<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:276</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:276</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="276"><p><said who="#Σωκράτης"><milestone n="276" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="276a"/><label>ΣΩ.</label> τί δʼ; ἄλλον ὁρῶμεν λόγον τούτου ἀδελφὸν γνήσιον, τῷ τρόπῳ τε γίγνεται, καὶ ὅσῳ ἀμείνων καὶ δυνατώτερος τούτου φύεται;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τίνα τοῦτον καὶ πῶς λέγεις γιγνόμενον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃς μετʼ ἐπιστήμης γράφεται ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ, δυνατὸς μὲν ἀμῦναι ἑαυτῷ, ἐπιστήμων δὲ λέγειν τε καὶ σιγᾶν πρὸς οὓς δεῖ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸν τοῦ εἰδότος λόγον λέγεις ζῶντα καὶ ἔμψυχον, οὗ ὁ γεγραμμένος εἴδωλον ἄν τι λέγοιτο δικαίως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="276b"/><label>ΣΩ.</label> παντάπασι μὲν οὖν. τόδε δή μοι εἰπέ· ὁ νοῦν ἔχων γεωργός, ὧν σπερμάτων κήδοιτο καὶ ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῇ ἂν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλοὺς ἐν ἡμέραισιν ὀκτὼ γιγνομένους, ἢ ταῦτα μὲν δὴ παιδιᾶς τε καὶ ἑορτῆς χάριν δρῴη ἄν, ὅτε καὶ ποιοῖ· ἐφʼ οἷς δὲ ἐσπούδακεν, τῇ γεωργικῇ χρώμενος ἂν τέχνῃ, σπείρας εἰς τὸ προσῆκον, ἀγαπῴη ἂν ἐν ὀγδόῳ μηνὶ ὅσα ἔσπειρεν τέλος λαβόντα;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="276c"/><label>ΦΑΙ.</label> οὕτω που, ὦ Σώκρατες, τὰ μὲν σπουδῇ, τὰ δὲ ὡς ἑτέρως ἂν ᾗ λέγεις ποιοῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν δὲ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν ἐπιστήμας ἔχοντα τοῦ γεωργοῦ φῶμεν ἧττον νοῦν ἔχειν εἰς τὰ ἑαυτοῦ σπέρματα;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἥκιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα σπουδῇ αὐτὰ ἐν ὕδατι γράψει μέλανι σπείρων διὰ καλάμου μετὰ λόγων ἀδυνάτων μὲν αὑτοῖς λόγῳ βοηθεῖν, ἀδυνάτων δὲ ἱκανῶς τἀληθῆ διδάξαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὔκουν δὴ τό γʼ εἰκός.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="276d"/><label>ΣΩ.</label> οὐ γάρ· ἀλλὰ τοὺς μὲν ἐν γράμμασι κήπους, ὡς ἔοικε, παιδιᾶς χάριν σπερεῖ τε καὶ γράψει, ὅταν <del>δὲ</del> γράφῃ, ἑαυτῷ τε ὑπομνήματα θησαυριζόμενος, εἰς τὸ <term>λήθης γῆρας</term> ἐὰν <term>ἵκηται</term>, καὶ παντὶ τῷ ταὐτὸν ἴχνος μετιόντι, ἡσθήσεταί τε αὐτοὺς θεωρῶν φυομένους ἁπαλούς· ὅταν <add>δὲ</add> ἄλλοι παιδιαῖς ἄλλαις χρῶνται, συμποσίοις τε ἄρδοντες αὑτοὺς ἑτέροις τε ὅσα τούτων ἀδελφά, τότʼ ἐκεῖνος, ὡς ἔοικεν, ἀντὶ τούτων οἷς λέγω παίζων διάξει.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="276e"/><label>ΦΑΙ.</label> παγκάλην λέγεις παρὰ φαύλην παιδιάν, ὦ Σώκρατες, τοῦ ἐν λόγοις δυναμένου παίζειν, δικαιοσύνης τε καὶ ἄλλων ὧν λέγεις πέρι μυθολογοῦντα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>