ δημοσίᾳ νόμους τιθείς, σύγγραμμα πολιτικὸν γράφων καὶ μεγάλην τινὰ ἐν αὐτῷ βεβαιότητα ἡγούμενος καὶ σαφήνειαν, οὕτω μὲν ὄνειδος τῷ γράφοντι, εἴτε τίς φησιν εἴτε μή· τὸ γὰρ ἀγνοεῖν ὕπαρ τε καὶ ὄναρ δικαίων <milestone unit="section" resp="Stephanus" n="277e"/> καὶ ἀδίκων πέρι καὶ κακῶν καὶ ἀγαθῶν οὐκ ἐκφεύγει τῇ ἀληθείᾳ μὴ οὐκ ἐπονείδιστον εἶναι, οὐδὲ ἂν ὁ πᾶς ὄχλος αὐτὸ ἐπαινέσῃ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὐ γὰρ οὖν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>